TLG 4394 001 :: JOANNES ANTIOCHENUS :: Fragmenta JOANNES ANTIOCHENUS Hist. Cf. et JOANNES MALALAS Chronogr. (2871) Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 538–622.
Citation: Fragment — (line) | ||
t1-77 | ΙΣΤΟΡΙΑ ΧΡΟΝΙΚΗ. | |
1 | Exc. Salmasii in Crameri Anecd. Par. II: Ἀρχαιολογία Ἰωάννου Ἀντιοχέως, ἔχουσα καὶ διασάφησιν τῶν μυθευομένων. 1. Ὁ παρ’ Ἕλλησιν ἀρχαῖος Ὤγυγος καὶ Φορωνεὺς | |
5 | ὁ υἱὸς Ἰνάχου κατὰ τὴν διὰ Μωσέως ἀπ’ Αἰγύπτου ἔξοδον τοῦ λαοῦ ἦσαν. Ἀπὸ γὰρ Ὠγύγου μέχρι τῆς νεʹ Ὀλυμπιάδος, ἤγουν μέχρι τοῦ Κύρου τοῦ Περ‐ σῶν βασιλέως ἔτη ͵ασλεʹ. Ὅτε τὸ Πάσχα καὶ ἡ τῶν Ἑβραίων ἔξοδος ἀπ’ Αἰγύπτου ἐγένετο, ὁ ἐπὶ Ὠγύγου | |
---|---|---|
10 | γέγονε κατακλυσμός. Καὶ εἰκότως· τῶν γὰρ Αἰγυ‐ πτίων ὀργῇ Θεοῦ χαλάζαις καὶ χειμῶνι μαστιζομέ‐ νων, εἰκὸς ἦν μέρη τινὰ συμπάσχειν τῆς γῆς· ἔτι τε Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἦν, ἀποίκους ἐκείνων ὑπονοουμένους, ὥς φασιν. Ὅτι δὲ | |
15 | Ὠγύγῳ συνήκμαζε Μωσῆς, Πολέμων [fr. 13] ἐν πρώτῳ Ἱστοριῶν Ἑλληνικῶν ἱστορεῖ λέγων· «Ἐπὶ Ἄπιδος τοῦ Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰ‐ γύπτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν.» Δῆλον δὲ ὅτι τούτους φησὶ | |
20 | τοὺς μετὰ Μωσέως ἐξελθόντας ἐκεῖθεν Ἑβραίους. 2. Οἱ Ἀναξαγόρειοι τὴν Ἀθηνᾶν εἰς τὴν τέχνην ἀλ‐ ληγοροῦσιν, ὅθεν καὶ τὸ, Ὀλλυμένων χειρῶν ἔρρει πολύμητις Ἀθήνη. (3) Ὁ Ἀϊδωνεὺς βασιλεὺς ἦν Μολοττῶν, παμμεγέθη | |
25 | κύνα ἔχων Κέρβερον, ὃς διεχρήσατο Πειρίθουν· τὸν δὲ Θησέα Ἡρακλῆς ἐρρύσατο. Διὰ δὲ τοῦ κινδύνου τὸ προῦ‐ πτον ἐξ ᾅδου ἀναγαγεῖν αὐτὸν Ἡρακλῆς ἐμυθεύθη. (4) Ἀπὸ Ἀτθίδος τῆς Κραναοῦ τοῦ αὐτόχθονος θυγατρὸς ἡ Ἀττικὴ ἐκλήθη. (5) Τριπτόλεμος μακρῷ πλοίῳ προσ‐ | |
30 | βάλλων ταῖς πόλεσι, καὶ τὸν σῖτον διαδιδοὺς, πτερωτὸς | |
ὄφις ἐμυθεύθη· εἰκὸς δὲ καὶ τὴν ναῦν τοιούτου σχήμα‐ τος εἶναι. (6) Τὴν Ὠρείθυιαν ὁ Ἀστρέου (l. Ἀστραίου) Βορέας ὁ Θρᾲξ ἥρπασεν, οὐχ ὁ ἄνεμος. (7) Ὁ Φρί‐ ξου μυθώδης κριὸς πλοῖον ἦν οὕτω καλούμενον, ἢ ὁ δια‐ | 538 | |
35 | σώσας αὐτὸν τροφεύς. (8) Ἡ Γοργὼν ἑταίρα ἦν εὔμορ‐ φος διὰ κάλλος ἐξιστῶσα τοὺς θεατὰς, ὡς ἀπολιθοῦσθαι δοκεῖν· καὶ ὁ Πήγασος αὐτῆς ἦν κτῆμα, ἵππος ὀξὺς ὤν· Παλαίφατος δὲ Βελλεροφόντου τοῦτό φησι πλοῖον. 9. Ὅτε Κάδμος ἔκτιζε Θήβας, οἱ πλησιόχωροι ἐνέ‐ | |
40 | πεσον ἐξαίφνης αὐτῷ, καὶ διὰ τὸ πανταχόθεν συρρεῖν, Σπαρτοὶ ὠνομάσθησαν. (10) Οἱ παρ’ Ἀμφίονος θελγόμενοι λίθοι ἠλίθιοί τινες ἦσαν ἀκροαταί. (11) Δαίδαλος ἔδοξεν ἀγάλ‐ | |
45 | ματα κινούμενα ποιεῖν διὰ τὸ πρῶτον διαστῆσαι τοὺς πόδας αὐτῶν, τῶν ἄλλων συμπεφυκότας ποιούντων· ὃς φεύγων Μίνωα, διὰ τὸ ἀνεύρετον ἔδοξεν ἀποπτῆναι, πλοίου τυχὼν ἅμα τῷ υἱῷ Ἰκάρῳ. (12) Ἡ Σφὶγξ γυνὴ οὖσα Κάδμου διὰ ζῆλον Ἁρμονίας ἀπέστη, καὶ Θη‐ | |
1(50) | βαίοις ἐπολέμει· Οἰδίπους δὲ ἐπιστρατεύσας, εἷλεν αὐ‐ τήν. (13) Ὅτε Σαμψὼν ἡγεῖτο τοῦ λαοῦ, Ἡρακλῆς ἐτέλει τοὺς ἄθλους· ἰσχυρὸς δὲ ὢν, ἄτεχνος ἦν παλαι‐ στής· ὁ δὲ Ἀνταῖος ἔμπειρος τῶν παρὰ τοῖς παλαισταῖς χαμαὶ καλουμένων, ὡς ὑπὸ γῆς τῆς μητρὸς βοηθεῖσθαι | |
55 | δοκεῖν. Ταῦτα φεύγων ὁ Ἡρακλῆς, ζώσας αὐτὸν τοῖς ἅμμασι, καὶ μετέωρον ἄρας ἀπέκτεινε. (14) Λέγει Πλά‐ των καὶ τὴν ὕδραν σοφίστριαν εἶναι δεινήν. (15) Οἱ Κένταυροι Θεσσαλῶν ἦσαν ἱππεῖς ἄριστοι. | |
60 | 16. Τὸν Μινόταυρον θηρίον μυθεύονται καταθοινώ‐ μενον παῖδας Ἀττικούς· στρατηγὸς δὲ ἦν ὁ Μίνως (l. ἦν Μίνωος), Ταῦρος καλούμενος διὰ τὸ θυμοειδὲς καὶ τοῦ τρόπου τὸ ἄγριον. Ἐπεὶ δὲ [Μίνως] ἀγῶνα ἐτίθει ἐπ’ Ἀνδρόγεῳ, ὃν ἀπέκτειναν Ἀθηναῖοι, ἐδίδουν αὐτῷ | |
65 | ἔπαθλα παῖδας Ἀττικοὺς, ὡς νικῶντι πάντας· ἰσχυρὸς γὰρ ἦν. Ὡς δὲ τοῦ ἀγῶνος μετείληφε [καὶ] Θησεὺς καὶ ἐνίκησε Μίνωα, ἐπαύθη τὸ κατὰ τοὺς παῖδας. (17) Ἡρακλῆς εἰς λοι‐ μὸν ἐμπεσὼν εἰς πυρὰν ἥλατο. Ἡ μυθευομένη Σκύλλη | |
70 | τριήρης ἦν Τυρρηνῶν ληιζομένων τοὺς παραπλέοντας· αἱ δὲ Σειρῆνες ἑταῖραι ἐπιβουλεύουσαι τοῖς παραπλέουσι. (18) Φασί τινες Ὅμηρον καὶ Ἡσίοδον Δαυὶδ συνακμά‐ σαι, οἱ δὲ ὀλίγῳ πρότερον, οἱ δὲ μετὰ ταῦτα γενέσθαι. 19. Ξάνθου τοῦ Βοιωτοῦ Θυμοίτην εἰς μονομαχίαν προ‐ | |
75 | καλουμένου, μὴ ὑπακούσαντος αὐτοῦ, ὁ Ἀνδροπόμπου υἱὸς Μέλανθος Πύλιος τὸ ἐκείνου σχῆμα ἀναλαβὼν, ἐμο‐ νομάχησε καὶ νενίκηκεν· ὅθεν ἡ τῶν Ἀπατουρίων ἑορτή. 20. Ἐπ’ Ἀρχεμόρῳ τὰ Νέμεα πρὸς τῶν Ἀργείων ἄγεται· ἐπὶ Μελικέρτῃ ὑπὸ Κορινθίων τὰ Ἴσθμια· ὑπὸ | |
80 | Δελφῶν τὰ Πύθια ἐπὶ Δελφύνῃ τῷ δράκοντι· οἱ δέ φασιν ἐπὶ Δελφύνῃ ἀρχαίᾳ ἡρωΐδι. Ἀπὸ τῆς ἁμίλλης τῶν Ἀεθλίου παίδων ἀθληταὶ ἐκλήθησαν οἱ ἀγωνισταί. 21. Αἰγύπτιοί φασιν ὡς Ἥφαιστος αὐτῶν ἐβασί‐ λευσεν ἀπείρους τινὰς χρόνους· μετὰ τοῦτον Ἥλιος | |
85 | ὁ Ἡφαίστου ἔτη ͵ξψοζʹ· μετ’ αὐτὸν Σῶς, ἤτοι Ἄρης, μεθ’ ὃν Κὴβ τοῦ Ἡλίου, ἤτοι Κρόνος. Ὁ ἀπὸ Χὰμ τοῦ υἱοῦ Νῶε Μεστρὲμ εἰς Αἴγυπτον ἀπῳκίσθη, καὶ ἀπ’ αὐτοῦ ἐκλήθη ἡ χώρα· τὸ γὰρ Μεστρὲμ Ἑβραϊστὶ Αἴγυπτον δηλοῖ. Ἐπὶ Βινώριος βασιλέως Αἰγύπτου | |
90 | φασὶ τὸν Νεῖλον μέλιτι αʹ ῥυῆναι. Ψίωψ ἑξαέτης ἀρξά‐ μενος βασιλεύων διεγένετο μέχρις ἐτῶν ρʹ. 22. Σεμίραμις ἡ περιβόητος πολλαχοῦ τῆς γῆς ἤγειρε χώματα, προφάσει μὲν διὰ τοὺς κατακλυσμούς· τάδ’ ἦσαν ἄρα τῶν ἐρωμένων ζώντων κατορυσσομένων | |
95 | οἱ τάφοι, [ὡς] Κτησίας ἱστορεῖ. 23. Σέσωστρις βασιλεὺς Αἰγύπτου θʹ ἔτεσι τὴν ἅπασαν Ἀσίαν ἐχειρώσατο, καὶ τῆς Εὐρώπης τὰ μέχρι Θρᾴκης· καὶ μνημόσυνα πεποίηκε τῆς τῶν ἐθνῶν ἁλώ‐ σεως, ἐπὶ μὲν τοῖς γενναίοις ἀνδρῶν, ἐπὶ δὲ τοῖς ἀγεν‐ | |
1(100) | νέσι γυναικῶν [ταῖς στήλαις ἐγ]χαράσσων μόρια. | |
24. Ἐπὶ Βοκχόρεως βασιλέως Αἰγύπτου ἀρνίον ἐλά‐ λησεν [φωνῇ] ἀνθρωπίνῃ, ὃν Σαβάκων ὁ Αἰθιόπων βασιλεὺς αἰχμάλωτον λαβὼν, ζῶντα κατέκαυσεν· οἱ δέ φασιν ὡς ἐξέδειρεν. | 539 | |
105 | 25. Σέλευκός τις ψευδόμενος ἐκ γένους εἶναι τοῦ με‐ γάλου Σελεύκου τῇ βασιλίσσῃ Βερενίκῃ συνεβασίλευεν· ὕστερον δὲ γνωσθεὶς ἰδιώτης εἶναι, ὑπ’ αὐτῆς ἀνῃρέθη. 26. Ἀπὸ Αἰγιαλέως βασιλέως Σικυῶνος Αἰγιάλεια ἡ νῦν Πελοπόννησος. | |
110 | 27. Λεωνίδης μόνος καὶ πρῶτος ἐπὶ τέσσαρας Ὀλυμ‐ πιάδας στεφάνους ἔσχε δώδεκα. Χιόνου τοῦ Λάκωνος τὸ ἅλμα ποδῶν ἦν νβʹ. Πολυμνήστωρ ὁ Μιλήσιος ἐκ ποδῶν κατέλαβε λαγών. Καὶ Ἰουδαῖός τις ἱστορεῖται ταχίων δορκάδος γενέσθαι. Μίλων ὁ Κροτωνιάτης ἐνίκησεν | |
115 | Ὀλύμπια ἑξάκις, Ἴσθμια δεκάκις, Νέμεα ἐννάκις. 28. Ὁ Ὁλοφέρνης τοῦ δευτέρου Ναβουχοδονόσορ, ὃν Ἕλληνες Καμβύσην καλοῦσιν, ἦν στρατηγός. | |
2 | Codex Paris. No. 1630, fol. 234: 1. Ἀπὸ τῆς ἐκθέσεως Ἰωάννου Ἀντιοχέως τῆς περὶ χρόνων καὶ κτίσεως κόσμου πονη‐ θείσης, ὥς φησιν, ἀπὸ βίβλων Μωσέως, Ἀφρι‐ | |
5 | κανοῦ, Εὐσεβίου, Παππίου καὶ Διδύμου καὶ ἑτέρων. 2. Πρῶτος ἐκ γῆς ἄνθρωπος πλασθεὶς ὁ Ἀδὰμ ἀπὸ θεοῦ εἶχε μέτρον ἡλικίας ποδῶν ϛʹ μετὰ τῆς αὐτοῦ κε‐ φαλῆς, ὡς εἶναι τὴν αὐτοῦ ἡλικίαν δακτύλων ϙϛʹ· ἡ δὲ | |
10 | σπιθαμὴ αὐτοῦ εἶχε δακτύλους ιϛʹ, ὁ δὲ πῆχυς αὐτοῦ δακτύλους κδʹ, ὁ δὲ ποῦς ιϛʹ. Ἔζησε δὲ ἔτη ϡλʹ. Ἡ δὲ τούτου γυνὴ ἐλέγετο Εὔα, καὶ ἐγέννησεν υἱοὺς τὸν Κάϊν, τὸν Ἄβελ καὶ τὸν Σὴθ, καὶ θυγατέρας τὴν Ἀζουρὰν καὶ τὴν Ἀσουάμ. | |
15 | 3. Ὁ δὲ Ἀδὰμ [κατὰ κέλευσιν Θεοῦ] ἔθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπετοῖς καὶ ἰχθῦσι καὶ τοῖς ἑαυτοῦ τέκνοις· τὸ γὰρ ἑαυτοῦ ὄνομα καὶ τῆς αὐτοῦ γυναικὸς ἄγγελος Κυρίου εἶπεν αὐτοῖς. (4) Ὁ δὲ υἱὸς αὐτοῦ Σὴθ εἶχε σοφίαν ἀπὸ | |
20 | θεοῦ, καὶ κατὰ κέλευσιν θεοῦ ἔθηκεν ὀνόματα τοῖς ἄστροις πᾶσι καὶ τοῖς πέντε πλανήταις εἰς τὸ γνωρίζε‐ σθαι ὑπὸ τῶν ἀνθρώπων· καὶ τὸν πρῶτον πλανήτην ἐκάλεσε Κρόνον, τὸν [βʹ] Ζῆνα, τὸν γʹ Ἄρεα, τὸν δʹ Ἀφροδίτην, τὸν εʹ Ἑρμῆν· τοὺς δὲ βʹ φωστῆρας τοὺς | |
25 | μεγάλους αὐτὸς ὁ Θεὸς ἐκάλεσεν. Ὁ αὐτὸς δὲ Σὴθ εὗρε καὶ τὰ ζʹ φωνήεντα ἐκ τῶν εʹ ἀστέρων καὶ τῶν βʹ φω‐ στήρων, καὶ τὰ Ἑβραϊκὰ γράμματα. (5) Ἔλαβε δὲ Σὴθ γυναῖκα Ἀζουρὰν, καὶ ἐγένετο αὐτῶν γενεὰ πολλὴ ἐν τῇ γῇ ἀνδρῶν τε καὶ γυναικῶν. (6) Ἐν τοῖς μέσοις | |
30 | οὖν αὐτῶν χρόνοις μετετέθη Ἐνὼχ, ἕβδομος ὢν ἀπὸ Ἀδάμ. (7) «Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖ‐ κας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο,» ὥς φησι Μώσης. Καὶ ἐγέννησαν ἑαυτοῖς υἱοὺς τοὺς γίγαντας. | |
35 | (8) Ἔτη [δὲ ἀπὸ Ἀδὰμ ἕως τοῦ ἐπιθυμῆσαι τοὺς υἱοὺς τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων], ͵βρκβʹ. 9. Ἐν τοῖς χρόνοις τούτοις σφαῖραν πυρὸς ἔπεμψεν ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ κατὰ τῶν ὄντων ἐν τῇ Κελτικῇ χώρᾳ γιγάντων, καὶ ἔκαυσεν αὐτὴν καὶ αὐτούς. Καὶ | |
40 | εἰς τὸν Ἠριδανὸν ποταμὸν ἐνεχθεῖσα ἡ σφαῖρα ἐσβέ‐ σθη. (10) Τοῦτο ἱστοροῦσι τὸ πῦρ [οἱ Ἕλληνες], καὶ λέγουσι τὸν υἱὸν τοῦ Ἡλίου εἶναι, ὃν Φαέθοντα εἶπον, πεπτωκότα ἐκ τοῦ ἅρματος εἰς τὴν γῆν. Καὶ ποιητικῶς μὲν οὕτω τὴν ἱστορίαν συνεγράψατο Ὀβίδιος, ἀληθέ‐ | |
45 | στερον δὲ εἶπεν ὁ Χαιρωνεὺς Πλούταρχος. (11) Τούτους | |
ἰδόντες οἱ λοιποὶ γίγαντες κεραυνοβοληθέντας, ἔμειναν ἀπειθεῖς· καὶ ὀργισθεὶς ὁ Θεὸς εἶπεν· «Οὐ μὴ κατα‐ μείνῃ τὸ πνεῦμά μου ἐν αὐτοῖς διὰ τὸ εἶναι αὐτοὺς σάρ‐ κας.» (12) Τούτους Πείσανδρος, ποιητὴς Ἑλλήνων, | 540 | |
2(50) | ὠνόμασε δρακοντόποδας, ἐκ τῆς γῆς γεννηθέντας, καὶ τολμήσαντάς τινα κατὰ τῶν ὑψίστων θεϊκῶν δυνάμεων, ἕως τὸ θεῖον διαφόροις πληγαῖς ἠνάλωσεν. (13) Ὁ δὲ Σέρβιος εἶπεν ἐν βαθείᾳ πεδιάδι διάγοντας ἐσχηκέναι πόλεμον μετά τινων οἰκούντων ἐν ὑψηλοῖς ὄρεσι, καὶ | |
55 | ταῖς κοιλίαις συρομένους φονευθῆναι ὑπὸ τῶν ἐν τοῖς ὑψηλοῖς οἰκούντων. 14. Τότε ἐγένετο Νῶε, ἄνθρωπος ἀγαπώμενος ὑπὸ τοῦ Θεοῦ, καὶ ἐγένετο ὁ κατακλυσμὸς, καθὼς ἐν τοῖς Βιβλίοις φέρεται. Ἔτη ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ | |
60 | ͵βφνβʹ. Ἐν δὲ τῷ χβʹ ἔτει τῆς ζωῆς αὐτοῦ ἐξῆλθε Νῶε ἀπὸ τῆς κιβωτοῦ, καὶ πᾶσα ψυχὴ τοῦ γένους αὐ‐ τοῦ. Καὶ μετὰ τὸ παύσασθαι τὸν κατακλυσμὸν ἐκάθι‐ σεν ἡ κιβωτὸς, ὡς μὲν Πέργαμος συνεγράψατο, ἐν τοῖς ὄρεσι Ἀραρὰτ τῆς Πισιδίας ἐπαρχίας, ἧς μητρόπολις | |
65 | ἡ Ἀπάμεια· ὡς δὲ Ἰώσηπος καὶ ἄλλοι, ἐν τοῖς ὄρεσι Ἀραρὰτ τῆς Ἀρμενίας μεταξὺ Πάρθων καὶ Ἀρμενίων [Ἀ]διαβηνῶν. 15. Ἡ δὲ γενεὰ τοῦ Νῶε ἐτεκνοποίησε, καὶ ἐγένετο πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἐποίουν πυργο‐ | |
70 | ποιΐαν· οἵτινες καὶ τὴν κατασκευὴν τῆς κιβωτοῦ ἐπι‐ στάμενοι, πρῶτοι ἐποίησαν πλοῖα, καὶ ἐν τοῖς ὕδασι ἔθεντο αὐτὰ νήχεσθαι. Ἐγένετο οὖν ἀπὸ τοῦ κατακλυ‐ σμοῦ ἕως τῆς πυργοποιΐας ἔτη τοʹ. 16. Ἐγέννησε Σὴμ, υἱὸς Νῶε, τὸν Ἀρφαξὰδ, ἄνδρα | |
75 | σοφὸν, καὶ ὁ Ἀρφαξὰδ τὸν Καϊνὰν, ὅστις μετὰ τὸν κα‐ τακλυσμὸν συνεγράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὰς τῶν ἄστρων ὀνομασίας ἐν πλακὶ λιθίνῃ [ἐγγε]γλυμμέ‐ νας, ὡς Ἰώσηπος συνεγράψατο. Οἱ [γὰρ] τοῦ Σὴθ ἔγ‐ γονοι, ἄνδρες ὄντες θεοσεβεῖς καὶ προεγνωκότες τὴν τῶν | |
80 | ἀνθρώπων μέλλουσαν ἔσεσθαι φθορὰν ἤτοι ἐναλλαγὴν, ποιήσαντες στήλας βʹ, τὴν μὲν λιθίνην, ἑτέραν δὲ πλιν‐ θίνην, ἔγραψαν ἐν αὐτοῖς τὰ ἐκ τοῦ Σὴθ τοῦ πάππου αὐτῶν ἐκτεθέντα πάντα οὐράνια· λογισάμενοι ὅτι, εἰ μὲν δι’ ὕδατος ἐναλλαγείη ὁ τῶν ἀνθρώπων κόσμος, | |
85 | ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα, εἰ δὲ διὰ πυρὸς, ἡ πλινθίνη στήλη μενεῖ. Ἥτις λιθίνη στήλη ἔμεινεν μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίριδος ὄρος, ὡς Ἰώσηπος ἐξέθετο. 17. Διεμερίσθησαν αἱ φυλαὶ τῶν υἱῶν Νῶε. Καὶ | |
90 | ἔλαχεν ἡ φυλὴ [τοῦ] Σὴμ ἀπὸ Περσίδος καὶ [Βάκ‐ τρων] ἕως Εὐφράτου· ἡ δὲ τοῦ Χὰμ ἀπὸ [Ῥινο‐ κο]ρούρων τῆς Αἰγύπτου ἕως μέρους τῆς δύσεως, καὶ πᾶσαν τὴν Λιβύην, τὸν Νεῖλον τὸν λεγόμενον Χρυσορ‐ | |
95 | ρόαν ἕως Μαυριτανίας καὶ τῶν Ἡρακλεωτικῶν στηλῶν καὶ τῆς μεγάλης θαλάσσης τῆς Ἀδριαν[ῆς]. Ἡ δὲ τοῦ Ἰαφὲθ ἀπὸ Μηδίας τὴν ἐπὶ τὸν ἄρκτον ἕως Βριτταννι‐ κῶν νήσων [καὶ] πάντα τὰ τοῦ πόντου ἑ* (ἐπὶ?) τὸν Δά‐ νουβιν [καὶ] τὸν Τάναϊν τοὺς ποταμοὺς, τὴν ἐπὶ Καυ‐ | |
2(100) | κάσια ὄρη καὶ Ἀβασγούς. * Ἀπὸ Τίγριδος καὶ ἕως τῆς Ποντικῆς θαλάσσης, τὰ ἀπὸ * τὸν Ῥόδον καὶ Κύπρον καὶ τὴν ἀ...... Διεμερίσθησαν δὲ αἱ φυλαὶ καὶ ἔμει‐ ναν ἔθνη οβʹ. | |
3 | Exc. Salmas.: Ἐκ τῆς φυλῆς Σὴμ τοῦ υἱοῦ Νῶε ἐγένετό τις Νεβρὼ κυνηγὸς πρῶτος, ὃν οἱ Ἀσσύ‐ ριοι ἀποθεώσαντες ἔταξαν ἐν τοῖς ἄστροις, καὶ καλοῦ‐ σιν Ὠρίωνα, διὸ καὶ τὸν κύναστρον αὐτῷ συνῆψαν. — | |
5 | Ἐκλήθη δὲ ὑπὸ τῶν ἐπιχωρίων καὶ Κρόνος, καὶ ἔλαβε γυναῖκα τὴν Σεμιράμιδα, ἣ Ῥέα ἐκλήθη, καὶ ἔσχεν ἐξ αὐτῆς Πῖκον τὸν καὶ Δία, καὶ Ἥραν καὶ ἄλλους παῖ‐ δας. Οὗτος ἐάσας τὸν Δία τῶν Ἀσσυρίων κρατεῖν, ἀπῆ‐ ρεν ἐπὶ δύσιν, καὶ ἔσχεν υἱὸν Ἄφρον, ᾧπερ ἔδωκε τὴν | |
10 | Λιβύην· ἐξ οὗ καὶ ἡ Ἀφρική· ἔσχε δὲ οὗτος ὁ Ἄφρος Ἀφροδίτην θυγατέρα. Ὁ δὲ Ζεὺς ἐάσας τὴν Ἀσσυρίων ἀρχὴν τῷ ἀδελφῷ Νίνῳ, πρὸς τὸν πατέρα Κρόνον ἀπήρθη· καὶ ἐκράτησεν ἐκεῖ, παραχωρήσαντος αὐτῷ τοῦ πατρὸς, καὶ ἀφανοῦς γενομένου. Νῖνος δὲ ἔγημεν Ῥέαν τὴν | |
15 | [καὶ] Σεμίραμιν, τὴν οἰκείαν μητέρα· ἐξ οὗ ὁ νόμος παρὰ Πέρσαις γαμεῖν τὰς μητέρας. Τότε ἐφάνη καὶ Ζωροάστρης ὁ ἀστρονόμος, ὅστις ηὔξατο ὑπὸ πυρὸς οὐ‐ ρανίου τελευτῆσαι, εἰπὼν Ἀσσυρίοις τὴν ἑαυτοῦ τέφραν τηρεῖν· οὕτω γὰρ αὐτῶν τὴν βασιλείαν μὴ ἐκλείπειν. | |
4 | Codex. Paris. 1630: Ἐκ τῆς φυλῆς τοῦ Σὴμ ἐγεν‐ νήθη ὁ Χοὺς ὀνόματι Αἰθίοψ, ὅστις ἐγέννησε τὸν Νε‐ βρὼδ γίγαντα τὸν τὴν Βαβυλωνίαν κτίσαντα, ὃν λέ‐ γουσιν οἱ Πέρσαι ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς | |
5 | ἄστροις τοῦ οὐρανοῦ, ὃν καλοῦσι Ὠρίωνα. Οὗτος πρῶ‐ τος (καὶ) κατέδειξε τὸ κυνηγεῖν. —Ἐκ δὲ τῆς αὐτῆς φυλῆς τοῦ Σὴμ, τοῦ πρώτου υἱοῦ τοῦ Νῶε, ἐγεννήθη ὁ Κρόνος. 2. Περὶ τῶν λεγομένων παρ’ Ἕλλησι θεῶν. | |
10 | Γεννηθεὶς δὲ ὁ τοιοῦτος Κρόνος ἐγεννήθη ἄνθρωπος γιγαντογενής· ἐπεκλήθη δὲ Κρόνος ὑπὸ τοῦ ἰδίου πα‐ τρὸς εἰς τὴν ἐπωνυμίαν τοῦ πλανήτου ἀστέρος. Ἐγέ‐ | |
νετο δὲ δυνατὸς καὶ πικρός· ὅστις πρῶτος κατέδειξε τὸ ἄρχειν ἐπὶ τῆς γῆς. Ἐβασίλευσε δὲ Ἀσσυρίας ἔτη πολλά. | 541 | |
15 | Εἶχε γυναῖκα Σεμίραμιν τὴν καὶ Ῥέαν καλουμένην παρὰ τοῖς Ἀσσυρίοις διὰ τὸ καὶ αὐτὴν εἶναι ὑπερήφανον καὶ ἀλαζόνα ἐκ τῆς αὐτῆς φυλῆς. 3. Ἔσχε δὲ Κρόνος υἱὸν ὀνόματι Πῖκον, ὅστις ὑπὸ τῶν γονέων ἐκλήθη Ζεὺς, εἰς ὄνομα καὶ αὐτὸς τῆς ἐπω‐ | |
20 | νυμίας τοῦ πλανήτου ἀστέρος. 4. Ἔσχε δὲ καὶ ἕτερον υἱὸν ὀνόματι Νῖνον καὶ θυ‐ γατέρα Ἥραν. Ἔλαβε δὲ εἰς γυναῖκα Πῖκος ὁ καὶ Ζεὺς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν, Ἥραν, ἣν καὶ ζυγίαν Νέμε‐ σιν ἐκάλουν τινὲς εὐχαριστοῦντες αὐτῇ ὡς ἀγαθῇ καὶ | |
25 | δικαίᾳ. Ἔσχε δὲ ἐξ αὐτῆς ὁ Πῖκος Ζεὺς υἱὸν, ὃν ὠνό‐ μασε Βῆλον διὰ τὸ ὀξύτατον εἶναι. Ὁ δὲ προπάτωρ Κρόνος ἐάσας τὸν αὑτοῦ υἱὸν Πῖκον ἐν τῇ Ἀσσυρίᾳ, καὶ τὴν ἑαυτοῦ γυναῖκα Ῥέαν, καὶ λαβὼν πολλὴν βοή‐ θειαν ἀνθρώπων, ἀπῆλθεν εἰς τὴν δύσιν ἀβασίλευτον | |
30 | οὖσαν, καὶ ἐκράτησεν αὐτῆς ἔτη πολλά· καὶ ἔσχε ἐκεῖ γυναῖκα ὀνόματι Φιλύραν, ἐξ ἧς ἔσχε υἱὸν Ἄφρον· ὃς Ἄφρος γαμήσας Ἀστυνόμην ἐγέννησε θυγατέρα, ἣν ἐκάλεσεν Ἀφροδίτην, εἰς ὄνομα καὶ αὐτὴν τοῦ πλανήτου ἀστέρος, φιλόσοφον γενομένην, ἥτις γαμηθεῖσα Ἀδώ‐ | |
35 | νιδι Ἀθηναίῳ, καὶ αὐτῷ φιλοσόφῳ, ἐκεῖνοι ὁμοῦ φιλο‐ σοφοῦντες ἄχρι θανάτου. Ἔσχε δὲ ἐκ τῆς αὐτῆς Φιλύ‐ ρας ὁ Κρόνος καὶ ἄλλον υἱὸν Χείρωνα, φιλόσοφον καὶ αὐτόν. 5. Βασιλεύσας δὲ Πῖκος ὁ καὶ Ζεὺς ἐν Ἀσσυρίᾳ ἔτη | |
40 | λʹ, καὶ ποιήσας Βῆλον βασιλέα Ἀσσυρίων ἀπῆλθεν ἐπὶ τὴν δύσιν, ἐπὶ τὸν ἑαυτοῦ πατέρα Κρόνον. Ὁ δὲ Κρό‐ νος ταλαιπωρήσας χρόνῳ κατέστησε βασιλέα τὸν ἑαυ‐ τοῦ υἱὸν Δία. Καὶ ἐβασίλευσε Ζεὺς ἔτη ξ*. 6. Μετὰ δὲ Βῆλον βασιλεύσαντα ἔτη [ξ] βʹ ἐκράτησε | |
45 | Νῖνος, ὁ ἄλλος υἱὸς Κρόνου, ὅστις καὶ τὴν ἑαυτοῦ μη‐ τέρα Σεμίραμιν ἔλαβε γυναῖκα. Ἐξ οὗ νόμος Πέρσαις γαμεῖν τὰς ἑαυτῶν μητέρας καὶ τὰς ἀδελφάς. Καὶ τε‐ λευτᾷ ὁ Κρόνος. Ὁ δὲ Νῖνος ἐπικρατὴς γενόμενος τῆς Συρίας κτίζει τὴν Νινευὶ πόλιν Ἀσσυρίων. | |
5 | Exc. Salmas.: Μετὰ Νῖνον ἐβασίλευσε Θούρας, ὃν Ἄρεα ὠνόμασαν· ἦν δὲ σφόδρα δεινὸς καὶ πολεμικὸς, καὶ προσεκύνησαν αὐτῷ Ἀσσύριοι ὡς θεῷ, ὀνομάσαντες αὐτὸν Βῆλον, ἤτοι Ἄρεα πολέμων θεόν. | |
5 | Ὁ δὲ Ζεὺς ἐν τῇ δύσει Φαῦνον τὸν [καὶ] Ἑρμῆν γεννᾷ, καὶ θανὼν θάπτεται ἐν Κνωσσῷ τῆς Κρήτης. Οὗτος ὁ Ἑρμῆς εὗρε μέταλλα χρυσοῦ καὶ ἀργύρου, διὸ καὶ πλουτοδότης ἐκλήθη, καὶ ἐβασίλευσεν Αἰγύπτου μετὰ Μεστρέμ. Μετὰ δὲ Ἑρμῆν ἐβασίλευσεν Αἰγύπτου | |
10 | Ἥφαιστος, ὃς πολεμῶν ἐπλήγη τὸν πόδα, καὶ γέγονε χωλός. Ἐνομοθέτησε δὲ οὗτος πρῶτος μονανδρίαν ταῖς γυναιξὶ, καὶ δι’ εὐχῆς ὀξυλάβην ἀπὸ τοῦ ἀέρος ἐδέξατο, καὶ κατεσκεύασεν ἀπὸ σιδήρου πολεμικὰ ὅπλα. Μετὰ Ἥφαιστον Ἥλιος ὁ υἱὸς αὐτοῦ καὶ οὗτος * Αἰγύπτου, | |
15 | ὃς τὴν τοῦ πατρὸς φυλάττων νομοθεσίαν, εὑρὼν μοιχευ‐ ομένην γυναῖκα, ἐθριάμβευσεν αὐτήν· ὃ Ὅμηρος εἰς μῦθον μετέβαλε. Σέσωστρις βασιλεὺς Αἰγύπτου ἐκ φυ‐ λῆς Χὰμ ἐκράτησε πάσης Ἀσίας, καὶ κατῴκισεν (κατῴ‐ κησεν?) ἐν τῇ Ἀσσυρίων χώρᾳ. | |
6 | Cod. Paris. 1630: Μετὰ δὲ Νῖνον ἐβασίλευσε Ἀσ‐ συρίων Θούρας, ὅντινα μετεκαλέσατο ὁ τούτου πατὴρ Ζάμης, ὁ τῆς Ἥρας ἀδελφὸς, εἰς τὸ ὄνομα τοῦ πλα‐ νήτου ἀστέρος Ἄρεα. Οὗτος ἐγένετο πικρὸς πολεμιστής. | |
5 | ᾭτινι Ἄρεϊ ἀνέστησαν πρῶτοι στήλας Ἀσσύριοι καὶ ὡς θεὸν προσεκύνουν αὐτόν· ὃν καὶ ἕως τοῦ νῦν καλοῦσι Περσιστὶ Βάαλ θεόν, ὅ ἐστι ἑρμηνευόμενον Ἄρης ὁ πο‐ λέμων θεός. 2. Μετὰ τελευτὴν Ἄρεος ἐβασίλευσε Λάμης, μετὰ | |
10 | Λάμην Σαρδανάπαλλος ὁ μέγας· ὅντινα Περσεὺς ὁ Δα‐ νάης ἐφόνευσε καὶ ἀφείλετο τὴν βασιλείαν Ἀσσυρίων, καὶ βασιλεύσας εἰς τὸ ἴδιον ὄνομα ἐκάλεσεν αὐτοὺς Πέρσας. 3. Ἔζησε δὲ Πῖκος ὁ καὶ Ζεὺς ἔτη ρκʹ, κρατῶν τὴν | |
15 | δύσιν καὶ βασιλεύων αὐτῆς. Καὶ ἔσχε υἱοὺς πολλοὺς καὶ θυγατέρας ἀπὸ τῶν εὐπρεπῶν γυναικῶν· ὑπενόθευε γὰρ αὐτάς· ἦν γὰρ καὶ μυστικὸς καὶ φαντασίας τινὰς ποιῶν καὶ ἐκπλήττων αὐτάς. Αἵτινες γυναῖκες καὶ ὡς θεὸν εἶχον αὐτὸν φθειράμεναι ὑπ’ αὐτοῦ. | |
20 | 4. Ἔσχε δὲ ὁ αὐτὸς Πῖκος ὁ καὶ Ζεὺς μετὰ Μαιά‐ δος τῆς Ἰταλικῆς υἱὸν ὄνομα Φαῦνον, ὃν καὶ Ἑρμῆν ἐκάλεσεν εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. Μέλλων δὲ τελευτᾶν, ἐκέλευσε τὸ λείψανον αὐτοῦ ἐν τῇ Κρήτῃ νήσῳ τεθῆναι. Καὶ κτίσαντες αὐτῷ ναὸν οἱ αὐτοῦ παῖδες ἔθη‐ | |
25 | καν αὐτὸν ἐκεῖ ἐν τῇ Κρήτῃ ἐν μνήματι. Ὅπερ μνῆμα ἔστιν ἕως τοῦ παρόντος ἐν Κρήτῃ. Ἐν τῷ μνήματι ἐπιγέγραπται· «Ἔνθα κεῖται θανὼν Πῖκος ὁ καὶ Ζεὺς, ὃν καὶ Δία καλοῦσι.» 5. Μετὰ δὲ τὴν τοῦ Διὸς τελευτὴν ἐβασίλευσεν ὁ τού‐ | |
30 | του υἱὸς Φαῦνος ὁ καὶ Ἑρμῆς τῆς Ἰταλίας ἔτη λεʹ· ὃς ἦν ἀνὴρ πανοῦργος καὶ μαθηματικός. Ὅστις ἐφεῦρε μέταλλον χρυσοῦν ἐν τῇ δύσει πρῶτος, καὶ τὸ χωνεύειν. Γνοὺς δὲ ὅτι διαφθονοῦνται αὐτῷ οἱ ἀδελφοὶ ὄντες περί που οʹ (μετὰ πολλῶν γὰρ μιγνύμενος ὁ Ζεὺς ἐτεκνο‐ | |
35 | ποίει), ἀνεχώρησε μετὰ πολλοῦ χρυσοῦ σφόδρα, καὶ ἀπῆλθεν εἰς Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χάμ. Καὶ δεχθεὶς ἐν τιμῇ διέτριβεν ἐκεῖ μεγαλαυχῶν καὶ φορῶν χρυσῆν στολὴν, λέγων καὶ μαντείας. Ἦν γὰρ σφόδρα λόγιος. Καὶ προσεκύνουν αὐτῷ, λέγοντες εἶναι θεὸν, ὅτι | |
40 | προὔλεγε τὰ μέλλοντα· καὶ παρεῖχεν αὐτοῖς χρήματα διὰ τοῦτο γὰρ καὶ πλουτοδότην ἐκάλουν. Τελευτήσαν‐ | |
τος οὖν Μεστρὲμ βασιλέως Αἰγύπτου ἐκ φυλῆς Χὰμ, ἐποίησαν Αἰγύπτιοι Ἑρμῆν βασιλέα· καὶ ἐβασίλευσεν ἔτη λθʹ. | 542 | |
45 | 6. Ἐγέννησε δὲ Ζεὺς καὶ ἕτερον υἱὸν ὀνόματι Ἡρα‐ κλέα μετὰ Ἀλκμήνης τῆς Θηβαίας, ὃς ἐκλήθη Τριέσ‐ περος. Οὗτος Ἡρακλῆς κατέδειξε [πρῶτος] τὸ φιλοσο‐ φεῖν ἐν τοῖς ἑσπερίοις μέρεσιν, ἤτοι τοῖς δυτικοῖς. Τοῦτον ἀποθεώσαντες οἱ τοῦ γένους αὐτοῦ μετὰ τὴν αὐτοῦ τε‐ | |
6(50) | λευτὴν, ἐκάλεσαν ἀστέρα οὐράνιον ὀνόματι αὐτοῦ τὸν ἀστροχίτωνα Ἡρακλέα· ὃν γράφουσι δορὰν λέοντος φο‐ ροῦντα καὶ τρία μῆλα κρατοῦντα· ἅπερ τρία μῆλα ἀφελέσθαι αὐτὸν ἐμυθολόγησαν τῷ ῥοπάλῳ φονεύσαντα τὸν δράκοντα, τουτέστι νικήσαντα τὸν πολυποίκιλον | |
55 | τῆς πονηρᾶς ἐπιθυμίας λογισμὸν διὰ τοῦ ῥοπάλου τῆς φιλοσοφίας, ἔχοντα περιβόλαιον φρόνημα ὡς δορὰν λέοντος· καὶ οὕτως ἀφείλετο τὰ τρία μῆλα, ὅπερ ἐστὶ τὰς τρεῖς ἀρετὰς, τὸ μὴ ὀργίζεσθαι, τὸ μὴ φιλαργυ‐ ρεῖν, τὸ μὴ φιληδονεῖν. Διὰ γὰρ τοῦ ῥοπάλου τῆς κρα‐ | |
60 | τερικῆς ψυχῆς καὶ τῆς δορᾶς τοῦ θρασυτάτου καὶ σώφρονος λογισμοῦ ἐνίκησε τὸν υἱὸν τῆς φαυλῆς ἐπιθυ‐ μίας φιλοσοφήσας μέχρι θανάτου, καθὼς Ἡρόδοτος (l. Ἡρόδωρος) ὁ σοφώτατος συνεγράψατο, ὃς καὶ ἄλ‐ λους Ἡρακλεῖς ἱστορεῖ γεγενῆσθαι ἑπτά. | |
65 | 7. Μετὰ Ἑρμῆν ἐβασίλευσεν Αἰγυπτίων Ἥφαιστος, ὃν καὶ θεὸν ἐκάλουν· ἦν γὰρ πολεμιστὴς καὶ μυστι‐ κὸς, ὃς συμπεσόντος αὐτῷ ἵππου ἐν τῷ πολέμῳ πλη‐ γεὶς ἔμεινε χωλεύων. Ἀπὸ δὲ μυστικῶν εὐχῶν τὴν ὀξυλάβην ἐδέξατο ἐκ τοῦ ἀέρος εἰς τὸ κατασκευάζειν ἐκ | |
70 | σιδήρου ὅπλα· ὅθεν καὶ ἐπικρατὴς εὑρέθη εἰς τοὺς πο‐ λέμους· πρὸ γὰρ αὐτοῦ ῥοπάλοις καὶ λίθοις ἐπολέμουν. Ἐνομοθέτησε δὲ καὶ ταῖς Αἰγυπτίων γυναιξὶ μονανδρεῖν καὶ σωφρόνως διάγειν. 8. Μετὰ [δὲ τὴν] τελευτὴν Ἡφαίστου ἐβασίλευσεν | |
75 | Αἰγυπτίων ὁ υἱὸς αὐτοῦ Ἥλιος ἡμέραις ͵δυοζʹ, ὡς εἶναι ἔτη ιβʹ καὶ ἡμέρας ϙζʹ. Οὔτε γὰρ ᾔδεισαν τότε Αἰγύ‐ πτιοι ἢ ἄλλοι τινὲς ἐνιαυτὸν ψηφίσαι, ἀλλ’ ἄλλοι μὲν τὰς περιόδους τῆς σελήνης εἰς ἐνιαυτοὺς ἐψήφιζον, οἱ δὲ τὰς περιόδους τῶν ἡμερῶν· οἱ γὰρ τῶν ιβʹ μηνῶν ἀριθμοὶ | |
80 | μετὰ ταῦτα ἐπενοήθησαν, ἐξ ὅτου ἐπωνομάσθη τὸ ὑπο‐ τελεῖς εἶναι τοὺς ἀνθρώπους τοῖς βασιλεῦσιν. Ὁ τοιοῦτος βασιλεὺς Αἰγύπτου Ἥλιος κατασχὼν γυναῖκα μοιχευο‐ μένην ἐτιμώρησεν αὐτὴν, στηρίζων τὴν τοῦ πατρὸς αὐ‐ τοῦ νομοθεσίαν· καὶ τοῦτό ἐστιν ὃ ποιητικῶς φησὶν | |
85 | Ὅμηρος, ὡς Ἥλιος ἤλεγξε τὴν Ἀφροδίτην συμμιγνυμέ‐ νην νυκτὸς Ἄρεϊ. Ἀφροδίτην γὰρ ἐκάλεσε τὴν ἐπιθύμη‐ σιν τῆς πορνείας ὑπὸ Ἡλίου βασιλέως ἐλεγχθείσης. Τὸ δὲ ἀληθὲς Παλαίφατος ὁ σοφώτατος χρονογράφος συν‐ εγράψατο. | |
90 | 9. Μετὰ τὴν Ἡλίου τελευτὴν ἐβασίλευσε Σῶσις. Μετὰ ταῦτα ἕτεροι δύο, καὶ μετ’ αὐτοὺς Θοῦλις, ὃς πα‐ ραλαβὼν πᾶσαν τὴν γῆν μετὰ (l. ἕως) τοῦ ὠκεανοῦ ἦλ‐ θεν ἐν τῇ Ἀφρικῇ εἰς τὸ μαντεῖον· καὶ θυσιάσας ἐπυνθάνετο λέγων· «Τίς πρὸ τῆς ἐμοῦ βασιλείας ἠδυνήθη ὑποτάξαι | |
95 | τὰ πάντα, ἢ τίς μετ’ ἐμέ;» Καὶ ἐδόθη αὐτῷ χρησμὸς οὗτος· Πρῶτα θεὸς, μετέπειτα λόγος καὶ πνεῦμα σὺν αὐτοῖς. [Ταῦτα δὲ] σύμφυτα πάντα καὶ [ἔντυμον] εἰς ἓν ἰόντα, οὖ κράτος αἰώνιον. | |
6(100) | 10. Μετ’ αὐτὸν ἐβασίλευσεν Αἰγυπτίων ἐκ τῆς φυλῆς Χὰμ Σῶστρις, ἐφ’ οὗ μετῳκίσθησαν ἐν Περσίᾳ Σκύθαι. Ἐν τοῖς χρόνοις τοῦ Σώστριδος ἦν Ἑρμῆς ὁ τρισμέγι‐ στος ὁ Αἰγύπτιος, ἀνὴρ φοβερὸς [ἐν σοφίᾳ], ὃς ἔφρασε τρεῖς μεγίστας δυνάμεις εἶναι, τὸ τοῦ ἀρρήτου καὶ δη‐ | |
105 | μιουργοῦ ὄνομα, [μίαν δὲ] θειότητα εἶπεν εἶναι· διὸ καὶ ἐκλήθη ὑπὸ τῶν Αἰγυπτίων Τρισμέγιστος. Ἐμφέρον‐ ται δὲ ἐν τοῖς πρὸς Ἀσκληπιὸν λόγοις αὐτοῦ ῥήματα ταῦτα· 11. «[Ἦν φῶς] νοερὸν πρὸ φωτὸς νοεροῦ καὶ ἦν ἀεὶ | |
110 | νοῦς νοὸς φωτεινός· καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνό‐ της· ἀεὶ ἐν αὑτῷ ὢν, ἀεὶ τῷ αὑτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. Ἐκτὸς τούτου οὐ θεὸς, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ κτίστης καὶ πατὴρ καὶ θεὸς, καὶ πάντα ὑπ’ αὐτὸν καὶ | |
115 | ἐν αὐτῷ ἐστιν. Ὁ γὰρ λόγος αὐτοῦ παντέλειος ὢν καὶ γόνιμος καὶ δημιουργὸς, ἐν γονίμῳ φύσει πεσὼν ἐν γο‐ | |
νίμῳ ὕδατι ἔγκυον τὸ ὕδωρ ἐποίησε.» (12) Καὶ ταῦτα εἰρηκὼς ηὔξατο λέγων· «ὁρκίζω σε, οὐρανὸν, θεοῦ μεγά‐ λου σοφὸν ἔργον, ὁρκίζω σε φωνὴν πατρὸς, ἣν ἐφθέγξατο | 543 | |
120 | πρώτην, ἡνίκα τὸν πάντα κόσμον ἐστηρίξατο· ὁρκίζω σε κατὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ τοῦ πνεύματος τοῦ περιέχοντος πάντα· ἵλεως, ἵλεως, ἵλεως ἔσο·» ὥστε οὖν καὶ Ἑρμῆς ὁ τρισμέγιστος καίτοι γε ἀγνοῶν τὸ μέλ‐ λον τριάδα ὁμοούσιον ὡμολόγησε. | |
125 | 13. Μετὰ Σῶστριν ἐβασίλευσε τῶν Αἰγυπτίων Φα‐ ραὼ ὁ καὶ Καραχὼ, ἀφ’ οὗ οἱ τῶν Αἰγυπτίων δυνάσται τὴν ἐπωνυμίαν ἔλαβον Φαραώ. 14. Καθ’ ὃν δὲ χρόνον ἐβασίλευσε τῶν Ἀργείων ἐν τοῖς δυτικοῖς μέρεσιν Ἴναχος ἐκ τῆς φυλῆς Ἰάφεθ κα‐ | |
130 | ταγόμενος, καὶ κτίζει πόλιν εἰς ὄνομα τῆς σελήνης, Ἰώ· οὕτω γὰρ τὴν σελήνην ἐκάλουν Ἀργεῖοι· καὶ ἠγάγετο γυναῖκα Μηλίαν, ἀφ’ ἧς ἔσχεν υἱοὺς δύο καὶ θυγατέρα Ἰὼ, ἣν Πῖκος ὁ καὶ Ζεὺς ἥρπασε, καὶ ἐξ αὐτῆς ἔσχεν θυγατέρα Λιβύην. Ἡ τοίνυν Ἰὼ λυπηθεῖσα ἐπὶ τῇ | |
135 | διαφθορᾷ, ἀφεῖσα τοὺς γονεῖς, τοὺς ἀδελφοὺς καὶ τὴν θυγατέρα Λιβύην, ἔφυγεν εἰς Αἴγυπτον, κἀκεῖθεν ἐπὶ τὴν Συρίαν ἀπῆλθεν εἰς τὸ Σίλπιον καλούμενον ὄρος, εἰς ὅπερ Σέλευκος ὁ Νικάτωρ ἔκτισε πόλιν καὶ εἰς ὄνομα τοῦ υἱοῦ Ἀντιόχειαν ἐκάλεσε, κἀκεῖ ἐτελεύτα. Καὶ | |
140 | ἀπελθόντες εἰς ἀναζήτησιν αὐτῆς οἱ ἀδελφοὶ καὶ εὑρόν‐ τες θανοῦσαν ἔκτισαν αὐτῇ ἱερὸν ὅπερ ἐκάλεσαν Ἰώ‐ πολιν. 15. Ἡ δὲ Λιβύη γαμηθεῖσα Ποσειδῶνί τινι ἔτεκεν ἐξ αὐτοῦ παῖδας γʹ, Ἀγήνορα, Βῆλον καὶ Ἐνυάλιον. | |
145 | Ὁ Βῆλος γαμήσας Σίδην ἔσχε δύο υἱοὺς, Αἴγυπτον καὶ Δαναόν· ἐξ οὗ Αἴγυπτος καὶ Σιδὼν ὠνομάσθησαν. Ὁ δὲ Ἀγήνωρ ἤγαγε τὴν Τυρώ· ἐξ οὗ Τύρος πόλις· καὶ ἔσχεν υἱοὺς δʹ καὶ θυγατέρα μίαν, Κάδμον, Φοίνικα, Σύρον καὶ Κίλικα καὶ Εὐρώπην· καὶ ἔλαχον τὰς ἐπωνύμους | |
6(150) | χώρας Καδμείαν τὴν Θήβης, τὴν Φοινίκην, τὴν Συρίαν, τὴν Κιλικίαν καὶ τὴν Εὐρώπην. Τὴν Εὐρώπην δὲ ἁρ‐ πάσας ταῦρος, βασιλεὺς Κρήτης, ἔτεκε Μίνωα. 16. Κατὰ τούτους τοὺς χρόνους ἀνεφάνη τις ἐν Τύρῳ ἀνὴρ σοφὸς ὄνομα Ἡρακλῆς, ὃς εὗρε τὴν [βα]φὴν, τὴν | |
155 | καλουμένην κογχύλην, ἰδὼν κύνα ποιμενικὸν ἐσθίοντα κογχύλην καὶ τὸν [ποι]μένα ἐκμάσσοντα μετὰ πόκον προ[βάτου] τὸ τοῦ κυνὸς στόμα, καὶ προσαγαγὼν τὸν πόκον [ὡς μέγα δῶρον] τῷ βασιλεῖ. (17) Ὁ δὲ Σύ‐ ρος εὗρε τὴν ἀριθμητικὴν, ἐδόξασε δὲ καὶ ἀσωμάτους | |
160 | ἀρχὰς καὶ μεταβολὴν τῶν ψυχῶν εἰς ἕτερα ζῶα. 18. Κατὰ τοὺς χρόνους τούτους ἐγνωρίζετο Φαλὲκ, ὁ υἱὸς Ἕβερ, περὶ οὗ Μωσῆς ἔγραψε, καὶ ἕτερος υἱὸς τοῦ Πίκου Διὸς ἀπὸ Δανάης γενόμενος ὀνόματι Περ‐ σεὺς, ὃν ἐδίδαξεν ὁ πατὴρ πάσας τὰς μυστικὰς φαντα‐ | |
165 | σίας· ὅστις βουλόμενος ἑαυτῷ καταστῆσαι βασιλείαν καὶ διὰ πολλῆς ἐρχόμενος γῆς, εἶδε παρθένον κόρην αὐχμηράν τε καὶ δυσειδῆ ὀνόματι Μέδουσαν· καὶ λα‐ βὼν ἀπέτεμεν αὐτῆς τὴν κεφαλὴν, καὶ τελέσας αὐτὴν, ὡς ἐδιδάχθη, ἐβάσταζε καταπλήττων πάντας καὶ ἀναι‐ | |
170 | ρῶν τοὺς ὁρῶντας· ἥντινα κεφαλὴν ἐκάλεσε Γοργόνα διὰ τὴν ὀξύτητα τῆς ἐνεργείας. ** γυναικὸς Ἀνδρομέδας, καὶ καταλαβὼν κώμην λεγομένην Ἀμάνδραν, ἐποίησεν αὐτὴν πόλιν, στήσας ἑαυτῷ στήλην βαστάζουσαν τὴν Γοργόνα· αὕτη μετεκλήθη ἕως νῦν Ἰκόνιον διὰ τὸ ἀν‐ | |
175 | τεικόνισμα τῆς Γοργόνος. Ἐπολέμησε δὲ καὶ Ἰσαύροις καὶ Κίλιξιν, ἔνθα πόλιν κτίζει ἣν ἐκάλεσε Ταρσόν [ἐν τῇ κώμῃ τῇ] λεγομένῃ Ἀνδρασῷ. Χρηματισθεὶς (ἐχρη‐ ματίσθη?) γὰρ κατ’ ὄναρ ὅτι ἐν τῷ (l. ᾧ) τόπῳ μετὰ τὴν πρὸς πολεμίους νίκην ἀποβὰς ἐκ τοῦ ἵππου τὸν ταρ‐ | |
180 | σὸν ἀπόθηται τοῦ ποδὸς, ἐκεῖ ὑπὲρ τῶν νικητηρίων κτίσαι πόλιν, καὶ κτίσας ταύτην ἐκάλεσε Ταρσόν. Μετὰ δὲ ταῦτα καὶ Μήδους νικήσας ἐκάλεσε τὴν χώραν Περ‐ σίδα, ἐδίδαξε δὲ καὶ πολλοὺς τῶν Περσῶν τὰς ἐπὶ τῆς Γοργόνος τελετάς. (18*) Καθ’ ὃν δὴ χρόνον κατηνέχθη | |
185 | σφαῖρα πυρὸς ἐκ τοῦ οὐρανοῦ, ἐξ ἧς ἔλαβεν ὁ Περσεὺς πῦρ, καὶ παρέδωκε τιμᾶν αὐτό· [ὃ] καὶ μέχρι νῦν φυ‐ | |
λάττουσι. (19) Συνέβαλε δὲ τῷ Κηφεῖ τῷ πατρὶ Ἀνδρο‐ μέδας, τυφλῷ ὄντι ὑπὸ τοῦ γήρως, καὶ προεβάλετο, καθ’ ὅπερ εἶχεν ἔθος, εἰς βοήθειαν τὴν κεφαλὴν Γοργό‐ | 544 | |
190 | νος· ὁ δὲ μὴ βλέπων οὐκ ἔ[θανεν]· ὁ δὲ Περσεὺς [ἀγνο‐ ῶν] δι’ ἣν αἰτίαν ἐξέφυγεν ἐκεῖνος τὸν ἀπὸ τῆς Γοργό‐ νος θάνατον, καὶ νομίσας μηκέτι ἐνεργεῖν τὴν ὑπ’ αὐτοῦ φερομένην κεφαλὴν, στρέψας εἰς ἑαυτὸν καὶ ταύτην ἑωρακὼς ἐτελεύτα. (20) Βασιλεύει μετ’ αὐτὸν Περσῶν | |
195 | ὁ υἱὸς αὐτοῦ Μέρρος, ὅστις ἔκαυσε τὴν μυσαρὰν ἐκεί‐ νην κεφαλὴν τῆς Γοργόνος. | |
7a | Exc. Salmas.: Διόνυσος πολεμήσας Πενθεῖ τῷ ἐξαδέλφῳ δέσμιος ἤχθη· Ἀγαυὴ δὲ ἡ μήτηρ Πεν‐ θέως ἔπεισεν αὐτοὺς σπείσασθαι ἐνώπιον τοῦ πάππου Κάδμου· ὁ δὲ Διόνυσος ἐνετείλατο τοῖς οἰκείοις ἀνελεῖν | |
5 | Πενθέα· καὶ ἐμυθεύθη ὅτι ἡ Ἀγαυὴ τὸν οἰκεῖον διεσπά‐ ραξεν, οἷα τοῦ θανάτου αὐτοῦ αἰτία γενομένη. Στασια‐ σάντων δὲ τῶν πολιτῶν ἐπὶ τῷ θανάτῳ Πενθέως, Διό‐ νυσος μὲν ἀπελαύνετο, προχειρίζεται δὲ Λυκοῦργος. | |
7b | Tzetzes Hist. VI, 61, 581: Ὁ δ’ Ἰωάννης χρονικὸς ἀλληγορῶν που λέγει· Πενθεύς τε καὶ ὁ Λάβδακος, μᾶλλον δὲ Πενθεὺς πλέον, ἀνῃρημένων τῶν λοιπῶν ἐγγόνων τῶν τοῦ Κάδμου, | |
5 | τοῦ μὲν Ἀκταίωνος αὐτοῦ ὑπὸ κυνῶν ἰδίων, Λεάρχου Μελικέρτου δὲ παρὰ πατρὸς μητρός τε, εἶχεν ἐλπίδα κατασχεῖν τὰ σκῆπτρα καὶ τοὺς θρόνους. Ὡς δ’ ἤκουσε Διόνυσον ἔγγονον νόθον Κάδμου ἀντιποιεῖσθαι τῆς ἀρχῆς, δεσμεῖ κρατήσας τοῦτον. | |
10 | Λύσας λιταῖς δὲ τῆς μητρὸς κτείνεται δόλοις τούτου. Διόπερ μῦθον ἔπλασαν, ἐκ τῆς μητρὸς κτανθῆναι. | |
8 | Cod. Paris. 1630: Μετὰ δὲ Κάδμον ἐβασίλευσε τῆς Βοιωτίας Νυκτεὺς, οὗ θυγάτηρ Καλλιόπη ἐκ μίξεως Θεοβοίου Ζῆθον καὶ Ἀμφίονα ἔτεκεν, οἳ ῥιφέντες καὶ παρ’ ἀγροίκου ἀνατραφέντες κρατοῦσι τῆς Βοιωτίας, | |
5 | ἐπαναστάντες τῷ Νυκτεῖ, καὶ κτίζουσι πόλιν τὴν πρώην οὖσαν κώμην καὶ καλουμένην Ἐγχέλειαν, καὶ ὠνόμασαν αὐτὴν Θήβας εἰς ὄνομα τοῦ πατρὸς αὐτῶν. (2) Τούτων ἀπόγονος Λάϊος, ἀφ’ οὗ Οἰδίπους γεννηθεὶς ἐξετέθη ξύλῳ τοὺς πόδας περικλεισθεὶς, καὶ Οἰδίπους | |
10 | ὠνομάσθη διότι ὠγκωμένους εἶχε τοὺς πόδας. Γέγονε δὲ ἀνδρεῖος καὶ τὴν χώραν ἐλῄστευε. Καθ’ ὃν δὴ χρόνον καὶ ἡ λεγομένη Σφὶγξ ἐφάνη, γυνὴ δυσειδὴς καὶ θηριώ‐ δης τὴν φύσιν, ἥτις [ἀποβαλοῦσα] τὸν ἄνδρα, καὶ λῃ‐ στρικὴν συναγαγοῦσα χεῖρα καὶ τόπον καταλαβοῦσα | |
15 | δύσβατον τοὺς [παριόντας] ἐφόνευε καὶ τὰς Θήβας τῶν ἀναγκαίων ἐστένου. (3) Ὁ οὖν Οἰδίπους δεινότατον [τι] βουλευσάμενος [ἐς τὸ ἀναιρεῖν τὴν Σφίγγα, ἔλαβεν ἐκ τοῦ κτήματος ὅπου ἀνετράφη ἀγροίκους γενναίους, προσποιούμενος θέλειν] ἑαυτὸν μετ’ αὐτῆς λῃστεύειν καὶ | |
20 | ἐπιτηρήσας καιρὸν λόγχῃ ἀναιρεῖται ταύτην, καὶ προά‐ γει εἰς τὴν πόλιν. Οἱ δὲ Θηβαῖοι θαυμάσαντες ἀναβοῶσιν αὐτὸν βασιλέα. (4) Μάχης δὲ γενομένης Λάϊος λίθῳ τὴν κεφαλὴν βληθεὶς ἀναιρεῖται· Ἰοκάστη δὲ φοβου‐ μένη τῆς βασιλείας ἐκπεσεῖν ἄγει τὸν Οἰδίποδα, καὶ | |
25 | χειροτονεῖ βασιλέα. Καὶ θεραπεύει τὸ πλῆθος, καὶ βασι‐ λεύει χρόνους ιθʹ, καὶ τίκτει μετ’ Ἰοκάστης υἱοὺς βʹ καὶ θυγατέρας βʹ. (5) Μετὰ δέ τινα χρόνον ἐρωτησάσης Ἰοκάστης περὶ τῶν γονέων αὐτοῦ, εἶπε Μελίβοιον τὸν θρεψάμενον· ἡ δὲ μετεστείλατο αὐτόν· καὶ εἶπε μὴ εἶναι | |
30 | τούτου υἱὸν, ἀλλ’ ἐν τῇ ὕλῃ εὑρεῖν· καὶ μαθοῦσα χρό‐ νον εὗρεν ὅτι υἱὸς αὐτῆς ὑπῆρχε, καὶ εἶπε τῷ Οἰδί‐ ποδι. Ὁ δὲ ἀκούσας ἔλαβεν ἥλους καὶ πήξας τοὺς ὀφθαλμοὺς ἀπέθανεν ἅμα μητρὶ Ἰοκάστῃ. | |
34t | ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. | |
35 | 1. Ἐπειδὴ δὲ ἀναγκαῖον εἰπεῖν ὅπως οἱ τότε ἄνθρω‐ ποι πολυθεΐαν ἐτίμησαν, λεκτέον ἡμῖν ἐντεῦθεν ἀρχο‐ μένοις. Σερούχ τις ἐκ τῆς τοῦ Ἰάφεθ φυλῆς καταγόμενος δόγμα παρέδωκε τιμᾶσθαι τοὺς πάλαι τελευτήσαντας καὶ ἀριστεύσαντας ἄνδρας ἢ διὰ εἰκόνων ἢ διὰ ἀνδριάν‐ | |
40 | των, καὶ τούτους προσκυνεῖσθαι κατ’ ἔτος ὡς ἔτι ζῶντας, καὶ μνήμας αὐτῶν ἐκτελεῖν καὶ ἐν ταῖς ἱερατικαῖς ἀνα‐ γράφεσθαι βίβλοις, καὶ θεοὺς αὐτοὺς ὀνομάζειν ὡς εὐ‐ εργέτας. [Ἐντεῦθεν εἰσήχθη ἡ πολυθεΐα καὶ ἡ εἰδωλολα‐ τρία.] Τοῦτο δὲ διέμεινε παρ’ αὐτοῖς μέχρι τῶν χρόνων | |
45 | Θάρρα τοῦ πατρὸς Ἀβραάμ. Ἦν γὰρ ἀγαλματοποιὸς καὶ ἀπὸ διαφόρων ὑλῶν τῇ πόλει εἰκόνας ἐργαζόμενος καὶ λέγων τούτους εἶναι θεοὺς καὶ ὀφείλειν προσκυνεῖ‐ σθαι ὡς αἰτίους τῶν ἀγαθῶν. Ἐντεῦθεν δὲ διέδραμεν | |
ἡ τοιαύτη δόξα εἰς τὰ πλεῖστα τῶν ἀνθρώπων γένη, | 545 | |
8(50) | μάλιστα δὲ ἐν Ἑλλάδι. Ἤδη γὰρ ἦσαν οὗτοι τὴν τοιαύτην ἀναδεξάμενοι πλάνην, καὶ τιμήσαντες Ἕλληνα τὸν γίγαντα τὸν ἀπὸ φυλῆς τοῦ Ἰάφεθ καταγόμενον καὶ τῆς πυργοποΐας κοινωνὸν γενόμενον, δι’ ἣν ἐμερίσθησαν αἱ γλῶτται τῶν ἀνθρώπων, καὶ ἐκλήθησαν μέροπες. | |
9 | Exc. De virt.: Ὅτι ἡ εἰδωλολατρεία ἤρ‐ ξατο ἀπὸ Σερούχ τινος καταγομένου ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, δογματίσαντος εἰκόσι καὶ ἀνδριᾶσι τιμᾶσθαι τοὺς πάλαι ἀριστεύσαντας, καὶ τιμᾶσθαι ὡς εὐεργέτας. | |
5 | Καὶ τοῦτο ἐπεκράτησε μέχρι τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. Ἀβραὰμ δὲ δίκαιος γενόμενος καὶ εἰς θεογνωσίαν ἐλθὼν καὶ λογισάμενος ὅτι ὁ πατὴρ αὐτοῦ τοὺς ἀνθρώπους πλανᾷ, παρασκευάζων αὐτοὺς εἰδώλοις καὶ ἀγάλμασι προσκυνεῖν, καὶ ποιητὴν ἁπάντων μὴ | |
10 | γνωρίζειν θεὸν, συντρίψας τὰ τοῦ πατρὸς ἔργα, ἀνεχώ‐ ρησεν ἀπὸ Καρρῶν ὅρων Χαλδαίων τῆς μέσης τῶν πο‐ ταμῶν χώρας, καὶ ᾤκησεν εἰς τὰ μέρη τῆς νυνὶ καλου‐ μένης Παλαιστίνης πέραν τοῦ Ἰορδάνου ποταμοῦ αὐ‐ τὸς καὶ οἱ αὐτοῦ συγγενεῖς καὶ Λὼτ ὁ υἱὸς τοῦ ἀδελφοῦ | |
15 | αὐτοῦ, πέμπτῳ καὶ ἑβδομηκοστῷ ἔτει τῆς ἑαυτοῦ ζωῆς. Εἰσὶν οὖν ἀπὸ τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ ἔτη ͵αυγʹ. Ἀπὸ δὲ τοῦ Ἀδὰμ ἕως τοῦ Ἀβραὰμ ͵γψμεʹ. Ἐγένετο δὲ Ἀβραὰμ πλούσιος σφόδρα ἐν κτήνεσι πολλοῖς, καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ συνοικία αὐτῶν. Καὶ ἔδωκε Λὼτ | |
20 | οἰκεῖν τὰ πέραν τοῦ Ἰορδάνου. Καθ’ ὃν δὴ χρόνον ἀπώ‐ λοντο δύω πόλεις Σόδομά τε καὶ Γόμορρα, θείου πυρὸς καταρραγέντος ἐπ’ αὐτὰς, διότι τοὺς παριόντας ἐνύ‐ βριζον ξένους. | |
10 | Exc. Salmas.: Ἰορδάνης λέγεται ὁ ποταμὸς, διότι δύο ἅμα μίγνυνται ποταμοὶ, Ἰόρ τε καὶ Δάνης, καὶ ἀποτελοῦσιν αὐτὸν, ὥς φησι Πλούταρχος. Περὶ τοῦ Ἰορδάνου ἀπὸ τῆς ἱστορίας Φιλοστοργίου. | |
5 | «Ἐπ’ ἐσχάτοις τῆς Παλαιστίνης τέρμασι, μεθ’ ἣν ἡ τῶν Φοινίκων ἐκδέχεται, κεῖται πόλις Δὰν ὀνομα‐ σθεῖσα πρότερον ἐκ τῆς τοῦ Δὰν φυλῆς, ὁπηνίκα χρόνον ἐπ’ οὐκ ὀλίγον οὗτοι δὴ μόνοι τοῦ παντὸς ἔθνους πλα‐ νώμενοι, τελευταῖον τὰ ταύτῃ κατασχόντες χωρία, | |
10 | μόγις ἱδρύνθησαν, καὶ πόλιν ἐπὶ τοῖς ἄκροις αὐτῶν ὄρεσι δειμάμενοι, τὴν τοῦ φυλάρχου σφῶν ἐπέθηκαν κλῆσιν, καὶ τοῦτο ἦν τῆς Ἰουδαίας ὁ ἔσχατος πρὸς Φοινίκην ὅρος. Ταύτην χρόνῳ ὕστερον Ἡρώδης ὁ μέγας οἰκο‐ δομήσας, Καισάρειαν Φιλίππου μετωνόμασε, νῦν δὲ | |
15 | Πανεάς ἐστι καλουμένη· τὸ γὰρ Πανὸς ἐν ταύτῃ βρέτας στησάμενοι, εἰς τοῦτο τὴν τῆς πόλεως ἔτρεψαν προση‐ γορίαν. Ἐν ταύτῃ τῇ Πανεάδι τῶν τοῦ Ἰορδάνου πη‐ γῶν ἡ ἑτέρα τίκτεται, δυοῖν οὐσῶν, Δὰν ἐκ τοῦ παλαιοῦ ὀνόματος ἔτι καὶ νῦν ὀνομαζομένη· τὴν γὰρ ἑτέραν, ἥτις | |
20 | Ἰὸρ ἐπικαλεῖται, πόρρωθεν αὐτῆς ὡς ἀπὸ σταδίων ρξʹ, κόλωνός τις τοῦ αὐτοῦ προΐησιν ὄρους· ὧν ἐξ ἑκατέρας προχεῖται ποταμὸς, ὁ μὲν Ἰοράτης, ὁ δὲ Δανίτης ἐπι‐ καλούμενος· οἳ διὰ τοῦ ὄρους ἐνεχθέντες, ἐπειδὴ κα‐ ταβαῖεν εἰς τὸ πεδίον, ἐνταῦθα ἤδη ξυνίασιν καὶ ἕνα | |
25 | μέγιστον ἀποτελοῦσι ποταμὸν τὸν Ἰορδάνην, ἐν ταὐτῷ ἤδη τό τε ῥεῦμα καὶ τὴν προσηγορίαν κιρνάμενοι· ὃς τὴν τῆς Τιβεριάδος διέξεισι λίμνην μέσην τέμνων αὐτὴν, καὶ δι’ ὅλης αὐτῆς ἐν τῷ οἰκείῳ ὁλκῷ ῥεόμενος μέχρις ἂν ἐπὶ τὴν κατέναντι ἐκπέσειε γῆν, | |
30 | ἶσος αὐτὸς αὑτῷ καὶ παραπλήσιος ὤν· κἀντεῦθεν ἤδη διὰ τῆς Παλαιστίνης ἐνεχθεὶς, ἅπας εἰς τὴν νεκρὰν κα‐ λουμένην εἰσπεσὼν ἀφανίζεται θάλασσαν.» | |
11 | Cod. Par. 1630: Ἰορδάνης δὲ ποταμὸς οὕτω λέ‐ γεται διὰ τὸ συμμίγνυσθαι δύο ἅμα, Ἰόρ τε καὶ Δάνην. Καθ’ ὃν δὴ χρόνον καὶ Μελχισεδὲκ ἐγνωρίζετο, ἀνὴρ εὐσεβὴς, καταγόμενος ἐκ γένους Σίδου, υἱοῦ Αἰγύπτου | |
5 | βασιλέως τῆς Λιβύης· ὅστις γενόμενος ἱερεὺς καὶ βα‐ σιλεὺς τῶν Χαναναίων ἔκτισε πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ [Σιὼν], καὶ καλέσας αὐτὴν Ἱερουσαλὴμ, ὅπερ ἐστὶν εἰρήνης πόλις, ἐβασίλευσεν ἐν αὐτῇ ἔτη ριγʹ, καθὼς Ἰώσηπος ἱστορεῖ. (2) Κατὰ τοῦτον τὸν | |
10 | χρόνον ἀπώλοντο δύο πόλεις, Σόδομα καὶ Γόμορρα θείου πυρὸς καταρραγέντος ἐπ’ αὐτὰς, διότι τοὺς παριόντας ἐνύβριζον ξένους. 3. Ἀβραὰμ δὲ ἐγέννησε τὸν Ἰσαὰκ ἐκ τῆς Σάρρας καὶ τὸν Ἰσμαὴλ [ἐκ τῆς] παιδίσκης τῆς Ἄγαρ· ἐξ ὧν | |
15 | Σαρακηνοί τε καὶ Ἰσμαηλῖται προσαγορεύονται. Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακὼβ, τὸν κληθέντα Ἰσραὴλ, καὶ τὸν Ἠσαὺ, ἀφ’ οὗ Ἴσαυροι καὶ Ἰσραηλῖται μετωνομά‐ σθησαν. Ἰακὼβ δὲ ἐγέννησεν υἱοὺς ιβʹ· ἐκ τούτων αἱ νῦν φυλαὶ τοῦ Ἰσραὴλ καὶ τὸ τῶν ἱερέων γένος ἀπε‐ | |
20 | δείχθη, οἵ τε Ἑβραῖοι πάλαι λεγόμενοι Ἰουδαῖοι τότε προσηγορεύθησαν. | |
4. Καθ’ ὃν χρόνον ἐγνωρίσθη παρ’ Ἕλλησιν Ἡσίο‐ δος ἀνὴρ σοφὸς, [ὃς τὰ Ἀσσυρίων γράμματα εἰς Ἑλλάδα γλῶσσαν μετέβαλεν]. Τότε δὲ καὶ ἐν τῇ χώρᾳ τῶν Κα‐ | 546 | |
25 | ρῶν ἐγένετό τις Ἐνδυμίων ὀνόματι, ὅστις διὰ μυστικῶν εὐχῶν ἀπὸ τῆς σελήνης ἐβούλετο μαθεῖν τὸ τοῦ Θεοῦ ὄνομα, καὶ δι’ ὀνείρου μαθὼν ἀπέψυξε. Καὶ μῦθός ἐστι μέχρι τοῦ νῦν, τὸ τούτου λείψανον δονεῖσθαι κατὰ τὴν Καρῶν χώραν. [Ὁ δὲ μῦθός φησιν αὐτὸν ὑπὸ τῆς Σε‐ | |
30 | λήνης φιλεῖσθαι.] 5. Ἰακὼβ δὲ ἐπορεύθη εἰς Αἴγυπτον πρὸς τὸν υἱὸν αὐτοῦ τὸν Ἰωσὴφ μέγαν γενόμενον. Ἰωσὴφ πρὸς τοὺς ρʹ γεγονὼς ἐνιαυτοὺς μετήλλαξε τὸν βίον. Λευὶ δὲ ἐγέννησε τὸν Ἀβρακαὰδ, ὁ δὲ τὸν Ἄμρα, καὶ οὗτος τὸν | |
35 | Μωσέα καὶ τὸν Ἀαρών. Γίνεται δὲ ἀπὸ Ἀβραὰμ ἐπὶ Μωσέως ἔτη φεʹ, τὰ δὲ ἀπὸ Ἀδὰμ ἕως Μωσέως ἔτη ͵δσδʹ. Μωσῆς δὲ ἀναληφθεὶς ὑπὸ τῆς θυγα‐ τρὸς Φαραὼ, ἐπαιδεύθη πᾶσαν σοφίαν Αἰγυπτίων· πʹ δὲ ἐνιαυτῶν γενόμενος ἀπῆρεν ἀπ’ Αἰγύπτου, συλ‐ | |
40 | λαβὼν Ἰσραηλίτας, οὐ μείονας χʹ χιλιάδων ὄντας, μετὰ ἐνιαυτοὺς λϛʹ, καὶ ἐπορεύθη διὰ τῆς Ἐρυθρᾶς φέρων καὶ τὰ ὀστᾶ τοῦ Ἰωσήφ· μʹ δὲ ἔτη συμφιλοσοφήσας τῷ λαῷ τελευτᾷ ἐτῶν ρκʹ, διάδοχον Ἰησοῦν τὸν τοῦ Ναυῆ καταλιπών· ὃς διδάξας τὸν λαὸν ἔτη κζʹ ἀπέθανε | |
45 | χρόνων [ὢν] ιʹ καὶ ρʹ. Ἑξῆς δὲ κριταὶ διηγοῦνται τοῦ Ἰσραήλ. | |
12 | Exc. Salmas.: Οἱ δυνάσται τῶν ἐθνῶν ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ διωκόμενοι, καὶ μὴ προσδεχθέντες παρ’ Αἰγυπτίων, εἰς τὴν τῶν Ἄφρων χώραν μετοική‐ σαντες ἐπέγραψαν· «Ἡμεῖς ἐσμὲν Χαναναῖοι, οὓς ἐδί‐ | |
5 | ωξεν Ἰησοῦς ὁ λῃστής.» | |
13 | Cod. 1630: Ἐν τοῖς χρόνοις δὲ τοῦ Ἰησοῦ ἐβασί‐ λευσε τῆς Ἀττικῆς Ὠγύγης, ὃς κατακλυσμοῦ γενομένου ἀπώλετο μετὰ τῆς χώρας, καὶ ἔμεινεν ἐξ ἐκείνου ἔρημος καὶ ἀοίκητος ἡ Ἀττικὴ χρόνους σϛʹ, καθὼς Ἀφρικανὸς | |
5 | συνεγράψατο. (3) Τῆς δὲ Μολοσσῶν χώρας ἐβασίλευσε τότε Ἀΐδης, ὃς εἶχε θυγατέρα κόρην, ἤτοι ὡραίαν, Περσεφόνην. Ἐρῶντος δὲ Πειρίθου, γνοὺς αὐτὸ ὁ πα‐ τὴρ ἔστησε πρὸ τῆς θύρας τοῦ κοιτῶνος ὃν εἶχε κύνα καὶ ἐκάλει τρικέρβερον διὰ τὸ μέγεθος· καὶ (ὃς?) κατὰ | |
10 | σύνταξιν ἐλθόντα τὸν Πειρίθουν διεχρήσατο, πρὸς δὲ καὶ τὴν κόρην ἐξελθοῦσαν εἰς βοήθειαν αὐτοῦ. Καὶ τοῦτο ἔστιν ὃ ποιητικῶς εἴρηται ὅτι ὁ Πλούτων ἥρπασεν αὐ‐ τὴν, ὡς Παλαίφατος. (3) Ἡ δὲ Σικυῶνος βασιλεία ἤτοι τῆς Ἑλλάδος διήρκεσεν ἔτη ϡπεʹ. (4) Ἐν τού‐ | |
15 | τοις τοῖς χρόνοις ἐγνωρίσθη Προμηθεὺς γραμματικῆς*, Ἐπιμηθεὺς μουσικῆς καὶ Ἄτλας ἀστρονομίας· δι’ ὃ λέ‐ γουσιν ὅτι τὸν οὐρανὸν βαστάζει· καὶ ὁ πανόπτης Ἄργος, τὴν τεχνικὴν ἐπιστήμην περίβλεπτος. (5) Ἐπε‐ τέθη δὲ καὶ ἡ τῆς [Ἀττικῆς] βασιλεία. εἰς Ἀθήνας, | |
20 | καὶ ἤρκεσεν ἔτη υϙβʹ. Ἐβασίλευσε δὲ πρῶτος Κέ‐ κροψ, [ὅστις δι]φυὴς ἐκλήθη διὰ τὸ τοῦ σώματος μέγεθος. Ὃς ἐνομοθέτησε γυναῖκας ἐκδίδοσθαι ἀνδρὶ ἑνὶ, πρότερον θηριωδῶς μιγνυμένας. Τοῦτο δὲ ἐποίη‐ σεν ὡς ἐξ Αἰγύπτου καταγόμενος, τὴν νομοθεσίαν | |
25 | Ἡφαίστου οὐκ ἀγνοῶν· ἔλεγε δὲ ὅτι καὶ διὰ τὴν τοιαύτην τῆς ἀσελγείας κακοήθειαν ἡ Ἀττικὴ κατε‐ κλύσθη. (6) Μετὰ αὐτὸν ἐβασίλευσε Κράναος, Φορ‐ [ωνεὺς] καὶ οἱ ἐφεξῆς μέχρι Κόδρου. Ἐκ τότε μετέπεσεν ἡ τῶν Ἀθηναίων βασιλεία εἰς ἀριστοκρατίαν, καὶ ἐγέ‐ | |
30 | νετο πρῶτος Δράκων ὁ νομοθέτης, εἶτα Σόλων, μετὰ [τοῦτον] Θαλῆς, ἑξῆς Αἰσχύλος καὶ ἕτεροι. Καὶ ἐκρά‐ τησε τὰ πάντα ἔτη ϡπβʹ. (7) Τότε καὶ Ὀρφεὺς ἐγνω‐ ρίζετο, σοφὸς ἄριστος γενόμενος καὶ πολλὰ μυστήρια | |
διδαχθείς. Φέρονται αὐτοῦ καὶ περὶ θεογνωσίας λόγοι, | 547 | |
35 | ἐν οἷς εἶπεν, ὅτι τὸ ὑπέρτατον φῶς πάντα ἐδημιούργη‐ σεν, ὅπερ ὠνόμασε Βουλὴν, Φῶς, Ζωήν· ταῦτα τὰ τρία ὀνόματα μίαν δύναμιν ἀπεφήνατο καὶ ἓν κράτος τοῦ δημιουργοῦ πάντων θεοῦ. | |
14 | Suidas: Ὀρφεύς. Ὅτι ἐπὶ τῶν παρὰ Ἰουδαίοις Κριτῶν, καταλυθείσης τῆς βασιλείας Ἀθηναίων, Ὀρ‐ φεὺς ἐγνωρίζετο, σοφὸς ἄριστος γενόμενος καὶ πολλὰ μυστήρια διδαχθείς. Φέρονται γὰρ αὐτοῦ καὶ περὶ θεο‐ | |
5 | γνωσίας λόγοι, ἐξ ὧν εἰσὶ ταῦτα. Εἶπε γὰρ ὅτι ἐξαρχῆς ἀνεδείχθη ὁ αἰθὴρ ὑπὸ τοῦ θεοῦ δημιουργηθείς· καὶ ἐν‐ τεῦθεν κἀκεῖθεν τοῦ αἰθέρος ἦν χάος, καὶ νὺξ φοβερὰ πάντα κατεῖχε καὶ ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα· σημαί‐ νων τὴν νύκτα προτερεύειν· εἰρηκὼς ἀκατάληπτόν τινα | |
10 | καὶ πάντων ὑπέρτατον εἶναι καὶ προγενέστερον καὶ δη‐ μιουργὸν ἁπάντων, τόνγε ὑπέρτατον αἰθέρα. Καὶ τὴν γῆν εἶπεν ἀόρατον. Ἔφησε δὲ ὅτι τὸ φῶς ῥῆξαν τὸν αἰθέρα ἐφώτισε τὴν γῆν καὶ πᾶσαν τὴν κτίσιν· ἐκεῖνο εἰπὼν τὸ φῶς, τὸ ὑπέρτατον πάντων, τὸ ἀπρόσιτον, τὸ | |
15 | πάντα περιέχον· ὅπερ ὠνόμασε Βουλὴν, Φῶς, Ζωήν. Ταῦτα τὰ τρία ὀνόματα μίαν δύναμιν ἀπεφήνατο, καὶ ἓν κράτος τοῦ δημιουργοῦ πάντων θεοῦ, τοῦ πάντα ἐκ τοῦ μὴ ὄντος παραγαγόντος εἰς τὸ εἶναι, ὁρατά τε καὶ ἀόρατα. Περὶ δὲ τοῦ γένους τῶν ἀνθρώπων εἶπεν, ὅτι | |
20 | καὶ αὐτὸ ὑπὸ τοῦ δημιουργοῦ πάντων καὶ θεοῦ ἐπλάσθη, καὶ ψυχὴν ἔλαβε λογικὴν, ἀκολουθήσας τοῖς Μωσέως· καὶ ταλαίπωρον εἰρηκὼς τὸ γένος τῶν ἀνθρώπων καὶ πολλοῖς ὑποκείμενον πάθεσι ψυχικοῖς τε καὶ σωματι‐ κοῖς, δεκτικόν τε ἀγαθῶν καὶ πονηρῶν ἔργων, καὶ τὰ | |
25 | πρὸς τὸ ζῆν ἀθλίως διακείμενον. | |
15 | Codex 1630: Ἐν τοῖς αὐτοῖς χρόνοις ὁ Μαρσύας ἐγένετο αὐλητὴς, καὶ τὰ κατὰ τὸν Ἰάσονα καὶ τοὺς Ἀρ‐ γοναύτας ἐπράχθη, οἳ προσορμίσαντες ἐν Κυζικῷ καὶ μετὰ τὸ ξενωθῆναι κατὰ ἄγνοιαν συμβαλόντες καὶ | |
5 | ἀνελόντες Κυζικὸν τὸν βασιλέα, καὶ πενθήσαντες, ἔκτι‐ σαν ἱερὸν εἰς μνήμην αὐτοῦ, ἐκεῖθέν τε ἀπελθόντες εἰς τὰ καλούμενα Πύθια θερμὰ καὶ θυσιάσαντες ἐπηρώτων τὸν Ἀπόλλωνα τίνος ἐστὶ τὸ ἱερὸν ὅπερ αὐτοὶ ᾠκοδό‐ μησαν. Καὶ ἐδόθη αὐτοῖς χρησμὸς περιέχων οὕτως· | |
10 | «Ἀδαὴς κόρη ἔγκυος ἔσται· ὁ γὰρ ἐξ αὐτῆς προϊὼν ἅπαντα κόσμον ζωγρήσας πατρὶ προσάξει δῶρον· αὐτῆς ἔσται δόμος οὗτος. Μαρία δὲ τοὔνομα αὐτῆς.» Οἱ δὲ νομίσαντες περὶ Ῥέας ταῦτα λελέχθαι, ἐπωνόμασαν αὐτὸν τῆς Ῥέας. Ὅστις οἶκος ἐπὶ Ζήνωνος τοῦ βασι‐ | |
15 | λέως, ἐκκλησία γέγονε τῆς δεσποίνης ἡμῶν καὶ θεοτόκου Μαρίας. (2) Ἐκεῖθέν τε ἀναπλέοντες διὰ τῆς Βιθυνίας ὡρμημένοι τὴν Ποντικὴν διαπεράσαι θάλασσαν, καὶ φθάσαντες περὶ τὸν καλούμενον Ἀνάπλουν, ἔμαθον ὅτι τὸ στενὸν ἐκεῖνο τῆς θαλάσσης βάρβαρός τις Ἄμυκος | |
20 | κατέχει καὶ τοὺς πλέοντας λῃστεύει καὶ φονεύει, καὶ καταφυγόντες ἐν κόλπῳ δασυτάτῳ ἐθεάσαντο ἐν ὀπτα‐ σίᾳ τινὰ φοβερὰν [ἀνδρὸς] εἰκόνα ἀετοῦ ἔχοντος πτέ‐ ρυγας κατὰ τῶν ὤμων, προθεσπίζοντος αὐτοῖς τὴν κατὰ Ἀμύκου νίκην. Συμβαλόντες γοῦν ἀναιροῦσι τὸν Ἄμυ‐ | |
25 | κον, καὶ ὑποστρέψαντες ᾠκοδόμησαν ἐν ἐκείνῳ τῷ τόπῳ ἱερὸν, γράψαντες ἐν εἰκόνι ὅπερ εἶδον ἐκτύπωμα, καὶ ὀνομάσαντες τὸν τόπον Σωσθένιον· ὅπερ ἱερὸν χρόνοις ὕστερον ὁ τοῦ Βυζαντίου βασιλεὺς Κωνσταντῖνος ὁ μέ‐ γας εἰς ὄνομα τοῦ ἀρχαγγέλου Μιχαὴλ ὠνόμασεν. | |
30 | (3) Ἐκεῖθεν οἱ περὶ Ἰάσονα διὰ τῆς Ποντικῆς θαλάσσης εἰς Κολχίδα παραγενόμενοι ἔλαβον τὴν Μήδειαν καὶ τὸ χρυσοῦν λεγόμενον δέρας, ὅπερ ἦν οὐχ ὥσπερ ποιητι‐ κῶς φέρεται, ἀλλὰ βιβλίον ἐν δέρμασι γεγραμμένον, περιέχον ὅπως δεῖ γίνεσθαι διὰ χημείας χρυσόν. (4) Ἐν | |
35 | δὲ τῆ Φρυγῶν χώρᾳ ἦν τότε Τρὼς ὁ πατὴρ Ἴλου καὶ Γανυμήδους. 5. Ἐγένοντο δὲ κατὰ τοὺς αὐτοὺς χρόνους Κριταὶ τῶν Ἰουδαίων Χουσαρθὼμ χρόνους ζʹ, Γοθονοὴλ χρόνους νʹ (l. μʹ), Γεδεὼν, Ἰεφθάε, ὃς ταξάμενος τὸ πρῶτον | |
40 | ὑπαντῆσαν αὐτῷ ἐν τῷ οἴκῳ αὐτοῦ καταθύειν, ἀνεῖλε τὴν θυγατέρα αὐτοῦ, Σαμψὼν, παῖς Μανωὲ, ὃς ὑπὸ Δαλίλας ὑπεκλάπη τὸν νοῦν, καὶ τῆς σωφροσύνης ἅμα καὶ τῆς ἰσχύος ἐξέπεσεν· καὶ ἐδόθη ἀλήθειν ἐν μύλῳ, | |
δέσμιος εἰς Γάζαν ἀχθείς. | 548 | |
16 | Exc. De virt.: Ὅτι Σαμψὼν, παῖς Μα‐ νωὲ, κριτὴς καὶ ἀνὴρ ἰσχυρός. Ἄχρι μὲν οὖν οὗτος ἐκράτει τῶν τοῦ σώματος ἡδονῶν, τῶν πολεμίων κατε‐ δυνάστευσεν· ἐπειδὰν δὲ ὑπὸ Δαλιλᾶ τῆς πόρνης ὑπε‐ | |
5 | κλάπη τὸν νοῦν, ἅμα καὶ σωφροσύνης καὶ τῆς ἰσχύος ἐξέπεσεν· ὑπό τε τῶν ἐναντίων ἁλοὺς δέσμιος εἰς Γάζαν ἀπήχθη, καὶ τῶν ὄψεων στερηθεὶς ἐδόθη ἀλήθειν ἐν μυ‐ λῶνι. Διὸ δὴ συμπεσὼν τοῖς τοῦ ἱεροῦ κίοσι συναπώ‐ λετο τοῖς ἐναντίοις εἰπών· «Ἀπελθέτω δὴ Σαμψὼν | |
10 | μετὰ τῶν ἀλλοφύλων.» Καὶ ὁ μὲν οὕτω διεφθάρη κρί‐ νας τὸν λαὸν ἔτη εἴκοσι. | |
17 | Codex 1630: Ἠλεὶ (ὃς), μυριάδων λαοῦ τεσσάρων καὶ τῶν παίδων αὐτοῦ ἀναιρεθέντων, ὑπὸ τῆς ἀθυμίας ἐξέπνευσε. Καὶ ἡ κιβωτὸς διαρπαγεῖσα παρὰ τῶν βαρ‐ βάρων πάλιν ἀπεδόθη μετὰ εἰκοσαετῆ χρόνον, λιμῷ | |
5 | περιπεσόντων τῶν βαρβάρων. Καὶ διήρκεσαν οἱ κριταὶ χρόνους τλζʹ. Ἔπειτα περιστάντος τοῦ πλήθους καὶ βιαζομένου χειροτονῆσαι Σαμουὴλ βασιλέα, καθάπερ εἶχον τὰ ἔθνη, πρῶτος ἀνεδείχθη βασιλεὺς Σαούλ. Βοὰζ δὲ δίκαιος ἀνὴρ ἐκ τῆς εὐσεβοῦς γυναικὸς Ῥοὺθ | |
10 | ἐγέννησε τὸν Ὠβὴδ, Ὠβὴδ δὲ τὸν Ἰεσσαῒ, Ἰεσσαῒ δὲ τὸν Δαυὶδ, ὃς τὸν βάρβαρον Γολιὰθ καταγωνισάμενος ἐκρίθη ὑπὸ πάντων μέγας, Σαοὺλ δὲ ὑπεκορίζετο. Ἡνίκα δὲ Σαοὺλ ὑπὸ τῶν πολεμίων ἥλω καὶ τὸν βίον μετήλ‐ λαξεν, εὐθέως βασιλεὺς ἀπεδείχθη τοῦ Ἰσραήλ. Δαυὶδ | |
15 | δὲ διάδοχον τῆς βασιλείας τὸν ἑαυτοῦ παῖδα Σολομῶνα ἀπέδειξεν· ἐν οἷς καὶ ὁ Τρωϊκὸς ἐκινήθη πόλεμος· ὅστις Σολομῶν οἰκοδομεῖ τὸν ἐν Ἱερουσαλὴμ ναόν· ἐδίκαζέ τε τῷ λαῷ ἐν σοφίᾳ. Γυναῖκας δὲ χιλίας ἀγαγόμενος πείθεται ὑπ’ αὐτῶν εἰδωλολάτρης γίνεσθαι· διὸ καὶ | |
20 | προσέταξεν ὁ Θεὸς διαμερισθῆναι τὴν αὐτοῦ βασιλείαν. | |
18 | Exc. De virt.: Ὅτι ὁ Σαοῦλ ὁ βασιλεὺς τῶν Ἰουδαίων ὑπὸ δαίμονος κατείχετο, καὶ οὔτε ἐκά‐ θευδεν οὔτε ἐκοιμᾶτο. Ὅντινα ὁ Δαβὶδ ταῖς μελῳδίαις κατέθαλπεν. | |
5 | 2. Ὅτι ὁ Δαβὶδ ὁ βασιλεὺς ἐν πολέμοις ἄριστος ἦν καὶ τῶν νόμων ἀκριβὴς φύλαξ, καὶ πάντας τοὺς πολε‐ μίους ἐχειρώσατο. Ὀλίγοις τέ τισι πταίσμασι τὸ σῶμα πιεσθεὶς θείαις ἐπαιδεύετο μάστιξι. Πρὸς γὰρ τῶν ἑαυ‐ τοῦ παίδων μικροῦ δεῖν τῆς βασιλείας ἐξέπεσεν, γέλως | |
10 | τε τοῖς πολεμίοις ἀπεδείχθη. Καὶ ταῦτα μὲν μετανοίαις καὶ δάκρυσιν ἐθεράπευσεν. 3. Ὅτι Σολομῶν ὁ υἱὸς Δαβὶδ ὁ βασιλεὺς Ἰουδαίων φρονήσει τε καὶ δυνάμει καὶ πλούτῳ περιφανὴς ἦν. Δι‐ κάζων τε τῷ λαῷ ἐν σοφίᾳ τοῦ κρείττονος οὐ διέλει‐ | |
15 | πεν. Ἤσκει τε πᾶσαν σοφίαν θείας χάριτος γέμουσαν, καὶ τῆς διδασκαλίας ἀκροατὰς πλείστους τῆς ἰδίας ἐποιεῖτο. Ταῦτά τε καὶ τὰ τοιαῦτα διαπραττόμενος τῷ τῆς φύσεως εὐαλώτῳ περὶ τὰς τοῦ σώματος ἡδο‐ νὰς ὑπαγόμενος, ἄγεται μὲν γυναῖκας χιλίας τὸν ἀρι‐ | |
20 | θμόν· πείθεται δ’ ὑπ’ αὐτῶν εἰδωλολάτρης γίνεσθαι. Διὸ προσέταξεν ὁ Θεὸς μερισθῆναι τὴν αὐτοῦ βασιλείαν, οὐκ ἐπὶ τῶν χρόνων αὐτοῦ, διὰ μνήμην Δαβὶδ τοῦ πα‐ τρὸς αὐτοῦ, ἀλλὰ μετὰ τὴν αὐτοῦ τελευτήν. | |
19 | Exc. De ins.: Ὅτι Σεναχειρὶμ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ὑπὸ τοῦ ἰδίου παιδὸς ἀνῃ‐ ρέθη, πρὸς Αἰθίοπας ἀγωνιζόμενος. | |
20 | Exc. cod. 1630: Ἐν δὲ τῇ τῶν Ἑλλήνων χώρᾳ Λάπαθος ὁ βασιλεὺς ἔσχεν υἱοὺς δύο, τὸν Ἀχαιὸν καὶ τὸν Λάκωνα· καὶ τελευτῶν ἐμέρισεν αὐτοῖς τὴν βασι‐ λείαν, καὶ ὁ μὲν Ἀχαιὸς τὴν ἰδίαν αὐτοῦ μοῖραν ἐκά‐ | |
5 | λεσεν Ἀχαίαν, ὁ δὲ Λάκων, Λακωνικήν. [Καὶ μετ’ αὐ‐ τὸν ἐβασίλευσαν Λακώνων ἄλλοι τινὲς] ἄχρι τῆς βα‐ σιλείας Θεστίου. Ὁ [δὲ] Θέστιος ἔσχε θυγατέρας γʹ, τὴν Λήδαν, τὴν Κλυτίαν καὶ τὴν Μελανίππην. Ἔσχεν οὖν ἡ Λήδα [ἄνδρα] Τ[υνδαρέα], ἐξ οὗ ἔσχε θυγατέρα Κλυ‐ | |
10 | ταιμνήστραν τὴν γαμηθεῖσαν Ἀγαμέμνονι. Ἡ τοίνυν Λήδα μοιχευθεῖσα ὑπό τινος ἀνδρὸς ἐπιφανοῦς Κύκνου, ἐκύησεν ἅμα παῖδας τρεῖς, Κάστορα καὶ Πολυδεύκην καὶ Ἑλένην τὴν Μενελάου γυναῖκα. | |
21 | Exc. De virt.: Ὅτι Σθενέβοια ἡ Προίτου γυνὴ φιλήσασα τὸν Βελλεροφόντην, καὶ μὴ ἐπιτυχοῦσα διὰ τὴν ἐκείνου σωφροσύνην, τοὐναντίον διέβαλεν αὐτὸν τῷ Προίτῳ, ὡς βουλόμενον αὐτὴν μοιχεῦσαι. Καὶ | |
5 | ἀγανακτήσας ὁ Προῖτος ἔπεμψεν αὐτὸν τῷ Ἰοβάτῃ, τῷ | |
πατρὶ τῆς Σθενεβοίας, ἵνα ἐκεῖνος αὐτὸν φονεύσῃ. Ὁ γὰρ Προῖτος ἀνελεῖν αὐτὸν οὐκ ἠβουλήθη, ἐπειδὴ ἐν τάξει τέκνου ἀνεθρέψατο αὐτόν. Αἰσθόμενος δὲ ὁ Ἰοβάτης ὅτι ψευδής ἐστιν ἡ κατ’ αὐτοῦ κατηγορία, | 549 | |
10 | ἐφείσατο τοῦ Βελλεροφόντου. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Προίτου Ἀκρίσιος ἐβασίλευσεν. | |
22 | Exc. De insid.: Αἰγεὺς, ἀγγελθέντος αὐτῷ ψεύδους, ὅτι ὁ υἱὸς αὐτοῦ Θησεὺς ὑπὸ Μινωταύρου ὤλετο, ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν καὶ ἐκλήθη ὁ τόπος Αἰγαῖος. | |
23 | Exc. De virt.: Ὅτι Πρίαμος ὁ Φρυγῶν βασιλεὺς συνελθὼν Ἑκάβῃ εἶχεν ἐξ αὐτῆς Πάριν τὸν καὶ Ἀλέξανδρον. Ἥτις ἔγκυος οὖσα ἔδοξε λαμπάδα πυρὸς τίκτειν. Καὶ ἐπερωτήσας εἰς τὸ μαντεῖον ὁ Πρία‐ | |
5 | μος ἔλαβε χρησμὸν, ὅτι τριακονταέτης γενόμενος ἀπο‐ λέσῃ τὴν Τροίαν. Καὶ τοῦτον ἀπέπεμψεν εἰς τὸ Πάριον λεγόμενον. Παρελθόντος δὲ τοῦ τριακοστοῦ ἐνιαυτοῦ με‐ ταστειλάμενος τοῦτον ὁ πατὴρ ἐν τῇ Τροίᾳ ἑορτὴν ἐπε‐ τέλεσε. Καὶ δεδωκὼς αὐτῷ δῶρα, καὶ πρὸς τοὺς το‐ | |
10 | πάρχας ἀποστείλας ἀπέστειλεν αὐτὸν θυσιάσαι τοῖς κατὰ τὴν Ἑλλάδα ἱεροῖς. Καὶ παραγενόμενος εἰς Σπάρ‐ την τὴν ὑπὸ Μενελάου τότε βασιλευομένην εὗρε τὸν μὲν Μενέλαον πλεῖν μέλλοντα ἐπὶ τὴν Κρήτην, τάγματος ἕνεκα καὶ θυσίας ἐξ ἔθους προσαγομένης παρ’ αὐτοῦ τῇ | |
15 | Εὐρώπῃ, ἐξ ἧς ἔλεγεν ἔχειν τὸ γένος. Ὁ τοίνυν Με‐ νέλαος ὡς ἐδέξατο τὸν Ἀλέξανδρον καὶ τὰ γράμματα τοῦ Πριάμου καὶ τὰ δῶρα, ἐν τιμῇ τε ἐποιήσατο τὸν ἄνδρα καὶ κατέστησεν αὐτὸν ἐν τῷ παλλατίῳ διαιτᾶ‐ σθαι· καὶ ᾔτησεν αὐτὸν ἀναμεῖναι τὰς ὀλίγας ἡμέρας, | |
20 | ἄχρις ἂν αὐτὸς τὴν εὐχὴν ἐκτελέσας ἀπὸ τῆς Κρήτης ἐπανέλθῃ. Οὕτω τοίνυν Ἀλεξάνδρου διατρίβοντος ἐν τῇ Σπάρτῃ, συνέβη τὴν Ἑλένην τὴν Μενελάου γυναῖκα οὖσαν ἐν παραδείσῳ θεαθῆναι ὑπ’ αὐτοῦ. Συνῆσαν δὲ αὐτῇ Αἴθρα τε καὶ Κλυμένη, ἐκ τοῦ γένους καταγό‐ | |
25 | μεναι Πέλοπος καὶ Εὐρώπης. Ὡς οὖν εἶδεν ὁ Πάρις τὸ κάλλος τῆς Ἑλένης, ἔρωτι βληθεὶς εἰς αὐτὴν διὰ τῆς Αἴθρας τε καὶ Κλυμένης ὑπονοθεύει ταύτην, καὶ φεύγει διὰ τῶν πλοίων ὧν εἶχεν. Λαβὼν οὖν αὐτὴν μετὰ χρη‐ μάτων λιτρῶν τριακοσίων καὶ ἀργύρου πολλοῦ καὶ | |
30 | κόσμου ἀπέπλευσεν εἰς Σιδῶνα, ἐκεῖθέν τε εἰς Αἴγυπτον πρὸς τὸν βασιλέα Πρωτέα. Καὶ ἔμεινεν ἄχρι τινὸς παρ’ αὐτῷ καταφρονήσας ὧν ἐκελεύσθη θυσιῶν. Ὡς οὖν ἐγνωρίσθη τοῦτο τοῖς τὴν βασιλικὴν φυλάττουσιν αὐλὴν τοῦ Μενελάου, παραχρῆμα ἀπέστειλάν τινα ἐν | |
35 | Γορτύνῃ τῇ πόλει τῆς Κρήτης ἀπαγγελοῦντα Μενελάῳ τὸ γεγονός. Ὁ δὲ ἀκούσας ἐπανῆλθεν εὐθέως ἐν τῇ Σπάρτῃ, πέμπων εἰς ἀναζήτησιν αὐτῶν ἐν παντὶ τόπῳ. Καὶ ὅτε ἔμαθε τούτους εἶναι ἐν τῇ Τροίᾳ, ἔπεμψε κα‐ τασκόπους ὀφείλοντας αὐτῷ τὴν ἀλήθειαν ἀπαγγεῖλαι· | |
40 | καὶ ἀποστέλλει πρέσβεις ὁ Μενέλαος μετὰ χρημάτων ἀποδοθῆναι αὐτοῖς τὴν Ἑλένην. Ἀπράκτων δὲ τούτων ἐπανελθόντων, πάλιν ἀπέστειλεν. Ὡς δὲ οὐδὲν ἔδρα, ταραττομένου τοῦ δήμου πρὸς τὸ ἀποδοθῆναι αὐτὴν, οἱ τοῦ Πριάμου παῖδες ἀνθίσταντο. Ὁ δὲ Μενέλαος | |
45 | ὑποστραφεὶς σὺν Ἀγαμέμνονι τῷ βασιλεῖ περιῄει τοὺς τοπάρχας τῆς χώρας, παρακαλῶν μὴ παριδεῖν τὴν ὕβριν τῆς Ἑλλάδος, ἀλλὰ συμμαχεῖν αὐτῷ καὶ συνα‐ γωνίσασθαι κατὰ τῶν ταῦτα τολμησάντων βαρβάρων. Καὶ συνήγαγον βασιλεῖς καὶ τοπάρχας, καθώς φησιν | |
23(50) | Ὅμηρος καὶ Δίκτυς. | |
24 | Exc. Salm.: Ὁ Πάρις ἐγκώμιον ἐξέθετο τῆς Ἀφροδίτης, ἤγουν τῆς ἐπιθυμίας, καὶ συγκρίνας αὐτὴν μετὰ Ἥρας καὶ Ἀθηνᾶς, δέδωκεν αὐτῇ τὸ μῆ‐ λον, ἤτοι τὴν νίκην, εἶπε δὲ [εἰς] αὐτὴν καὶ ὕμνον | |
5 | τὸν λεγόμενον κεστόν. 2. Ὁ Παλαμήδης διὰ τῆς τάβλας τὸν γήϊνον κόσμον ᾐνίξατο, τὸν ζωδιακὸν κύκλον διὰ τῶν δώδεκα κάσων, διὰ τοῦ ψηφοβόλου καὶ τῶν ἐν αὐτῷ ἑπτὰ κοκκίων τὰ ἑπτὰ ἄστρα τῶν πλανήτων· διὰ δὲ τοῦ πύργου τὸ ὕψος | |
10 | τοῦ οὐρανοῦ, ἐξ οὗ δίδοται πᾶσι καλά τε καὶ φαῦλα. 3. Δίκτυς ὁ μετὰ Ἰδομενέως συστρατεύσας ἐπὶ Τροίαν φησὶν ὅτι Πρίαμος ἔπεμψε καὶ πρὸς τὸν Δαυὶδ πρεσβείαν, καὶ πρὸς Ταυτάνην βασιλέα Ἀσσυρίων· καὶ ὁ μὲν Δαυὶδ οὐ προσήκατο ταύτην, ὁ δὲ Ταυτάνης | |
15 | ἔπεμψε τὸν Τιθωνὸν καὶ τὸν Μέμνονα μετὰ πλήθους Ἰνδῶν. (4) Φησὶ δὲ καὶ ὅτι Ἕκτορι εἰς ὑπάντησιν Πενθεσιλείας τῆς Ἀμαζόνος ἐξερχομένῳ νυκτὸς ἐπιθέ‐ μενος Ἀχιλλεὺς αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ ἀπέκτεινεν. (5) Ὁ αὐτὸς λέγει ὅτι καὶ τὸν παρὰ Πολυμνήστορος | |
20 | φυλαττόμενον Πολύδωρον Πριάμου παῖδα ἔλαβεν Αἴας ὁ μέγας πολεμῶν Πολυμνήστορι· ἀναγαγόντος οὖν αὐτὸν, οἱ Ἕλληνες πρὸς τοῦ τείχους τῆς πόλεως διεκη‐ ρύκευον λαβεῖν τὴν Ἑλένην καὶ δοῦναι τὸν παῖδα· ὡς | |
δ’ οὐκ ἐπείθοντο, πάντων ὁρώντων κατετοξεύθη. | 550 | |
25 | 6. Ῥῆσος τὰς οἰκήσεις ἔχων ἐν Βυζαντίῳ ἐν τῷ λε‐ γομένῳ Ῥηάτῳ, ὅπου νῦν ἐστιν ὁ τοῦ μεγαλομάρτυρος ἁγίου Θεοδώρου ναός. (7) Τὸ ἐν Τροίᾳ Παλλάδιον ζώδιον ἦν μικρὸν, ὑπὸ Ἀσίου τινὸς φιλοσόφου κατασκευασθὲν εἰς φυλακὴν τῆς πόλεως. | |
30 | (8) Ἐν τῷ μέλλειν τὴν Τροίαν ἁλίσκεσθαι, κατὰ τὴν ἑορτὴν τῶν ἀναθημάτων, τὸ τοῖς θύμασιν ἐπιβαλλό‐ μενον πῦρ οὐχ ἧπτεν, ἀλλ’ ἐσβέννυτο· τοῦτο εἰπὼν Ὀδυσσεὺς τοῖς Ἕλλησιν ἤδη ἀπαγορεύσασιν καὶ μέλ‐ λουσιν ὑποχωρεῖν, ἐθάρρυνεν αὐτούς. | |
35 | 9. Ἡ Σικελία τρίγωνος οὖσα ὑπὸ τριῶν ἀδελφῶν ἐβασιλεύετο, ὧν ὁ μὲν ἐλέγετο Κύκλωψ, ὁ δὲ Πολύ‐ φημος. Καταπονηθεὶς δὲ ὑπ’ αὐτοῦ, καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλὼν, δώροις δελεάσας αὐτὸν καὶ οἴνῳ, τὴν αὐτοῦ μονογενῆ θυγατέρα ἁρπάσας ἔφυγεν, ὡς | |
40 | Σίσυφος ὁ Κῶος ἱστορεῖ. Ὅτι γοῦν ἀλλήλοις συνήρχοντο οἱ τρεῖς ὠνομάζοντο Κύκλωπες, καὶ ἐμυθεύσαντο ὅτι τρεῖς ὀφθαλμοὺς εἶχον, σημαίνοντες τοὺς τρεῖς ἀδελφοὺς ἀλλήλοις συγκειμένους· ὁ δὲ Πολύφημος ἕνα, ὃν διὰ πυρὸς διετύφλωσεν Ὀδυσσεὺς, ὅτι τὴν αὐτοῦ θυγατέρα | |
45 | ἐκκαυθεῖσαν ἔρωτι ἀφείλετο. (10) Καλυψὼ καὶ Κίρκη Ἡλίου καὶ Σελήνης ἦσαν ἱέρειαι. | |
25 | Exc. De ins.: Ὅτι ὁ βασιλεὺς Ἀγαμένων ἀποπλεύσας ἀπὸ τῆς Ἰλίου εἰς τὴν ἰδίαν πατρίδα, εὗρε τὴν ἑαυτοῦ γυναῖκα Κλυταιμνήστραν ὑπὸ Αἰγίσθου μοιχευομένην. Ἀκούσασα γὰρ αὕτη ὅτι τὴν Κασ‐ | |
5 | σάνδραν ἔλαβεν ἐν τῇ Τροίᾳ γυναῖκα, καὶ ἀφορμὴν εὑρηκυῖα, θάνατον κατασκευάζει σὺν τῷ Αἰγίσθῳ τῷ ἑαυτῆς μοιχῷ, καὶ αὐτῷ γένους ὄντι βασιλικοῦ. Ἐνδύ‐ σασα γὰρ τὸν ἄνδρα χιτῶνα πανταχόθεν ὑφασμένον, παρεσκεύασεν αὐτὸν ὑπὸ Αἰγίσθου σφαγῆναι· καὶ λαμ‐ | |
10 | βάνει τοῦτον ἄνδρα, καὶ ἔσχεν ἐξ αὐτοῦ θυγατέρα Ἠριγόνην. Ταῦτα τοίνυν ἀκούσας ὁ Ὀρέστης, ὁ τοῦ Ἀγαμέμνονος υἱὸς, ἦλθεν ἀπὸ τοῦ Σχοινέως, τοῦ θρέψαντος αὐτὸν, τοῦ πατρὸς τὸν θάνατον ἐκδικήσων. Οἱ δὲ περὶ τὸν Αἴγισθον καὶ τὴν Κλυταιμνήστραν | |
15 | ἐβουλεύοντο καὶ αὐτὸν ἀνελεῖν, ἀλλ’ ἡ τούτου ἀδελφὴ Ἠλέκτρα, ἐξεῖπεν αὐτῷ τὴν βουλήν· καὶ σὺν τῷ Στροφίῳ γενόμενος, καὶ τῷ υἱῷ αὐτοῦ Πυλάδῃ, συγ‐ γενῶν ὄντων τοῦ Ἀγαμέμνονος, παραγίνεται εἰς τὸ μαντεῖον, καὶ λαμβάνει χρησμὸν, ὅτι δεῖ αὐτὸν ἐκδι‐ | |
20 | κῆσαι τὸν θάνατον τοῦ πατρὸς, καὶ ἀνελεῖν τὸν Αἴγι‐ σθον καὶ τὴν αὐτοῦ μητέρα, καὶ τὴν βασιλείαν ἀνα‐ λαβεῖν τοῦ πατρός. Ὅπερ πέπραχεν ἐπιλαβόμενος καιροῦ, καὶ ἐπελθὼν αὐτοῖς ἐν τῷ παλλατίῳ, ἀμφοτέ‐ ρους κατασφάζει. Κινήσεως οὖν κατ’ αὐτοῦ γενομένης | |
25 | ὑπό τε τοῦ πατρὸς Κλυταιμνήστρας καὶ τῶν συγγενῶν Αἰγίσθου, καὶ δίκης ἀγωνισθείσης παρὰ τῷ Ἀρείῳ πάγῳ, ψῆφον ἔλαβεν ὁ Ὀρέστης, δικαίως ἀνελεῖν τὴν μητέρα. Τούτῳ τοίνυν τῷ τρόπῳ, διαφυγὼν τὰς κα‐ τηγορίας, βασιλεύει τοῦ Ἄργους. Καὶ εἰς μανίαν | |
30 | ἐλθὼν μετὰ ταῦτα ἀπεδήμησε τῆς χώρας, ἐν ὅλοις τοῖς ἱεροῖς θυσιάζων, καὶ δεόμενος ἀπαλλαγῆναι τῆς μανίας, ἄχρις οὗ παραγέγονεν εἰς τὸ Σίλπιον ὄρος, ἐν ᾧ νῦν Ἀντιόχεια ἡ μεγάλη κεῖται· καὶ ἐκεῖ θεραπευθεὶς ἐπανῆλθε. Καὶ παραγενόμενος ἐν Σκυθίᾳ πρὸς τὴν ἑαυ‐ | |
35 | τοῦ ἀδελφὴν Ἰφιγένειαν, ἱέρειαν οὖσαν τῆς Ἀρτέμιδος, καὶ προσάγουσαν τοὺς ξένους εἰς θυσίαν, λέγει τῷ Πυ‐ λάδῃ· «Ἰδοὺ τοσούτων ἐκφυγόντες κινδύνων, μέλλομεν εἰς θυσίαν προσάγεσθαι· πολλῶν γὰρ ἀνθρώπων ὁρῶμεν ἐνταῦθα ἐρριμένα ὀστέα.» Ὁ δὲ πρὸς αὐτὸν ἔφη· | |
40 | «Ἄγωμεν εἰς τὸ ἱερὸν, καὶ ἐρωτήσωμεν εἰ ζῇ Ἰφι‐ γένεια ἡ σὴ ἀδελφὴ, καὶ προσπίπτοντες αὐτῇ σωζώ‐ | |
μεθα.» Καὶ ποιήσαντες τοῦτο, καὶ γνωρισθέντες ὑπ’ αὐτῆς, ἔλαβον αὐτὴν σὺν τῷ ἀγάλματι τῷ χρυσῷ τῆς Ἀρτέμιδος. Καὶ περιελθόντες γῆν πολλὴν ἐπανέρ‐ | 551 | |
45 | χονται εἰς Μυκήνας τὴν ἰδίαν πατρίδα· καὶ δίδωσι τὴν Ἠλέκτραν τὴν ἀδελφὴν πρὸς γάμον τῷ Πυλάδῃ. Μαθὼν δὲ ὁ τῆς Σκυθίας βασιλεὺς ἔπεμψε στρατιώτας πολλοὺς ἐπιδιώκοντας αὐτούς. Οἱ δὲ κατὰ τὴν Πα‐ λαιστίνην ἐλθόντες, καὶ ἀρεσθέντες τοῖς τόποις, ᾤκη‐ | |
25(50) | σαν ἐν αὐτῇ, τὴν πρώην λεγομένην Νύσαν Σκυθῶν μετονομάσαντες πόλιν. | |
26 | Exc. De virt.: Ὅτι Μανασσῆς ὁ τῆς Ἱερουσαλὴμ βασιλεὺς ἐξέκλινεν ἀπὸ τῆς ὁδοῦ τοῦ θεοῦ καὶ πρὸς τὰ ἀγάλματα τὸν νοῦν ἐπλανήθη, τὰ τῶν καλουμένων Ἑλλήνων ἀποδεχόμενος δόγματα· διεπο‐ | |
5 | λέμει δὲ καὶ τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ, τόν τε Ἡσαΐαν ξυλίνῳ πρίονι διελὼν, καὶ τοὺς ἄλλους προφήτας φυ‐ γάδας καταστήσας τῆς Ἱερουσαλήμ. Διὸ παρεδόθη εἰς χεῖρας τῶν ἐναντίων αὐτοῦ. Καὶ βασανισθεὶς ἐν πέδαις σιδηραῖς, ἐπέγνωσε τὸν θεὸν οὐρανοῦ καὶ τῆς | |
10 | γῆς, καὶ προσελθὼν οὐ παρώφθη. Βασιλεύσας δὲ ἔτη πέντε καὶ πεντήκοντα μετήλλαξε τὸν βίον. | |
27 | Exc. De ins.: Ὅτι Καμβύσης ὁ Περσῶν βασιλεὺς καθεῖλε τὰς Αἰγυπτίας Θήβας, καὶ ταύτας εἰς ἔδαφος κατέσκαψεν· Ἄμασίς τε ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἅμα τῷ βίῳ καὶ τὴν βασιλείαν κατέστρεψεν, | |
5 | τοῦ ἔθνους τῶν Αἰγυπτίων τελεῖν ὑπὸ Πέρσας ὁμολογή‐ σαντος. Ἐπὶ δὲ τὴν ἐνδοτέραν ἐλαύνειν προθυμούμενος, ὑπὸ τῆς εἱμαρμένης ἐκωλύθη, δολοφονηθεὶς ὑπὸ τῶν περὶ αὐτὸν μάγων, βασιλεύσας ἔτη ηʹ. Οὗτοι γὰρ μετὰ τὸν Καμβύσου θάνατον τῇ ἀρχῇ προσπηδήσαντες, | |
10 | μῆνας ζʹ κατετρύφησαν, ἄχρις οἱ τῶν Περσῶν ἄρχοντες αὐτοὺς μὲν ἐπὶ τῆς αὐλῆς κατεχρήσαντο, τῆς δὲ βασι‐ λείας προστάτην ἀπέδειξαν Δαρεῖον. | |
28 | Ibid.: Ὅτι ἐπὶ τῆς ἀναγορεύσεως Ἀλεξάν‐ δρου τοῦ Μακεδόνος, τῶν Αἰγυπτίων ἐβασίλευε Νεκτα‐ ναβώ. —Καὶ ὁ τῶν Ἀργείων βασιλεὺς Δαναὸς διὰ τῶν αὐτοῦ νʹ θυγατέρων τοῖς τοῦ ἀδελφοῦ Αἰγύπτου | |
5 | παισὶ νʹ οὖσιν ἐμηχανήσατο θάνατον, πλὴν Λυγκέως. | |
29 | Exc. Salmas.: Οἰνόμαος πρῶτος ἐφεῦρε τὰ τοῦ ἱπποδρόμου χρώματα, καὶ ἐποίει τὸν ἀγῶνα Μαρ‐ τίου κδʹ, γῆς καὶ θαλάσσης. Ἐβάλλοντο κλῆροι, καὶ ὃς ἔλαχεν ὑπὲρ τῆς γῆς ἀγωνίσασθαι, ἐφόρει χλοανὸν, | |
5 | ὃς δὲ ὑπὲρ τῆς θαλάσσης, κυανόν. Ἐτίθει δὲ Οἰνόμαος ἔπαθλον τὴν ἑαυτοῦ θυγατέρα, καὶ ὁ νικηθεὶς ὑπὸ τοῦ πλήθους τῶν θεωμένων ἀνῃρεῖτο. Εἶχον οὖν σημεῖον οἱ τότε, καὶ εἰ μὲν τὸ χλοανὸν ἐνίκα, τῆς γῆς εὐφο‐ ρίαν ἤλπιζον, καὶ οὕτως ἐγίνετο· εἰ δὲ τὸ κυανὸν, τῆς | |
10 | θαλάττης εὔπλοιαν· καὶ ηὔχοντο οἱ μὲν γεωργοὶ τὸ χλοανὸν νικᾶν, οἱ δὲ ναυτίλοι τὸ κυανόν. Πρῶτον δὲ Ἐνυαλίου τινὸς διπώλῳ χρησαμένου ἅρματι, ἐν τούτῳ πρῶτος Οἰνόμαος τετραπώλῳ ἐχρήσατο. | |
30 | Ibid.: Οἱ Ῥόδιοι θαλασσοκρατήσαντες στήλην ἔστησαν, ἣν διὰ τὸ μέγεθος Κολοσσὸν ἔλεγον. καὶ διὰ τοῦτο ὠνομάσθησαν Κολοσσαεῖς. Ἡ Καρχηδὼν χώρα ὑπὸ Καρχηδόνος τοῦ Τυρίου ἐκτίσθη. | |
31 | Ibid.: Ῥωμύλος πρῶτος ἐν Ῥώμῃ ἔκτισεν ἱππικὸν, καὶ διεῖλε τὸν δῆμον εἰς μέρη δʹ, εἰς τιμὴν τῶν δʹ στοιχείων, καὶ τὰς ιβʹ θύρας κατὰ τύπον τοῦ ζωδιακοῦ κύκλου ἱστόρηκεν, τὸ δὲ πέλμα τῆς γῆς | |
5 | πάσης, καὶ τὸν Εὔριπον τῆς θαλάσσης ὑπὸ [τῆς] γῆς μεσαζομένης· τὸν ἐπὶ τὰς θύρας καμπτὸν, τὴν ἀνατο‐ λὴν, καὶ τὸν ἐπὶ τὴν σφενδόνην, τὴν δύσιν, ὥς φησι Χάραξ· τὰ ἑπτὰ σπάτια τὸν δρόμον [τῶν] ἑπτὰ πλα‐ νητῶν. Τὸ βένετον ἀπὸ Βενετίας ὠνόμασεν, ἐν ᾗ γίνον‐ | |
10 | ται κυανὰ χρώματα· καὶ προσεκόλλησε τῷ πρασίνῳ, ἤτοι τῇ γῇ (ὅπερ ἀπὸ τοῦ πραίσεται ὠνόμασε διὰ τὸ παραμένον), τὸ λευκὸν, ἤτοι τὸν ἀέρα, διότι ἑκάτερα τῆς ἀλλήλων συγκράσεως δέονται. Τὸ δὲ ῥούσιον, ἤτοι τὸ πῦρ, τῷ κυανῷ, ἤτοι τῷ ὕδατι, ὑπέταξε, διότι τὸ | |
15 | πῦρ ὑπείκει τῷ ὕδατι. | |
32 | Exc. De insid.: Ὅτι Ῥωμύλος βασιλεύ‐ σας Ῥωμαίων διετέλει εἰς μὲν τοὺς πολέμους διαπρέ‐ πων, εἰς δὲ τοὺς πολίτας ὑπερφρονῶν, καὶ μάλιστα εἰς | |
τοὺς τῆς βουλῆς ἐξέχοντας. Τοῖς μὲν γὰρ στρατευομέ‐ | 552 | |
5 | νοις προσφιλὴς ἦν, καὶ χώρας αὐτοῖς νέμων, καὶ τῶν λαφύρων διδούς· πρὸς δὲ τὴν γερουσίαν οὐχ ὁμοίως διέ‐ κειτο· ὅθεν μισήσαντες αὐτὸν καὶ περιέχοντες ἐν τῷ βου‐ λευτηρίῳ δημηγοροῦντα διεσπάραξάν τε καὶ διέφθειραν. Συνήρατο δὲ αὐτοῖς πρὸς τὸ λαθεῖν ζάλη μεγίστη τοῦ | |
10 | ἀέρος καὶ ἔκλειψις ἡλίου· ὅπερ ποῦ καὶ ὡς ἐγεννᾶτο γέ‐ γονε. Καὶ ὁ μὲν Ῥωμύλος αὐταρχήσας ζʹ καὶ λʹ ἔτη τοιοῦτον ἔσχε τὸ τέλος. Ἀφανισθέντος τε οὕτως αὐτοῦ, τὸ πλῆθος καὶ οἱ στρατιῶται μάλιστα ἐκεῖνον ἐζήτουν. Αὐτοὶ δ’ ἐν ἀπόρῳ ἦσαν, μήτε ἐξειπεῖν τὸ πραχθὲν | |
15 | ἔχοντες, μήτε βασιλέα καταστῆσαι δυνάμενοι. Τα‐ ρασσομένων οὖν αὐτῶν, καί τι παρασκευαζομένων δρά‐ σαι, Ἰούλιός τις Πρόκλος, ἀνὴρ ἱππεὺς, στειλάμενος, ὡς καὶ ἑτέρωθέν ποθεν ἥκων, εἰσεπήδησεν ἐν τῷ μέσῳ, καὶ ἔφη· «Μὴ λυπεῖσθε Κυιρῖται· ἐγὼ γὰρ αὐτὸς τὸν | |
20 | Ῥωμύλον εἰς τὸν οὐρανὸν ἀνιόντα εἶδον· καί μοι ἔφη, εἰπεῖν τε ὑμῖν ὅτι θεὸς ἐγένετο, καὶ ὅτι Κυιρῖνος ὀνο‐ μάζεται, καὶ προσπαραινεῖσθαι ὑμῖν βασιλέα τε πάν‐ τως εὐθὺς ἑλέσθαι τινὰ, καὶ τούτῳ πολιτεύματι κε‐ χρῆσθαι.» Λεχθέντων τούτων, ἅπαντες ἐπίστευσαν, | |
25 | καὶ τῆς ταραχῆς ἀπεπαύσαντο· εὐθέως τε ναὸν Κυιρίνῳ ᾠκοδόμησαν, καὶ πᾶσι μὲν ἐδόκει βασιλεύεσθαι, οὐ μέντοι καὶ ὡμοφρόνουν· οἵ τε γὰρ καταρχὰς Ῥωμαῖοι καὶ οἱ ἐκ τῶν Σαβίνων προσοικισθέντες, ἑκάτεροι ἐξ ἑαυτῶν βασιλέα γενέσθαι ἠξίουν· ἐκ τούτου τε ἀναρχία | |
30 | συνέβαινεν. Ἐνιαυτὸν γοῦν ὅλον ἡ σύγκλητος τὸ κῦρος τῶν κοινῶν εἶχε πραγμάτων, πενθήμερον ἀρχὴν τοῖς ἐπιφανεστάτοις τῶν βουλευτῶν ἐκ διαδοχῆς κατανέ‐ μουσα, οὓς μεσοβασιλεῖς ὠνόμασεν. | |
33 | Exc. Salmas.: Νουμᾶς ὁ βασιλεὺς ἐκέλευ‐ σεν ἐν τοῖς ὑποδήμασι Ῥωμαίων τῶν πατρικίων τυ‐ ποῦσθαι τὸ Ῥωμαϊκὸν κάππα, ὃ παρὰ τοῖς Ἕλλησιν ἐστὶ ῥὼ, οἳ διὰ τὸ τῶν κοινῶν ἐπιμελεῖσθαι πατέρων | |
5 | ἔσχον ἐπωνυμίαν. Ἐφόρουν οὖν οἱ πατρίκιοι τὰ καπ‐ πάγια, ὡς οὐκ ἐξὸν ἄλλως ὁρᾶσθαι τῷ βασιλεῖ. (2) Ὁ αὐτὸς πρῶτος ἀπὸ χαλκοῦ καὶ σιδήρου ἐποίησεν ἀσσά‐ ρια, τῶν πρὸ αὐτοῦ δι’ ὀστρακίνων καὶ σκυτίνων τὴν χρείαν πληρούντων, ἅπερ ἀπὸ τοῦ οἰκείου ὀνόματος | |
10 | νουμία ἐκάλεσε. Τὸ δεσμωτήριον (?) τὸ νούμερον καὶ τὰ ὀρύγματα οἱ ὑπόνομοι ἀπὸ τοῦ Νουμᾶ τοῦ βασιλέως ὀνομάζονται, ὡς πρώτου ἐπινοησαμένου αὐτά. | |
34 | Exc. De ins.: Ὅτι Πρίσκος Ταρκύνιος ὁ τῆς Ῥώμης βασιλεὺς τριακοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας ἔτει ὑπὸ τῶν Μαρκίου παίδων, τοῦ πρότερον δυναστεύ‐ σαντος τῆς Ῥώμης, ἀναιρεθεὶς, ὁμοῦ τε τῆς βασιλείας | |
5 | καὶ τοῦ βίου παύεται. | |
35 | Ibid.: Ὅτι Σέρβιος Τούλλιος ἐπὶ βιωφελε‐ στάταις πράξεσι κοσμούμενος, τετάρτῳ καὶ τεσσαρα‐ κοστῷ τῆς ἀρχῆς ἔτει διαφθείρεται, δολοφονηθεὶς ὑπὸ Ταρκυνίου Σουπέρβου, συνοικοῦντος μὲν τῇ αὐτοῦ Σερ‐ | |
5 | βίου θυγατρὶ Τουλλίᾳ, ἕλκοντος δὲ τὸ γένος ἀπὸ Ταρ‐ κυνίου Πρίσκου τοῦ πρὸ Σερβίου βασιλεύσαντος· συν‐ εφαψαμένης, ὥς φασι, τῆς γυναικὸς τοῦ μιάσματος, καὶ χεῖρας ἐναγεῖς τῷ τοῦ πατρὸς προσενεγκούσης φόνῳ. | |
36 | Exc. De virt.: Ὅτι Ταρκύνιος Σούπερβος τῆς ἀρχῆς ἐπιλαβόμενος μετεκαίνισεν ἐπὶ τὸ αὐθαδέ‐ στερον, καὶ βαρυτέραν τὴν πολιτείαν ἀπέφηνεν, οἷα δὴ ἐκ τοιούτων παρελθὼν εἰς τὴν ἡγεμονίαν δραμάτων· | |
5 | τούς τε νόμους μεταθεὶς, καὶ ἄρχοντας παρὰ τὸ σύν‐ ηθες προβαλλόμενος, καὶ δι’ αὐτῶν τὸν δῆμον αἰκι‐ ζόμενος, δεσμά τε καὶ μάστιγας, κλοιοὺς ξυλίνους καὶ σιδηροῦς, πέδας, ἀλύσεις, μέταλλα καὶ ἐξορίας ἐφευ‐ | |
ρών· φιλοπόλεμός τε εἰ καί τις ἄλλος πώποτε γέγονεν, | 553 | |
10 | ὑπερόπτης τε καὶ ἀλαζών· ὅθεν καὶ τὴν ἐπωνυμίαν ταύτην ἀπηνέγκατο· Σουπέρβους γὰρ τοὺς ὑπερηφά‐ νους ὠνόμαζον Ῥωμαῖοι. | |
37 | Exc. De insid.: Ὅτι Ταρκύνιος Σούπερβος ἤδη γέρων ὢν ἐκπίπτει τῆς δυναστείας, πάλαι μὲν ἀδήλως διὰ τὸν τρόπον μισούμενος, τότε δὴ καὶ νεύ‐ σαντος τοῦ πλήθους ἐς φανερὰν ἀπόστασιν τῇ τοῦ ὁμωνύ‐ | |
5 | μου παιδὸς ἀκολασίᾳ. Ὁ μὲν γὰρ ἔτυχεν τὴν Ἀρδεατῶν περικαθήμενος πόλιν καὶ (l. δέκα) πρὸς τοῖς ρʹ σταδίοις τῆς Ῥώμης ἀπῳκισμένην. Ταρκύνιος δὲ, ὁ τοῦ βασιλέως ὁμώνυμος, Λουκρητίαν γυναῖκα, γένους παρὰ Ῥω‐ μαίοις γνωριμωτάτου, Κολλατίνῳ συνοικοῦσαν, ἐμία‐ | |
10 | νεν. Ἐπανελθούσης, καὶ τῷ πατρὶ τῇ τε λοιπῇ κατε‐ μήνυσε συγγενείᾳ τῷ τε ἀνδρί, ἐπαρασαμένη τε πολλὰ τοῖς ἀφ’ αἵματος, εἰ τὴν συμφορὰν αὐτῆς καταλείποιεν ἀτιμώρητον, σπασαμένη τὸ ξίφος, ὅπερ ὑπὸ τοῖς κόλ‐ ποις ἀφανῶς ἔφερεν, ἑαυτὴν ἐν ὄψει τῶν παρόντων κα‐ | |
15 | τειργάσατο. Τοῦτο δὲ τούς τε ἄλλους εἰς ὀργὴν ἀνῆψεν ἐλέῳ τῆς ἀνθρώπου (παρῆσαν γὰρ οὐκ ὀλίγοι Ῥωμαίων ἐπὶ θέαν τοῦ πάθους), καὶ οὐχ ἥκιστα Βροῦτον, προσή‐ κοντα μὲν κατὰ γένος ἐκείνῃ, ἄνδρα δὲ δημοτικόν τε καὶ μισοτύραννον, ὃς μάλιστα τὸ πλῆθος εἰς τὴν τῶν | |
20 | βασιλέων ἤγειρεν ἀπόστασιν, ἀφείλετό τε τῆς ἐξουσίας παντελῶς τὸν Ταρκύνιον. Ἅμα γὰρ τῇ κατὰ τὴν πόλιν ἐπαναστάσει καὶ ἡ πρὸς τὴν Ἄρδεαν οὖσα στρατιὰ τῶν Ῥωμαίων, ἀπολιποῦσα τὸν τύραννον ᾤχετο, οὐδὲν οὔτε ἀνακαλοῦντος οὐδὲ μένειν δεομένου πεφροντικυῖα. Ταρ‐ | |
25 | κύνιος δὲ τοῖς παροῦσιν ἀμηχανῶν ἤλαυνεν ἐπὶ τὴν Ῥώμην, ὡς παύσων τῇ παρόδῳ τὴν ταραχὴν, καὶ τὴν δυναστείαν μετὰ πειθοῦς ἀναληψόμενος. Ἀπεωσθεὶς δὲ ὑπὸ τῶν πολιτῶν, ἀπεχώρει σὺν τοῖς οἰκείοις, βασιλεύ‐ σας ἔτη δʹ πρὸς τοῖς κʹ. Καθ’ ὃν δὴ χρόνον ἡ πόλις | |
30 | ἀπελύθη τῆς τυραννίδος, ἑπτὰ μὲν δυναστῶν ἐφεξῆς ἀνασχομένη, τρία δὲ καὶ μʹ καὶ σʹ κατὰ μοναρχίαν ἔτη πολιτευσαμένη, συνεσταλμένων αὐτῇ τῶν τῆς ἀρ‐ χῆς ὅρων ἔτι, οὐ πέρα τε σταδίων ρʹ, ἔνθα δὴ μήκι‐ στον, ἐκτισμένων. Ἐντεῦθεν ἐγένοντο βʹ κονσοῦλοι, | |
35 | οὓς Ἕλληνες ὑπάτους διὰ τὴν ὑπεροχὴν ἐκάλεσαν. | |
38 | Ibid.: Ὅτι Δαρεῖος ὁ Περσῶν βασιλεὺς Ἀρ‐ σάμου παῖς, μέχρι τῆς κατὰ Βιθυνίαν Χαλκηδόνος τὰς στρατιὰς προβιβάσας, ὑπὸ πολλῶν τε βασιλέων δορυ‐ φορούμενος, καὶ μεγίσταις ἐντρυφῶν παρατάξεσι, τὸν | |
5 | μὲν ὑπὸ Βαγώου τοῦ προκοίτου θάνατον διαφυγὼν, αὐτόν τε τὸ προσφερόμενον πιεῖν ἀναγκάσας φάρμα‐ κον, παραχρῆμα διέφθειρεν. Καὶ ὁ μὲν Βαγώας δίκας ὑποστὰς ὧν περὶ τοὺς προτέρους ἥμαρτε βασιλέας, Ἄρ‐ σαμόν τε καὶ Ὦχον, ὑπὸ τοῦ ἰδίου φαρμάκου ἀναιρεῖ‐ | |
10 | ται· ὁ δὲ Δαρεῖος ἓξ ἔτη πρὸς δυσὶ μησὶ δυναστεύσας, ἅμα τῷ βίῳ καὶ τὴν βασιλείαν κατέλυσεν. | |
39 | Exc. Salm.: Δαρεῖος ὁ υἱὸς Ἀρσάμου, ὃν ὁ Μακεδὼν καθεῖλεν Ἀλέξανδρος, προσαχθείσης αὐτῷ κύλικος ὑπὸ Βαγώου τοῦ εὐνούχου, ἠνάγκασεν αὐτὸν πιεῖν, καὶ πιὼν ὁ Βαγώας ἀπέθανεν. | |
5 | 2. Ὅτι κατὰ τοὺς Ἀβραὰμ χρόνους Νῖνος καὶ Σεμί‐ ραμις ἐβασίλευον. Φαραὼ τινὸς βασιλέως Αἰγύπτου πολλοὺς τῶν προσοίκων καταγωνισαμένου, καὶ τοὺς | |
λῃστρικοὺς ἄνδρας μεταρρυθμίσαντος πρὸς τὸ φιλάν‐ θρωπον, καὶ οἱ λοιποὶ βασιλεῖς Αἰγύπτου εἰς τιμὴν ἐκεί‐ | 554 | |
10 | νου Φαραὼ ἐκαλοῦντο. Ἐβασίλευσαν ἐν Αἰγύπτῳ καὶ οἱ καλούμενοι ποιμένες· κατάγεσθαι δὲ δοκοῦσιν ἀπὸ τῶν υἱῶν Ἰακὼβ ὄντων ποιμένων. | |
40 | Exc. De insid.: Ὅτι ἐπὶ Δαρείου τοῦ βασι‐ λέως Περσῶν, Φιλίππου τῆς Μακεδονίας βασιλεύοντος χρόνους αʹ καὶ κʹ, πολλήν τε τῆς Ἑλλάδος καταστρε‐ ψαμένου μοῖραν, καὶ τοῦ τε πρὸς Ἀθηναίους καὶ τὸν | |
5 | στρατηγὸν Δημοσθένην ἐχομένου πολέμου ἐκκοπεὶς πρότερον τὸν δεξιὸν ὀφθαλμὸν, ὑπὸ Παυσανίου τοῦ ὑπα‐ σπιστοῦ διαφθείρεται ἐν θεάτρῳ· κινήσεώς τε μεγίστης τῶν στρατιωτῶν ἐπὶ τῷ θανάτῳ τούτου γενομένης, ἔμεινεν ἡ ἀρχὴ τετραετίαν γυμνή. | |
41a | Suidas v. Ἀλέξανδρος: Ὅτι Ἀλέξανδρος ὁ Μα‐ κεδὼν θαυμαστὸν βίον ἐβίωσε. Πίστιν δὲ τοῖς εἰρημένοις ἐχέγγυον ἡ τῶν ἀγώνων παρέσχε πρᾶξις. Οὐδὲ γὰρ ἔστιν εὑρεῖν ἐν παντὶ τῷ τοῦ κόσμου κύκλῳ ἕνα ἄνδρα | |
5 | τοσούτοις κατορθώμασι πλεονεκτοῦντα. Τοῖς τε γὰρ ἀρίστοις ἀνδράσιν εἴς (τε) λόγους οὐ μείων τῶν εἰς ἄκρον ἐπαινουμένων εὑρέθη, πρός τε τὰ πολέμια διελ‐ θὼν θαυμαστὰ μᾶλλον ἢ πειθοῦς ἄξια διεπράξατο. Καὶ πρὸς Δαρεῖον τὸν Περσῶν βασιλέα συνάψας πόλεμον, | |
10 | τοῦτον κατακράτος νικᾷ. Κἀκεῖνος αἰτεῖται εἰς διαλλα‐ γὰς ἐλθεῖν καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸς γάμου κοινωνίαν. Ὁ αὐτὸς πάντα τὰ ἔθνη κατα‐ στρεψάμενος διεφθάρη τὸν νοῦν, etc. | |
41b | Exc. De virt.: Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν τὴν τῶν Περσῶν βασιλείαν καθελὼν καὶ τὸν Δαρεῖον ἀνελὼν διεφθάρη τὸν νοῦν, καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς διωλίσθησε, Περσικήν τε στολὴν ἐνδυσάμενος, | |
5 | μυρίοις δὲ νέοις δορυφορούμενος, τριακοσίαις τε παλ‐ λακαῖς χρώμενος, ὡς τὴν Μακεδονικὴν πᾶσαν τῶν βα‐ σιλέων συνήθειαν εἰς Πέρσας μεταρρυθμίσαι, ἐντεῦθέν τέ τινας τῶν ἰδίων διαβληθέντας ἀνελεῖν, Λαγχέα μὲν καὶ Παρμενίωνα τοῦ στρατοπέδου ἐξάρχοντας τῆς τε | |
10 | Μακεδονικῆς νεολαίας οὐκ ὀλίγους. | |
41c | Suidas l. l: Ὕστερον δὲ εἰς Ἰνδίαν ἀφικόμενος ὑπὸ Κανδάκης τῆς βασιλίσσης συνελήφθη ἐν ἰδιώτου σχή‐ ματι. Καὶ εἶπεν αὐτῷ· «Ἀλέξανδρε βασιλεῦ, τὸν κό‐ σμον παρέλαβες καὶ ὑπὸ γυναικὸς συνεσχέθης;» Καὶ | |
5 | εἰρήνην πρὸς αὐτὴν ἐποιήσατο, καὶ τὴν χώραν αὐτῆς ἀβλαβῆ διεφύλαξεν. | |
42a | Exc. De ins.: Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν, ὥς φησι Ἰωάννης ὁ Ἀντιοχεὺς, ἐπὶ τοσούτοις κατορ‐ θώμασιν ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμα‐ κον δεξάμενος τὸν βίον μετήλλαξεν. | |
42b | Suidas v. Ἀλέξανδρος: «Ὅτι ὁ αὐτὸς ὀκτακο‐ σίοις ἀνδράσιν ἐνέτυχεν ὑπὸ Περσῶν πάλαι ἐν Ἑλλάδι ληφθεῖσιν, ἀκρωτηριασμένοις τὰς χεῖρας, οὓς μεγάλαις δωρεαῖς ἐφιλοφρονήσατο καὶ παρεμυθήσατο. Εἰς δὲ τὴν | |
5 | λίμνην τὴν ἐν Ἀλεξανδρείᾳ ἀφικόμενος τὸ διάδημα ἀπέ‐ βαλεν, ὄμβρου πολλοῦ καταρραγέντος, καὶ μόλις ἐπὶ τὴν γῆν διενήξατο. Καὶ ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρα‐ τηγοῦ φάρμακον δεξάμενος ἐσπαράχθη. Καὶ οὕτως ἐπὶ τοσούτοις κατορθώμασι τὸν βίον μετήλλαξεν. | |
43 | Exc. De virt.: Ὅτι Λούκιος Βαλέριος Πο‐ πλικόλας ὕπατος καταλείπει τὸν βίον, οὕτω δὴ μέταιτός τε καὶ χρημάτων ἄπορος ὡς κοινοῖς ὑπὸ τοῦ δήμου τα‐ φῆναι χρήμασι, τάς τε κατὰ τὴν πόλιν γυναῖκας πα‐ | |
5 | ραπλησίως αὐτὸν ἀποθρηνῆσαι τῷ Βρούτῳ, ἐπειδὰν καὶ συνῆρξεν αὐτῷ τῆς τῶν τυράννων ἐξόδου. | |
44 | Exc. De ins.: Ὅτι ἕκτῳ τῆς ὑπατείας χρόνῳ μετὰ τὴν τῶν τυράννων ἐξέλασιν, Κασσίου τε καὶ Σουλπικίου τὴν ἀρχὴν παραλαβόντων, ἐς πᾶν μὲν κιν‐ δύνου προῆλθεν ἡ πόλις, τοῦ δουλικοῦ πλήθους ὑπὸ τῶν | |
5 | τυράννων ἀναπεισθέντος ἐπιθέσθαι νύκτωρ τοῖς κεκτη‐ μένοις, καὶ διαφθεῖραι τοὺς ἄνδρας ἐν ταῖς εὐναῖς, ἐπειδὰν αὐτοί τε προσάγωσι, καὶ οἱ συλλαβόμενοι σφίσι τῶν πολιτῶν τὰ ἐρυμνὰ καταλάβοιεν τοῦ ἄστεως. Οὐ μὴν ἀπέβη τι τούτων, Σουλπικίου τοῦ ὑπάτου σω‐ | |
10 | φρόνως τούς θ’ ἡγεμόνας τῆς ἐπιχειρήσεως συλλαβόν‐ τος, καὶ τὸ κεκινημένον τοῦ δημοτικοῦ κατασπά‐ σαντος. | |
45 | Ibid.: Ὅτι ἐνάτῳ τῆς ἐλευθερίας ἐνιαυτῷ, | |
Πόπλου Καμινίου καὶ Τίτου Λευκίου ὑπατευόντων, ἐπειδὴ Μαμήλιος ἀνὴρ Λατῖνος μὲν τὸ γένος, καὶ μέγα παρὰ τοῖς ὁμοφύλοις δυνάμενος, συνοικῶν δὲ τῶν Ταρ‐ | 555 | |
5 | κυνίου θυγατρῶν τῇ νεωτάτῃ, ἀναστήσας πανδημεὶ τὸ Λατίνων γένος, χεῖρά τε μισθοφόρον πολλὴν ἀγείρας, τιμωρεῖν τοῖς κηδεσταῖς, ἀτίμως παρεωσμένοις τῆς δυναστείας, ἠξίου, ἡ βουλὴ (δὲ) καταδείσασα τὸ πλῆθος τοῦ πολεμίου νέφους, καινὸν ἡγεμονίας ἀνευρίσκει γέ‐ | |
10 | νος, προχειρισαμένη τότε πρῶτον δικτάτορα, [ὃς καθ’ Ἑλλάδα γλῶτταν κληθείη ἂν εἰσηγητὴς τῶν λυ‐ σιτελῶν· ὑπερέχων μὲν τῆς τῶν ὑπάτων ἀρχῆς, τοῖς δὲ βασιλεῦσι προσφερέστατος· ἀνυπεύθυνόν τε γὰρ τῶν ὅλων εἶχε τὸ κράτος, καὶ ἰσοτύραννον ἐν τῷ καθεστη‐ | |
15 | κότι χρόνῳ τὴν ἐξουσίαν. Τοιγαροῦν Γάϊος Καῖσαρ πρότερον, καὶ μετὰ τοῦτον Αὔγουστος Ὀκταούιος, ὧν ὕστερον κατὰ τοὺς οἰκείους χρόνους μνημονεύσομεν, ὑπὸ τῷδε ὀνόματι τῆς μοναρχίας ἀντιλαμβάνεσθαι διέγνωσαν.] | |
46 | Ibid.: Ὅτι καὶ κατὰ τὴν πόλιν ἐμφύλιος ἀνε‐ φλέγετο ταραχὴ, τοῦ δήμου πρὸς τὸ συνέδριον ἀπε‐ χθῶς ἔχειν ἠρεθισμένου, ἀποστάντος δὲ σὺν ὅπλοις τῆς πόλεως, καὶ οὔτε συνοικεῖν ἔτι οὔτε κοινωνεῖν τῶν ἀγώ‐ | |
5 | νων βουλομένου τοῖς εὐπατρίδαις, εἰ μὴ τῶν τ’ ὀφλη‐ μάτων ἀπολυθείη, καὶ δικασταῖς χρῆσθαι τὸ ἐντεῦθεν οἰκείοις ἐπιτραπείη, ὡς ἐπικουρίαν τοῦ δημοτικοῦ τε καὶ εὐτελοῦς ὄχλου, οἳ τοῖς παρὰ τὸ προσῆκον ὑπὸ τῶν δυνατῶν κατειργομένοις ἀρήξοιεν, καὶ τῶν πολλῶν ἐλεύ‐ | |
10 | θερα διαφυλάξαιεν τὰ σώματα. Δείσαντες δὲ οὖν οἱ ἐν τέλει, μὴ ἐν τούτῳ τι πρὸς τῶν περιοίκων νεωτερισθείη, τοῦ δήμου πολεμίου τε ὄντος καὶ πρὸς τὰς ἔξω στρατιὰς οὐχ ὑπακούοντος, τὰ ἐξαιτησόμενα ** καὶ διαλλαγὰς ἐπὶ τούτοις εὑρίσκονται. | |
47 | Ibid.: Ὅτι Ποπλίου αὖθις καὶ Βαλερίου τὴν ἀρχὴν διαδεξαμένων, ἥ(τε) κατὰ πόλιν ἐμφύλιος ἀνάπτε‐ ται ζάλη, τοῦ δήμου πρὸς τοὺς πατρικίους στασιάζον‐ τος. Καὶ πρῶτον μὲν Καίσαρα τὸν ἀπὸ ** περιπλεξά‐ | |
5 | μενος εἰς οἶκτον τοὺς ὁρῶντας συνήλασεν· ἔπειτα καὶ Σαβῖνοι Σερδώνιον πρὸς τυραννίδα ἐκίνησαν, ὃς ταχείας ἔτυχε καθαιρέσεως, θεραπευθέντος τοῦ δήμου καὶ τοῖς ὑπάτοις συμπράξαντος. | |
48 | Exc. De virt.: Ὅτι Κύντιος Κικιννάτος ὁ δικτάτωρ πολλαῖς μὲν καὶ πρότερον ἐνήθλησε στρα‐ τιαῖς, ἀρχαῖς τε καὶ τιμαῖς Ῥωμαϊκαῖς πολλάκις κε‐ κοσμημένος. Οὕτω δὲ ἦν μέτριος καὶ σώφρων, ὡς ἐπὶ | |
5 | καλύβῃ λυπρᾷ καὶ ὀλίγῳ γῆς μέτρῳ ζῆν, τὸν αὐτοῦρ‐ γόν τε ἀγαπᾶν βίον. Ὃς δικτάτωρ προβαλλόμενος ἔτυχε πρὸς ἀρότρῳ πονούμενος, ὅτε ἀφίκοντο πρὸς αὐτὸν οἱ τὰ παράσημα τῆς ἀρχῆς κομίζοντες· ἀπονιψάμενός τε [καὶ δεξάμενος] τὰ σύμβολα * πρὸ ἑστιάσεως ἅμα τῇ | |
10 | οἰκείᾳ δυνάμει τοῖς πολεμίοις ἐπιγίνεται φόνον τε πολὺν τῶν ἐναντίων ἐργασάμενος ἐπάνεισιν ἑκκαιδεκάτῃ μετὰ τὴν ἔξοδον ἡμέρᾳ, τοὺς μὲν οἰκείους τοῦ περιστάντος κιν‐ δύνου λυσάμενος, τὸν δὲ τῶν πολεμίων διαρπάσας χά‐ ρακα· καὶ τὸν στρατηγὸν τῶν Ἐκανῶν δέσμιον ἐπὶ τὴν | |
15 | πομπὴν κατάγει τὴν ἐπινίκιον. | 556 |
49 | Suidas v. Κελτοί: «Ὅτι Κελτοὶ κατὰ Ῥωμαίων ἐστράτευσαν. Ἀνὴρ δέ τις τῶν Κελτῶν ἡγεμονικὸς, τό τε σῶμα εὐπρεπὴς καὶ τὸν θυμὸν ἀλκιμώτατος, προελθὼν τοῦ οἰκείου πλήθους ἐς μονομαχίαν προὐκαλεῖτο τῶν | |
5 | ἐναντίων τὸν ἄριστον. Βαλέριος δέ τις ἡγεμὼν φάλαγγος ὑπέστη τὸ ἀγώνισμα, καὶ θείᾳ δέ τινι μοίρᾳ κατὰ γνώμην ἀποβάντος ἔτυχε τοῦ βουλεύματος. Ἐπεὶ γὰρ προῆλθε τοῦ οἰκείου τάγματος ὁπλισάμενος, κόραξ προσιζάνει τῷ δεξιῷ τοῦ ἀνδρὸς βραχίονι· ἀντιπρόσωπος δὲ τῷ | |
10 | Κελτῷ κατὰ τὸν ἀγῶνα φερόμενος, καὶ τοῖς τε ὄνυξιν ἀμύττων τὸ πρόσωπον καὶ τοῖς πτέρυξιν ἐπικαλύπτων τοὺς ὀφθαλμοὺς ἀφύλακτον τῷ Βαλερίῳ τὸν πολέ‐ μιον παραδέδωκεν· ὁμοῦ τήν τε νίκην τῷ ἀνδρὶ καὶ τὴν ἀπὸ τοῦ συμβεβηκότος ἐπωνυμίαν χαρισάμενος. | |
15 | Κορβῖνος γὰρ δὴ τοὐντεῦθεν ἐπεκλήθη, τῆς τε μαρ‐ τυρηθείσης ἀρετῆς ἕνεκα παρὰ τὰ καθεστηκότα Ῥω‐ μαίοις νόμιμα τῆς ὑπατικῆς ἀρχῆς ἔτι μειράκιον ὢν τυγχάνει.» | |
50 | Exc. De virt.: Ὅτι Μάρκελλος καὶ Σκι‐ πίων οἱ ὕπατοι μετὰ τὴν νίκην τὴν κατὰ Γαλατῶν **—Κατὰ τὸν αὐτὸν καιρὸν καὶ Οὐολσινίους δόλῳ κρατηθέντας τε καὶ αἰκιζομένους | |
5 | πικρῶς ἠλευθέρωσαν. Οἱ γὰρ ταύτην οἰκοῦντες τὴν χώ‐ ραν, ἐν πολλῇ τρυφῇ τοῦ σώματος διαιτώμενοι, αὐτοί τε τῶν ὅπλων καταφρονήσαντες τοῖς οἰκέταις ταῦτα χειρίζειν ἐπέτρεψαν. Ἐπειδὰν δὲ δυνάμεως ἐπελάβοντο, πρῶτα μὲν τὰς ἑαυτῶν δεσποίνας πρὸς βίαν κατῄσχυ‐ | |
10 | ναν· ἔπειτα τοῖς δεσπόταις χεῖρας ἐπιβαλόντες τοὺς μὲν ὡς ἔτυχε διαφθείροντες, τοὺς δὲ τιμωρίαις αἰσχίσταις ὑποβαλόντες κατηνάλωσαν. | |
51 | Ibid.: Ὅτι καὶ Μάρκος Μινούκιος Ῥοῦφος καὶ Πόπλιος Κορνήλιος οἱ ὕπατοι Ἰστρια‐ νοῖς κακουργοῦσι τὰς σιταγωγὰ Ῥωμαίων ὁλκάδας δί‐ κην ἐπέθεσαν, ἅπαντας ὀλίγου τοῖς οἰκείοις ὑποθέντες | |
5 | ὅπλοις. | |
52a | Suidas: Διῆγε, παρεξέτεινεν. Ἰωάννης Ἀντιοχείας· «Ὃς ἔρυμνα χωρία παρειληφὼς ἐπὶ πολὺ διῆγε τὸν πόλεμον, ἀμβλύνων τὴν τοῦ Ἀννίβου ὀξύτητα χρονίαις διατριβαῖς.» | |
52b | Idem: Ἀμβλύνω, τὸ ἐκλύω. «Ὁ δὲ ἐπὶ πολὺ διῆγε τὸν πόλεμον ἀμβλύνων τὴν τοῦ πολεμίου ὀξύτητα χρονίαις τε καὶ μακραῖς τοῦ ἔργου διατριβαῖς.» | |
53 | Exc. De ins.: Ὅτι κατὰ τὸν χρόνον ὅτε Ἀν‐ νίβας ἐπολέμει τοῖς Ῥωμαίοις, Ἀντίοχος ὁ τῆς Συρίας βασιλεὺς ὑπὸ Πτολεμαίου τοῦ Αἰγυπτίων ἄρχοντος πολεμούμενος, Ξέρξῃ τῷ Ἀρμενίων τυράννῳ τὴν ἑαυ‐ | |
5 | τοῦ ἀδελφὴν συνοικήσας, ἐκεῖνον μὲν διὰ τῆς ἀδελφῆς διεχρήσατο, τὴν δὲ Περσῶν βασιλείαν αὖθις ἀνεκτή‐ | |
σατο. | 557 | |
54 | Exc. de ins.: Ὅτι Πτολεμαίου (Ἀγαθόκλειαν) τὴν ἑαυτοῦ γυναῖκα ἐκβαλόντος, καὶ μιᾷ τινὶ τῶν ἑται‐ ρίδων συναφθέντος, εἶτα τελευτήσαντος Πτολεμαίου, ἡ Ἀγαθόκλεια Ἀρσινόην διαφθείρει δόλῳ· καὶ ταύτης σὺν | |
5 | τοῖς βασιλείοις διαφθαρείσης, πολλῆς τε ταραχῆς ἐντεῦθεν Αἰγυπτίοις ἀναφθείσης, ὅ τε τῆς Συρίας βασιλεὺς Σέ‐ λευκος, καὶ τῆς Μακεδονίας Φίλιππος, ἐλπίδι τοῦ κρα‐ τήσειν τῆς χώρας σὺν προθυμίᾳ στρατεύουσιν· οὓς δὴ Ῥωμαῖοι φθάσαντες τῆς ἐγχειρήσεως, τὴν τῶν Αἰγυ‐ | |
10 | πτίων ἐμφύλιον ἀπέσβεσαν ἐπανάστασιν, Πτολεμαῖον τὸν Ἐπιφανῆ αὐτοκράτορα τοῦ ἔθνους ἀποδείξαντες, Προυσίου τότε τῶν Βιθυνῶν βασιλεύσαντος. | |
55 | Ibid.: Ὅτι Ἀντιόχου, οὗ ἐπώνυμός ἐστι πό‐ λις παρὰ Ἀσσυρίοις, υἱὸς Σέλευκος καὶ Ἀντίοχος ὁ ἐπι‐ κληθεὶς Θεός· ἀλλ’ ὁ μὲν Σέλευκος, ἐπιβουλεύειν ὑποπτευθεὶς τῷ πατρὶ, κατακτείνεται. | |
56 | Ibid.: Ὅτι Δημήτριος υἱὸς ἦν Φιλίππου τοῦ Μακεδόνων βασιλέως, ὃν οἱ Ῥωμαῖοι ὅμηρον ἔσχον· συμμαχήσαντος δὲ Φιλίππου τοῖς Ῥωμαίοις, τοῦτον ἀμειβόμενοι τῆς ἐννοίας (εὐν.?), ἀφιᾶσι τὸν παῖδα τῆς | |
5 | ὁμηρείας. Ἐπανελθόντα δὲ τὸν Δημήτριον ἐκποδὼν ὁ Φίλιππος ἐποιήσατο, πρῶτος τῶν ἀπὸ τοῦδε τοῦ γέ‐ νους μιαιφονήσας ἐς τοὺς οἰκείους. | |
57 | Exc. De virt.: Ὅτι Αἰμίλιος ὁ ὕπατος, ὁ τὸν Περσέα τὸν τῶν Μακεδόνων βασιλέα χειρωσά‐ μενος, ἀνὴρ ἦν σώφρων καὶ φέρειν εὐπραγίας εἰδὼς, καὶ ἱκανὸς ὤν. Ἅμα [γὰρ] βασιλικῇ θεραπείᾳ τὸν | |
5 | ἄνδρα ὑπεδέξατο, πεσεῖν τε βουληθέντα πρὸς τοῖς γό‐ νασιν αὐτοῦ ἀναστήσας καὶ ἐπειπὼν, «Ἄνθρωπε, τί μου καταβάλλεις τὸ κατόρθωμα;» ἐπί τινος βασιλι‐ κοῦ θρόνου πάρεδρον ἑαυτῷ κατεστήσατο. Μακεδόνας δὲ καὶ Ἰλλυριοὺς, τῆς πρόσθεν δουλείας ἀπηλλαγμένους, | |
10 | ἐλευθέρους εἶναι καὶ αὐτονόμους προστάττει τὸ συνέ‐ δριον, δασμόν τε φέρειν βραχὺν, καὶ πολλῷ [τινι] τοῦ πάλαι κομιζομένου τοῖς ἑκατέρων βασιλεῦσι καταδεέστε‐ ρον· ὡς ἂν ὁμολογοῖτο πρὸς ἁπάντων Ῥωμαίους τῶν ὑπαρξάντων εἰς αὐτοὺς ἀδικημάτων [ἤπερ ἐφέσει τῆς | |
15 | Μακεδονικῆς ἡγεμονίας ἐξενηνοχέναι τὸν πόλεμον. Ὁ γὰρ Αἰμίλιος ἐς τὴν ἁπάντων] τῶν παρόντων ἀκοὴν (ἦσαν δὲ πολλοὶ ἐκ πολλῶν ἐθνῶν συνειλεγμένοι) τὸ τῆς βουλῆς ἐξενεγκὼν δόγμα ἐλευθέρους εἶναι τοὺς ἄνδρας ἀπεφήνατο· τούς τε παρ’ αὐτὸν ἀφικομένους τῶν Εὐρω‐ | |
20 | παίων [πρέσβεις] εἱστία πολυτελῶς, τῇ λαμπρότητι τοῦ συμποσίου φιλοτιμούμενος. Ἔλεγε γὰρ δὴ τῶν αὐτῶν ἀνδρῶν εἶναι, τῷ τε πολέμῳ κρατεῖν, καὶ ταῖς πα‐ ρασκευαῖς τῶν συμποσίων ἐπιμελεῖς τε καὶ φιλοτίμους φαίνεσθαι. | |
58 | Exc. De ins.: Ὅτι Ἀντίοχος (sc. ὁ Ἐπι‐ φανὴς), ὁ τῆς Συρίας βασιλεὺς, τοῦ Σελεύκου (sc. τοῦ Φιλοπάτορος) τοῦ ἀδελφοῦ παῖδα ὑποτοπήσας διέφθει‐ ρεν· ἑτέροις τὸν τούτου φόνον ἐπενεγκὼν, οὓς δὴ καὶ | |
5 | διὰ φόβον διεχρήσατο· αὖθίς τε πρὸς Πτολεμαῖον (sc. τὸν Φιλομήτορα) στρατεύει, ἀναπαλαίειν ταῖς συνθή‐ καις ἐπιχειροῦντα. Καὶ πολεμήσας αὐτῷ κατὰ τὸ Πη‐ λούσιον, κρατήσας τε παντελῶς τοῖς ὅπλοις, φυγεῖν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἠνάγκασεν. | |
10 | Καὶ ὁ μὲν Πτολεμαῖος οὐ προσδεχθεὶς ὑπὸ τῶν Αἰ‐ γυπτίων, προσφεύγει τῷ γαμβρῷ Ἀντιόχῳ· ὁ δὲ τοῦ‐ τον πάλιν εἰς τὴν βασιλείαν ἀποκαθίστησιν· ἐκεῖθέν τε κατὰ Ἰουδαίων ὁρμήσας, αἱρεῖ μὲν αὐτῶν τὸ ἄστυ, καὶ τοὺς θησαυροὺς ἅπαντας καὶ τὰ ἱερὰ σκεύη, καὶ τοὺς | |
15 | ναοὺς συλήσας συνέχεε τὰ τοῦ ἔθνους νόμιμα, δειναῖς τε τιμωρίαις τοὺς ἄνδρας ὑποβαλὼν, ἑλληνίζειν ἠνάγ‐ | |
καζε· τόν τε πάτριον αὐτῶν ἀφελόμενος κόσμον, Διὸς Ὀλυμπίου ἀνέστησεν ἄγαλμα· ἐντεῦθέν τε ὡς ἐπὶ τὴν Σαμάρειαν ἀνῆλθε, καὶ Διὸς ξενίου τέμενος ᾠκοδόμησεν. | 558 | |
20 | Καὶ Ματθίας Ἀσμωνίου παῖς τὴν ἱερατείαν παρεί‐ ληφεν ἐν Ἱερουσαλὴμ, καὶ τοὺς Ἀντιόχου στρατηγοὺς διεχρήσατο. Ἀλλ’ ὁ μὲν ἀπὸ Σαμαρείας οἴκων *, αὐτόν τε τὸν Ματθίαν ἀναιρεῖ, καὶ τοὺς λεγομένους Μακκα‐ βαίους κολάζει, τό τε ἱερὸν χοιρείοις αἵμασι βεβηλοῖ, | |
25 | καὶ στρατηγοὺς ἰδίους ἄρχειν τοῦ ἔθνους καθίστησιν. Αὐτός τε ἐπὶ τὴν Συρίαν ἀνελθὼν μεταλλάττει τὸν βίον, Ἀντιόχου τοῦ Εὐπάτορος τὴν ἀρχὴν διαδεξα‐ μένου. | |
59 | Ibid.: Ἐπειδὴ δὲ Δημήτριος Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸς παρὰ Ῥωμαίοις ὁμηρεύων, τὸν τοῦ πατρὸς ἐπύθετο θάνατον, καὶ τὴν βασιλείαν πρὸς τοῦ Εὐπάτορος ἁρπαγεῖσαν, ἱκετεύσας τὴν βουλὴν, καὶ πολ‐ | |
5 | λῆς ἐπικουρίας τυχὼν, ἐπὶ τὴν Συρίαν ἐπανέρχεται. Καὶ κατακτείνει μὲν τὸν Εὐπάτορα δύω ἔτεσιν ἐπιτρυ‐ φήσαντα, ἀναλαμβάνει [δὲ] τὴν βασιλείαν· καὶ σύμ‐ μαχος τοῦ Ῥωμαίων γένους κληθεὶς, βεβαίας ἀπήλαυσε τῆς ἡγεμονίας. Ἐνιαυτοὺς δὲ βʹ πρὸς τοῖς δέκα βιώσας, | |
10 | ὑπ’ Ἀλεξάνδρου δολοφονεῖται, τοῦ καὶ τὴν ἀρχὴν δια‐ δεξαμένου. | |
60 | Ibid.: Ὅτι κατὰ τὴν Ἰβηρίαν Βορίανθος (deb. Βυρίατθος) ἦν ἀνὴρ ἀφανὴς τὸ γένος, εὐτελής τε τὴν ἐπιτήδευσιν, οὐδὲν ὅτι μὴ ποιμὴν τὸ κατ’ ἀρχάς· οὗτος μετὰ ταῦτα λῃστρικοῦ τινος ἡγήσατο τάγματος· | |
5 | τελευταῖον τοσαύτην περιεβάλετο δύναμιν, καὶ τοσαῦτα κοινωνῆσαί οἱ τῆς ἐπιχειρήσεως ἀνέπεισε γένη, ὡς ἀξιό‐ μαχος νομισθῆναι Ῥωμαίοις, ἱκανός τε πρὸς τὴν ἀρχαίαν καὶ πάτριον τοὺς Ἴβηρας ἐπαναγαγεῖν πολιτείαν. Πρῶ‐ τος γοῦν Κόϊντος Κεκίλιος Μέτελλος ἐπὶ τόνδε τὸν πό‐ | |
10 | λεμον στρατηγὸς ἐκπέμπεται, [ὃς] ἄριστα καὶ τῆς Ῥω‐ μαίων δυνάμεως ἀξίως τοῖς ἀποστᾶσι Κελτιβήρων προσ‐ επολέμησε. Μηκυνομένου δὲ παρ’ ἐλπίδα τοῦ πολέμου, Κόϊντος Πομπήϊος αὖθις στρατηγὸς ἐξέπλει, μεθ’ ὃν Κόϊντος Καιπίων ἐπὶ τὸν αὐτὸν ἐξεπέμφθη πόλεμον. | |
15 | Ὧν μάλιστα πάντων ἕνεκα δείσαντες οἱ βάρβαροι, κτεί‐ νουσι τὸν Βορίανθον, τέσσαρα καὶ δέκα Ῥωμαίοις ἔτη ἐναντίως πολεμήσαντα· ταύτῃ προσάγεσθαι τὸν ἡγού‐ μενον τῆς Ῥωμαϊκῆς στρατιᾶς εἰς εὔνοιαν αὐτῶν καὶ φειδὼ λογισάμενος. Καὶ δὴ ἀφικόμενοι τῶν αὐθεντῶν | |
20 | τοῦ Βοριάνθου τινὲς ἆθλα τῶν περὶ τὸν ἄνδρα πεπρα‐ γμένων ἠξίουν παρὰ τοῦ ὑπάτου κομίζεσθαι. Οἷς ὁ Και‐ πίων ἀποκρίνεται, μηδαμῶς εἶναι Ῥωμαίοις ἔννομον ἐπαινεῖσθαι τὰς κατὰ τῶν στρατηγῶν τοῖς ἀρχομένοις ἐπιχειρουμένας ἐπιβουλάς. | |
61 | Ibid.: Ὅτι ἐπὶ ὑπάτων Γαΐου Κεκιλίου Με‐ τέλλου καὶ Γναίου Κάρβωνος, ἐπὶ τῆς ρξζʹ Ὀλυμπιάδος ὁ δουλικὸς πόλεμος ἐγένετο ἐν Σικελίᾳ. Οἱ γὰρ ταύτην νεμόμενοι τὴν χώραν, πολλῇ τῶν ἐπιτηδείων ἐντρυφῶν‐ | |
5 | τες δαψιλείᾳ, οὐ σταθμητὸν ἐκτήσαντο δούλων πλῆθος, πρός τε τὰς τῶν ἀγρῶν ἐξασκοῦντες αὐτὸ τριβὰς, καὶ τῇ πανοπλίᾳ γυμνάζοντες, οὐ μόνον τοὺς περιοίκους ἐληΐζοντο, ἀλλὰ καὶ τοῖς διοδευομένοις ξένοις ἐπαφιέντες τούτους, τῶν ἐπιφερομένων αὐτοὺς ἀφῃροῦντο φορτίων. | |
10 | Καὶ τοῖς μὲν δραπέταις οὐδὲν τῆς λείας παρεῖχον, αὐτοὶ | |
δὲ πολλῶν γεγενημένοι κύριοι χρημάτων, ἐκράτουν μα‐ νικῶς ἁπάσης τῆς Σικελίας. Οἱ γοῦν δραπέται τῇ σπά‐ νει τῶν ἀναγκαίων βεβιασμένοι, τῇ τε τῶν ὅπλων θαρ‐ ροῦντες ἀσκήσει, καὶ τῇ καθαρᾷ συνελαυνόμενοι δίκῃ, | 559 | |
15 | ἐπὶ τοὺς αὐθέντας τῶν δεινῶν μεταβάλλουσι τὰς χεῖρας, σύνθημα νυκτερινὸν ἐπαγγείλαντες παντὶ τῷ δουλικῷ πλήθει, Εὔνουν τέ τινα λεγόμενον δραπέτην, φύσει τε μιαρὸν καὶ πανοῦργον καὶ τῆς μυσαρᾶς μιαιφονίας αὐ‐ θέντην, [βασιλέα] ἀποδεικνύντες. | |
20 | Ἐπειδὴ δὲ οὗτος τῆς νυκτερικῆς ἐκείνης μανίας βα‐ σιλεὺς ὠνομάσθη, συνεσκεύαζε τὰς ἀρχὰς δορυφόρους τε πλείστους, καὶ τῶν δραμάτων ἄρχοντας ἀπεδείκνυ. Καὶ πάλαι μὲν τοῖς ἑαυτοῦ δεσπόταις ταῦτα τερατευό‐ μενος ἐπήγγελτο· ἐπειδὴ δὲ τῆς ὀλεθρίας ἐπελάβετο δυ‐ | |
25 | ναστείας, μυριάδας (τε) πλείους ἢ τεσσαράκοντα συν‐ αθροίσας, ἐν αὐτοῖς τοῖς οἴκοις ἀναιρεῖ τοὺς δεσπότας· τοὺς μὲν αἰκίαις ὑποβάλλων, τοὺς δὲ καὶ κατὰ τῶν πλευρωμάτων ἀκοντίζων, ἑτέρους δὲ τῶν κεφαλῶν ζη‐ μιῶν διετίθει· γυναικῶν δὲ ὅσαι μὲν ἐν παρθενίᾳ ὑπῆρ‐ | |
30 | χον, συνηρπάζοντο δουλεύειν τοῖς δραπέταις ἠναγκα‐ σμέναι, ὅσαι δὲ τὸ πρὶν ἤδη τοῖς ἀνδράσι συνῴκουν, πρὸς βίαν ᾐσχύνοντο. Τοῦ δὲ πάθους καὶ ταῖς ἄλλαις πόλεσιν ἐπιδημοῦντος, μέλλοντός τε καὶ ἐπ’ αὐτῇ ἐπι‐ φοιτᾶν τῇ Ῥώμῃ, Πόπλιος Σκιπίων κατ’ αὐτῶν στρα‐ | |
35 | τεύσας, τούτων τοὺς μὲν ἀναιρεῖ, τοὺς δὲ ὑπὸ ζυγὸν τίθησιν. | |
62 | Ibid.: Ὅτι μετὰ τὴν τῶν ἀποστατῶν δού‐ λων καθαίρεσιν, Σκιπίων Ἀφρικανὸς κατὰ τὸ βουλευ‐ τήριον Τιβέριον Γράκχον, ἄνδρα τῶν ἐν τέλει στρατη‐ γῶν, νεωτέρων ἁπτόμενον καὶ τὸ δῆμον ἀνασείοντα, | |
5 | ξύλῳ παίσας κατέκτανεν. | |
63 | Ibid.: Ὅτι ἐν τούτῳ τῷ χρόνῳ, ἐπαναστάν‐ τος τοῦ δήμου, Σκιπίων Ἀφρικανὸς φυγὰς τῆς πόλεως γίνεται, ζημιοῦται δὲ καὶ τὴν ἑαυτοῦ γυναῖκα σὺν παρ‐ θένῳ παιδὶ, καὶ τῆς οἰκίας ἅμα τοῖς ὑπάρχουσιν ἀπο‐ | |
5 | στερεῖται. Τὰ μὲν γὰρ πυρὶ κατεφλέχθη, τὰ δὲ ὑπὸ τοῦ δήμου διηρπάγη τε καὶ ἀνῃρέθη· ὡς δόγματι τῆς βουλῆς μετὰ ταῦτα ἐκ τοῦ δημοσίου μοῖραν οὐ μικρὰν τῷ ἀνδρὶ ἐπιδοθῆναι. | |
64 | Ibid.: Ὅτι Ποπλίου Σκιπίωνος, ἐπίκλησιν Νασικᾶ, καὶ Καλπουρνίου Βεστίου ὑπατευόντων, αὖθις ἐς τὴν Λιβύην ἐπεραιοῦντο Ῥωμαῖοι, ἐναντία Ἰου‐ γούρθα τῷ Νουμιδῶν δυνάστῃ πολεμήσοντες. Αἰτία δὲ | |
5 | τῆς πρὸς τὸν ἄνδρα διαφορᾶς τοιάδε τις ἦν. Μασσανά‐ σης ἐγεγόνει κατὰ τοὺς ἄνω χρόνους βασιλεὺς τῆς Νου‐ μιδίας, Ῥωμαίοις γεγονὼς πιστὸς σύμμαχος. Τούτῳ παῖδες γίνονται Μασθανάβαλλός τε καὶ Γολούσσας καὶ τρίτος Μιψίχας. Τελευτησάντων δὲ τῶν ἑτέρων νέων | |
10 | ἔτι, Μιψίχας χρόνοις ὕστερον τὴν βασιλείαν ἐκδέχεται· γενομένοις δὲ ἀφ’ ἑαυτοῦ δύο παισὶ Ἀδερβάλλῳ τε καὶ Ἱεμψάλῳ, τὸ τῆς Νουμιδίας παραπέμπει τούτοις κρά‐ τος, συνάρχοντα τοῖς ἑαυτοῦ παισὶν ἀποφήνας τουτονὶ τὸν Ἰουγούρθαν, Μασθαναβάλλου μὲν τοῦ ἀδελφοῦ | |
15 | παῖδα τυγχάνοντα, τεχθέντα δὲ ἐκ παλλακίδος. Ὁ δὲ Ἰουγούρθας, τοῦ θείου μεταστάντος, οὐκ ἀγαπήσας τὴν οἰκείαν τῆς βασιλείας μοῖραν, ἐπιβουλεύει τοῖς περὶ τὸν Ἀδέρβαλλον, ἅμα τῷ παππῴῳ καὶ πατρῴῳ κλήρῳ καὶ τὴν πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν διαδεξαμένοις, | |
20 | καὶ διαφθείρας τοὺς ἄνδρας, αὐτὸς ἁπάσης παρανόμως ἐκράτει τῆς Νουμιδίας. Ἐδόκει δὴ οὖν τῷ δήμῳ μὴ περιορᾶν ἀνδρῶν ἀνέκαθεν φίλων τε καὶ συμμάχων συμφορὰν, ἀλλ’ ἀμύνειν πάσῃ δυνάμει· καὶ δὴ στρα‐ τεύειν ἐπ’ αὐτὸν ἅτερος τῶν ὑπάτων Βεστίας προστάτ‐ | |
25 | τεται· ὃς τοῖς δώροις τοῦ Ἰουγούρθου διαφθαρεὶς, εἰς διαλλαγὰς αἰσχράς τε καὶ τῆς Ῥωμαίων δυνάμεως ἀνα‐ ξίας ἀφίκετο. Ταύτας οὖν διαλῦσαν καὶ ἀκύρους εἶναι ψηφισάμενον τὸ συνέδριον, ἀπαλλάττει τῆς ἀρχῆς τὸν Βεστίαν, ἡγεμόνα δὲ τῷ κατόπιν ἐνιαυτῷ τοῦδε τοῦ | |
30 | πολέμου Σπόριον Ποστούμιον Ἀλβῖνον ἀποδείκνυσιν. Ἐπειδὴ δὲ καὶ οὗτος ἀμαθῶς τε καὶ λίαν ἀσθενῶς διὰ τοῦ ἀδελφοῦ τοῖς ἐναντίοις προσεπολέμησεν, ἥττων τῶν βασιλικῶν χρημάτων γενόμενος, τρίτον Κόϊντον Κε‐ κίλιον Μέτελλον τὸν ὕπατον ἐπὶ τὸν αὐτὸν τοῦτον ἐκ‐ | |
35 | πέμπει πόλεμον. Ὃς ἀφικόμενος τὴν μὲν στρατιὰν διεφθαρμένην ὑπὸ τῆς κακίας τῶν ἔμπροσθεν ἡγησαμέ‐ νων, φρονήματι γενναίῳ καὶ μετρίᾳ τῶν ἁμαρτανομένων ἐπανορθώσει πρὸς τὸν Ῥωμαϊκὸν ἐπανήγαγε κόσμον, | |
οὐδὲν ἀπηνὲς οὐδὲ πικρὸν ἐς οὐδένα τῶν ὑπηκόων εἰρ‐ | 560 | |
40 | γασμένος· τὸν δὲ Ἰουγούρθαν συχναῖς ἐταπείνωσε μά‐ χαις, πόλεις τῶν Νουμιδῶν πολλὰς κατὰ κράτος ἐξε‐ λὼν, καὶ τῶν ἐλεφάντων τοὺς μὲν διαφθείρας, τοὺς δὲ ζῶντας χειρωσάμενος. Οὐ πόρρω γοῦν ἀπέχων τοῦ τέ‐ λους τῶν πραττομένων, παρελύθη τῆς ἀρχῆς, Γαΐου | |
45 | Μαρίου τὴν ἀρχὴν διαδεξαμένου. Παραλαβὼν δὲ τὰς δυνάμεις ὁ Μάριος κρατεῖ μὲν ἀντιταξαμένων τῶν περὶ τὸν Ἰουγούρθαν τὸν βασιλέα τῶν Μαυρουσίων, πόλεις δὲ καὶ οὗτός τινας τῶν Νουμιδῶν καθελὼν, ὡς πέρας εὐ‐ τυχὲς δι’ ὀλίγου τοῦ παντὸς ἀγῶνος ἀφίκετο, ἔχων ὑπὸ | |
64(50) | χεῖρα τὸν βασιλέα τῶν ἐναντίων, προδοθέντα μὲν ὑπὸ Βόκχου τοῦ Μαυρουσίου συμμάχου τοῖς ἐναντίοις, ἀχ‐ θέντα δὲ αἰχμάλωτον ὑπὸ Κορνηλίου Σύλλου, ἀνδρὸς μεγάλου τε καὶ γενναίου τὰ πολεμικά. Ὁ γάρ τοι Βόκχος τιθασσευθεὶς ὑπὸ τοῦ Σύλλου, καὶ φιλοφροσύνῃ | |
55 | λόγου πρὸς εὔνοιαν ὑπαχθεὶς, τὸν μὲν Ἰουγούρθαν κα‐ ταφυγόντα μετὰ τὴν ἧτταν ὡς αὐτὸν, καίτοι γαμβρὸν ὄντα, σὺν ὀλίγοις στρατιώταις ἀφικόμενος τῷ Σύλλᾳ δίδωσιν ἄγειν, αὐτὸς δὲ τὰ Ῥωμαίων εἵλετο. Οὕτως ἄρα λόγος μέτριος καὶ φιλοφροσύνη μείζονα πολλάκις | |
60 | τῶν ὅπλων καὶ τῶν πολυανθρώπων καθώρθωσε στρα‐ τοπέδων. Ὁ γοῦν Σύλλας ἐπὶ τούτων μεγαλαυχούμε‐ νος, καὶ πᾶν τὸ πραχθὲν περὶ τὸν Ἰουγούρθαν οἰκειού‐ μενος, ἐς τοῦτο προῆλθε φιλοτιμίας, ὡς ἐντυπῶσαι δακτυλίῳ τὴν εἰκόνα τῆς πράξεως· ἐνεγέγλυπτο γὰρ | |
65 | ὁ μὲν Βόκχος παραδιδοὺς, ὁ δὲ Σύλλας τὸν Ἰουγούρ‐ θαν παραλαμβάνων· ἐφ’ ᾧ δὴ χαλεπαίνειν αὐτῷ καὶ φθονεῖν ἀδήλως ὁ Μάριος ἤρξατο. | |
65 | Ibid.: Ὅτι Τρύφων τὸν βασιλέα Συρίας Ἀντίοχον, οὗ μικρὸν πρόσθεν σύμμαχος ἐγεγόνει, διε‐ χρήσατο δόλῳ· αὐτός τε τὴν ἀρχὴν διαδεξάμενος, αὐ‐ τίκα ὑπὸ τῶν Σύρων διαφθείρεται. Κρατεῖ δὲ τῆς | |
5 | ἡγεμονίας Ἀντίοχος ὁ Σιδήτης, Δημητρίου μὲν παῖς τοῦ προτέρου (sc. τοῦ Σωτῆρος) γεγονὼς, ἀδελφὸς δὲ τοῦ δευτέρου Δημητρίου (sc. τοῦ Νικάτορος). | |
66 | Ibid.: Ὅτι Ἀντίοχος ὁ Σιδήτης ἐπίκλην, ὁ τὴν Ἱερουσαλὴμ πορθήσας, Συρίας βασιλεὺς, Ἀρσάκῃ τῷ Παρθυαίων δυνάστῃ προσπολεμήσας, ἀναιρεῖται, ἐνάτῳ τῆς βασιλείας ἐνιαυτῷ. Σέλευκος δὲ ἐπὶ τούτῳ | |
5 | τὴν ἀρχὴν διαδέχεται. Ἀλλ’ ὁ μὲν ὑπὸ Δημητρίου αὖθις ἐπανελθόντος καθαιρεῖται τῆς ἐξουσίας, κατα‐ φεύγει τε πρὸς τὸν Παρθυαῖον, καὶ τὴν αὐτοῦ θυγατέρα λαβὼν, μένει κατὰ τὴν χώραν. 2. Σκυθῶν δὲ τότε τὴν μέσην τῶν ποταμῶν ἐπιτρε‐ | |
10 | χόντων, καὶ τὴν Ἀρσάκου βασιλείαν ληιζομένων, αὐ‐ τός τε ὁ Παρθυαῖος κατὰ τὸν πόλεμον ἀναιρεῖται, καὶ ὁ μετὰ τοῦτον τὴν ἡγεμονίαν παρειληφὼς, ὑπόφορος γίνεται Σκύθαις. 3. Ἀλέξανδρος δὲ ὁ πρεσβύτερος, ἐκ τῆς Ἀραβίας | |
15 | ἥκων, πολύ τε πλῆθος ἀκοντιστῶν ἐπαγόμενος, Δημη‐ τρίῳ κατὰ τὴν Συρίαν ἐπολέμει. Ἐπὶ πολύ τε αὐτοῖς τῆς μάχης ἐκτεινομένης φεύγει Δημήτριος εἰς Τύρον, καὶ συλληφθεὶς ἀναιρεῖται, ἔτη δʹ τῆς ἀρχῆς ἀπολαύ‐ σας. Συνδιαφθείρεται δὲ τούτῳ κατὰ τὴν Δαμασκὸν | |
20 | καὶ ὁ παῖς Σέλευκος, ὑπὸ τῆς ἑαυτοῦ μητρὸς δολοφο‐ νηθεὶς Ἀπάμης. | |
67 | Exc. De virt.: Ὅτι αἰτίαν τῇ πολιτικῇ κινήσει παρεῖχε Γάϊος Μάριος, ἕκτον γεγονὼς ὕπατος. Ἡ μὲν γὰρ βουλὴ τῶν ὑπὸ τοῦ Μιθριδάτου νεωτε‐ ρισθέντων αἰσθομένη τήν τε Ἀσίαν ἤδη καὶ τὴν | |
5 | Ἑλλάδα κατειληφότος, Κορνήλιον Σύλλαν τὸν ὕπατον ἡγεμόνα τοῦδε τοῦ πολέμου προεχειρίσατο. Ἐπεὶ δὲ οὗτος κατὰ τὴν Καμπανίαν σὺν στρατιᾷ διέτριβε, τὸν κινηθέντα τῶν συμμάχων πόλεμον καθιστάμενος, ἀναιρῶν τε ὅπερ ἦν τῆσδε τῆς ταραχῆς λείψανον, | 561 |
10 | ὁ Μάριος ἐπιθυμήσας τῆς ἐπὶ τὴν Ἀσίαν στρατη‐ λασίας καὶ προσλαβὼν Σουλπίκιον τὸν δήμαρχον, ἄνδρα μοχθηρὸν καὶ μετὰ πάσης τόλμης καὶ ὠμότητος τὴν Ῥώμην ταράσσοντα, βιάζεται πλήθει καὶ ὅπλοις τὴν βουλὴν αὐτὸν ἀντιτάξαι τῷ Μιθριδάτῃ. Καὶ τὸν | |
15 | Σύλλαν ἀπὸ στρατοπέδου πάροντα μικροῦ μὲν ἐδέη‐ σεν ἀνελεῖν· ἐπεὶ δὲ συγχωρεῖν αὐτὸς ἔφη τοῖς γινομέ‐ νοις, παρῆκεν ἀπαθῆ. Καὶ ὃς ἀφικόμενος αὖθις πρὸς τοὺς στρατιώτας, καὶ τὰ πεπραγμένα διεξελθὼν ἐπά‐ γει τῇ πόλει συντεταγμένην τὴν στρατιὰν, καὶ κρα‐ | |
20 | τεῖ τῶν περὶ τὸν Μάριον ἀντιταξαμένων, πρῶτός τε Ῥωμαίων σὺν ὅπλοις ἐντὸς παρελθὼν τῆς πόλεως, Σουλπίκιον μὲν τὸν δήμαρχον καταμηνυθέντα πρὸς τοῦ θεράποντος ἀποσφάττει, Μάριον δὲ φυγάδα τῆς πόλεως **. | |
68 | Ibid.: Ὅτι ληξάντων τῶν ἐμφυλίων πο‐ λέμων φόνοι καὶ προγραφαὶ τῶν ἐπιφανῶν οἴκων διε‐ δέξαντο τὴν Ῥώμην, ἐς πᾶν ἐπεξιόντος τοῦ Σύλλου τοῖς ἀντιστασιώταις, ὡς τὴν Μαρίου τελευτὴν οὐκ | |
5 | ἀπαλλαγὴν, ἀλλὰ μεταβολὴν τυραννίδος νομισθῆναι Ῥωμαίοις. Τὰ μὲν γὰρ πρῶτα τοὺς ἐχθίστους οἱ τῶν πολιτῶν ἐκποδὼν ποιήσασθαι διεγνωκὼς, διὰ πάσης ὠμότητος ἐπεξῄει τήν τε πόλιν καὶ τὴν ἄλλην Ἰταλίαν. Τελευτῶν δὲ ἔστιν οὓς ἢ χρημάτων ἢ κτημάτων ἕνεκα | |
10 | ἐπ’ ὠφελείᾳ τῶν ἑαυτοῦ φίλων διέφθειρε. Λέγεται γοῦν Κόϊντον ἄνδρα ἐπιφανῆ, ἐπιεικῆ τε καὶ σώφρονα, οὐδετέρας μὲν γεγονότα μερίδος, ἀδοκήτως δὲ ἐν τοῖς προγεγραμμένοις θεασάμενον ἑαυτὸν, «Οἴμοι τάλας, εἰπεῖν, διώκει με τὸ ἐν Ἀλβανοῖς χωρίον.» Καὶ ὀρθῶς | |
15 | γε Σαλούστιος ὁ Ῥωμαῖος συγγραφεὺς ἔφη καλοῖς αὐτὸν ἐγχειρήμασι κάκιστον ἐπενηνοχέναι τὸ τέλος. Εἰ μὲν γὰρ τὴν Μαρίου καταβαλὼν δυναστείαν, ἀνδρὸς ἀρχῆθέν τε χαλεποῦ καὶ ἐπιτείναντος ἐν τῇ ἐξουσίᾳ τὴν φύσιν, παρέδωκε τῇ βουλῇ καὶ τῷ δήμῳ τὴν πολι‐ | |
20 | τείαν, θαυμαστὸς ἂν ἦν· νῦν δὲ μέτριος τὰ πρῶτα καὶ πολιτικὸς φανεὶς, καὶ δόξαν δημωφελοῦς ἡγεμόνος παρασχὼν, ἐπειδὰν τῶν ἐναντίων ἐκράτησεν, αὐτὸς ἀντ’ ἐκείνου ἦν. Καὶ τυραννίδα φάσκων ἐλαύνειν ἐκ τῆς πόλεως ἑτέραν εἰσῆγε χαλεπωτέραν. Δικτάτωρα μὲν | |
25 | γὰρ ἀνεῖπεν ἑαυτόν· ἔμπληκτα δὲ καὶ ἀπάνθρωπα ἔς τε τοὺς πολίτας καὶ τοὺς ἄλλους ὑπηκόους ἐπιπολὺ διεπράττετο, οὐ μὴν ἀλλὰ οὕτω γε τῇ τύχῃ κατεπί‐ στευσε πρὸς ἅπασαν αὐτῷ μεταβολὴν δεξιῶς ἑπομένῃ, ὥστε πολλοὺς μὲν ἀνῃρηκότα, καινότητα δὲ τοσαύτην | |
30 | εἰς τὴν πολιτείαν εἰσενεγκάμενον, ἀποθέσθαι τὴν ἀνυ‐ πεύθυνον ἀρχὴν, καὶ τὸν δῆμον αὖθις τῶν ὑπατικῶν ἀρχαιρεσιῶν ἀποφῆναι κύριον· καίτοι Λεπίδου παρελ‐ θεῖν εἰς τὴν ὑπατείαν διὰ τοῦ Πομπηίου περὶ τὸν ἄνδρα σπουδὴν προσδοκωμένου, ἀνδρὸς θρασυτάτου τε | |
35 | καί οἱ τὰ μάλιστα πολεμίου· ἀλλ’ ὅμως ἐν ἰδιώτου τάξει καὶ ἰσηγορίᾳ τοῖς πολλοῖς ἐντεῦθεν ἦν. Ἀποδει‐ χθέντος δὲ ὑπάτου Λεπίδου, χαίροντα τῷ γεγονότι Πομ‐ πήιον ἰδὼν, «Εὖγε, ἔφη, τῆς σπουδῆς, ὦ νεανία, ὅτι καὶ Κατούλου πρότερον ἀνηγόρευσας Λέπιδον, τοῦ | |
40 | πάντων ἀρίστου τῶν πολιτῶν τὸν ἐμπληκτότατον· ὥρα μέντοι σοι σκοπεῖν ὅπως ἰσχυρὸν γεγονότα καταγωνίσῃ τὸν ἀντίπαλον.» Τοῦτο μὲν οὖν ὁ Σύλλας ὥσπερ ἀπε‐ θέσπισε. Μετ’ ὀλίγον γὰρ ἐξυβρίσας ἐς τὴν ἀρχὴν ὁ Λέπιδος, πολέμιος κατέστη τοῖς περὶ τὸν Πομ‐ | |
45 | πήιον. Κινήσεώς τε αὖθις ἐμφυλίου γενομένης Σύλλαν ἐπὶ τὴν ἀνυπεύθυνον ἀρχὴν ἡ Ῥωμαίων βουλὴ προεβά‐ λετο. Τῶν γὰρ ἱππέων ἅμα πάντων συμφραξαμένων οὐκ ἀνεκτὸν ἦν τοῖς ἐν τέλει. Ὁ μὲν οὖν Σύλλας ἐπὶ | |
68(50) | τὴν εἰρημένην ἐλθὼν ἀρχὴν, σύνθημα τοῖς κατὰ τὴν Ἰταλίαν ἀνδράσι λαθὼν ἅπαντας τοὺς τῆς Ῥώμης ἔδωκεν, ἐγχειρίδιά τε αὐτοὺς ξίφη κομιζομένους εἰσελ‐ θεῖν εἰς τὴν πόλιν προσέταξεν, ὁπηνίκα τῆς Ῥέας ἡμέραν πανηγυρίζουσι Ῥωμαῖοι, ὡς ἂν δι’ αὐτῶν τοὺς | |
55 | τῆς πόλεως ἱππεῖς διαχρήσηται. Ὁ μὲν οὖν περὶ τὴν Ἰταλίαν ὄχλος ἐναντία τοῖς στρατιώταις φρονῶν κατὰ τὴν ὡρισμένην ἀπήντησεν. Ἀρξάμενός τε τῆς ἐμφυλίου κινήσεως, ἅμα τε καὶ τὸν δῆμον προσλαβόμενος πολ‐ λοὺς τῶν ἱππέων διέφθειρε. Τούτων δὲ κατὰ τὴν πόλιν | |
60 | πραττομένων, ὁ Σύλλας βουληθεὶς τὸν ὄχλον τῆς ἐμφυ‐ λίου ταραχῆς ἀποστῆσαι, διεσοφίσατο μηνύσεις τινὰς ἐκ τῶν πανταχόθεν ὑπηκόων, βαρβάρων ἐπιδρομὰς ἐπιφαινούσας. Καὶ εὐθέως ἀναλαβὼν ἅπαντα τὰ στρα‐ τεύματα, ἐπιστήσας τε αὐτοῖς στρατηγοὺς, τοῦ παν‐ | |
65 | τὸς πλήθους τὴν πόλιν ἀπήλλαξεν. | 562 |
69 | Exc. De ins.: Ὅτι Μιθριδάτης ὁ τοῦ Πόν‐ του βασιλεὺς χαλεπὸς ὢν καὶ τραχὺς, καταστασιασθεὶς ὑπὸ τοῦ παιδὸς Φαρνάκου παρὰ τοῖς οἰκείοις στρατιώ‐ ταις, πρός τε θάνατον ἀναγκαῖον συνελασθεὶς, φάρμα‐ | |
5 | κον δηλητήριον ἐκπιὼν, τελευτᾷ περὶ τὸν Βόσπορον. | |
70 | Suidas: Πομπήιος. «Ὅτι Πομπήιος ὁ μέγας ἐπικληθεὶς, ὕπατος καὶ στρατηγὸς Ῥωμαίων, τὸν πρὸς Μιθριδάτην καὶ Τιγράνην πόλεμον ἀνεδέξατο. Καὶ τὸν μὲν Μιθριδάτην κατὰ τὴν μικρὰν Ἀρμενίαν νυκτο‐ | |
5 | μαχίᾳ κατηγωνίσατο, ὡς τὸ στρατόπεδον αὐτοῦ διαρ‐ πάσαι, καὶ τρεῖς μυριάδας ὁπλιτῶν καταβαλεῖν. Ὁ οὖν Μιθριδάτης γυμνωθεὶς παντάπασι τῆς δυνάμεως διαφεύγειν ἀγαπητῶς ἅμα τῇ γαμετῇ καὶ δύο τισὶν ἀκολούθοις ἱκανὸς γέγονεν· εἶτα καταστασιασθεὶς ὑπὸ | |
10 | τοῦ παιδὸς Φαρνάκου παρὰ τοῖς οἰκείοις στρατιώταις, καὶ πρὸς θάνατον ἀναγκαῖον ἐλαθεὶς, φάρμακον δηλη‐ τήριον ἐκπιὼν τελευτᾷ περὶ τὸν Βόσπορον. Ὁ δὲ δὴ παῖς αὐτῷ Φαρνάκης γίνεται διάδοχος τῆς ἀρχῆς. Ὁ δὲ Πομπήιος ἐπὶ Τιγράνην ἄγει τὴν στρατιάν. | |
15 | Ὁ δὲ Ἀρμένιος διὰ μάχης ἐλθεῖν τοῖς Ῥωμαίοις οὐ λυσιτελὲς ἡγησάμενος ἐνδιδοὺς ἑαυτὸν ἀφίκετο πρὸς Πομπήιον, καὶ πρὸς τοῖς γόνασιν αὐτοῦ πεσὼν καὶ τὸ διάδημα τῆς κεφαλῆς ἀφελὼν ἐν ταῖς ἐκείνου χερσὶ κατέθετο. Οἷς δὴ καμφθεὶς τὸν θυμὸν ὁ Πομπήιος | |
20 | ἀνίστησί τε αὐτὸν καὶ τὸ διάδημα πάλιν ἀποδίδωσιν, αὐτὸς τῇ τοῦ Ἀρμενίου τοῦτο περιθεὶς κεφαλῇ, τά τε ἄλλα διὰ τιμῆς τὸν ἄνδρα ἦγεν· ἀφαιρέσει δὲ ὅμως μέρους τινὸς τῆς ἀρχῆς καὶ χρήμασι πολλοῖς ἐζημίωσε τὸν Ἀρμένιον. Συρίαν τε γὰρ καὶ Φοινίκην ἀπετέμετο, | |
25 | καὶ πεντακισχίλια τάλαντα ἀργυρίου τῷ Ῥωμαίων δικαίῳ, ἅτε χειρῶν ἀδίκων ἀρξάμενον, προσηνάγκασε. Μετὰ ταῦτα Ἀλβανοὺς ὑπέ‐ ταξε, καὶ τὸν βασιλέα τῶν Ἰβήρων Ἀρσάκην (l. Ἀρτά‐ κην) φεύγειν ἠνάγκασε, καὶ τὴν μικρὰν Ἀρμενίαν | |
30 | Δηιοτάρῳ τῷ δυνάστῃ τῆς Γαλατίας ἐδωρήσατο, Ἄτ‐ ταλόν τε καὶ Πυλαιμένεα ἐπὶ τὴν οἰκείαν ἀρχὴν τῆς Παφλαγονίας κατήγαγεν, ἐξεληλαμένους πρὸς τοῦ Μι‐ θριδάτου. Κόλχοις τε ἐφίστησιν ἡγεμόνα. Ἐφ’ οἷς Σύρους τε καὶ Ἄραβας κατεστρέψατο, καὶ Ἰουδαίους | |
35 | τρίτῳ μηνὶ παρεστήσατο. Ἐκ δὲ τῶν τοῦ ἱεροῦ ἀνα‐ θημάτων οὐδὲν διήρπασεν, ἀλλὰ πάντα ὑπὸ ἀναγραφὴν ποιησάμενος Ἀριστοβούλῳ παρέδωκεν. Ὑρκανὸν γὰρ εἰς τὴν Ῥωμαίων ἐξέπεμψεν δέσμιον.» | |
71 | Exc. De virt.: Ὅτι Λούκιος Σέργιος Κα‐ τιλῖνος, ἀνὴρ γένους μὲν ὢν ἐπιφανεστάτου, ἄλλως δὲ πονηρὸς τὴν φύσιν, τολμητής τε καὶ μεγαλοπράγμων, καὶ τὸ ἦθος ποικίλος, ἐπ’ ὀλέθρῳ τῆς πατρίδος συνώμοσε, | |
5 | τοὺς θρασυτάτους καὶ τολμηροτάτους τῶν εὐπατριδῶν εἰς τὴν ἑαυτοῦ πίστιν ἐνδησάμενος. Λέγεται γὰρ ἄν‐ θρωπον καταθύσας γεῦσαι τοῦ αἵματος τοὺς συνωμότας, περιάγων εἰς πάντας τὴν κύλικα πλήρη οἴνου τε καὶ ἀνθρωπείου αἵματος, εἴτε καταγοητεύων τοὺς ἄνδρας | |
10 | τῷ τοιῷδε ὅρκῳ, εἴτε καὶ πρὸς πᾶν τόλμημα καὶ πᾶσαν ἐθίζων ἀνοσιουργίαν, ἅτε οἰκείῳ καὶ πολιτικῷ ἐπιχει‐ ρῶν αἵματι, καὶ μεταγαγεῖν τὴν πολιτείαν εἰς τυραν‐ νίδα φόνῳ τε πολλῷ τῶν ἀρίστων καὶ καταπρήσει τῆς πόλεως μηχανώμενος. Ἐπῆρε δὲ ἄρα τὸν Κατιλῖνον | |
15 | εἰς ταύτας τὰς ἀτόπους ἐννοίας βάρη τε ὀφλημάτων | |
νικῶντα τὸ τίμημα τῆς οὐσίας, καὶ [τὸ] συνειδὸς ἐκθέ‐ σμων καὶ μυσαρῶν πράξεων. Τόν τε γὰρ υἱὸν ἔτι παῖδα ὄντα τοῦ τῆς Ὀρεστίλλης ἕνεκα γάμου διέφθειρε, καὶ θυγατρὶ παρθένῳ συνελθών. Δι’ ἃ δὴ καὶ ὑπατείαν | 563 | |
20 | μετιὼν ἀπηλάθη, Κικέρωνος ἐς τὴν τοῦδε χώραν αἱ‐ ρεθέντος. Ἐξ οὗ δὴ καὶ μάλιστα τὰ ἀτοπώτατα τῶν δραμάτων ὁ Κατιλῖνος ἐπὶ νοῦν ἐβάλετο, οὐδαμοῦ τῶν κακῶν ἱστάμενος, οὐδὲ ἀναπαύων τὴν γνώμην. Οὐ μὴν ἀλλὰ ὁ Κικέρων, εἰπεῖν τε δεινὸς ὢν καὶ τὸ ἀληθὲς | |
25 | ἀνευρεῖν ἱκανὸς, γνῶναί τε τὸ μέλλον ὀξύτατος, πολέ‐ μιον αὐτὸν ἀποφήνας ἐξήλασε τῆς πόλεως. Ὁ μὲν γὰρ οὐχ ὑπομείνας τοὺς ἐλέγχους, φεύγων ὡς Μάνλιον τὸν συνωμότην ᾤχετο, συχνὰς ἤδη δυνάμεις περί τε Ἀπου‐ λίαν καὶ Τυρρηνίαν ἠθροικότα. Οἱ δὲ κοινωνήσαντες | |
30 | αὐτῷ τῶν κατὰ τῆς Ῥώμης βουλευμάτων, δίκης τῆς προσηκούσης ἐς τὸ δεσμωτήριον ἔτυχον. | |
72 | Exc. De ins.: Ὅτι Κάσσιος ὁ ταμίας πρῶ‐ τος τὸν τοῦ Καίσαρος φόνον ἐπὶ νοῦν ἐβάλλετο, τοὺς περὶ Βροῦτον εἰς τὴν τοῦ ἔργου κοινωνίαν προελόμενος. Μετὰ δὲ τὴν τοῦ Κράσσου συμφορὰν, ὁ πολιτικὸς διε‐ | |
5 | δέξατο πόλεμος, ἐπάρατός τε καὶ πολλῶν δακρύων γε‐ γονὼς αἴτιος. Ὅτι δὴ πρὸς ταῖς ἄλλαις ταῖς κατ’ αὐτὸν συμβε‐ βηκυίαις συμφοραῖς καὶ ἡ τύχη τοῦ δήμου ἐκ τοῦ ἡγε‐ μονικοῦ μετέστη πρὸς τὸ ὑπήκοον. Γάϊος δὴ Καῖσαρ | |
10 | ἀναστρέφων ἐκ τῆς Γαλατίας, πολλῶν τε καὶ ἀλκίμων ἐθνῶν νικητὴς, ὑπατείαν ἐπήγγειλεν, ἀναμφιλόγως οἱ διὰ τῶν πεπραγμένων προστεθήσεσθαι ταύτην ὑπολαμ‐ βάνων. Ἀντειπόντων δὲ τῇ ἐξαιτήσει Μαρκέλλου τε τοῦ ὑπάτου καὶ Βιβούλου, ἔτι τε Πομπηίου καὶ τοῦ | |
15 | φιλοσόφου Κάτωνος, ἐπανιέναι πρὸς τὴν πόλιν, τὰς δυνάμεις διαφεὶς, παρατάττεται. (2) Οἱ δὲ οὐχ ὑπα‐ τείαν, ἀλλὰ θριάμβου καταγωγὴν αἰτοῦντι τῷ Καίσαρι ἐναντιωθῆναι τοὺς περὶ τὸν Πομπήιον· οἱ δὲ προσθήκην τινὰ τοῦ ὡρισμένου χρόνου λαβεῖν βουλόμενον, ἐπὶ τῷ | |
20 | πάντας ὁμοῦ τοὺς βαρβάρους καταγωνίσασθαι, οὐ προσδεχθῆναι μὲν ἀπὸ τῆς συγκλήτου βουλῆς· Κουρίω‐ νος δὲ τοῦ κατ’ ἐκεῖνο δημαρχοῦντος μόνου ψηφισα‐ μένου, διαλύει μὲν τὸν πρὸς τοὺς βαρβάρους πόλεμον ὁ Καῖσαρ, θυμωθεὶς δὲ πολέμια κατὰ τῆς βουλῆς φρο‐ | |
25 | νεῖν ἤρξατο. (3) Ἄρα δὲ ἐξ Ἀριμινοῦ πόλεως, οὗ τὰς δυνάμεις εἶχεν ἠθροισμένας, συντεταγμένην ἐπῆγε τῇ πόλει τὴν στρατιάν. Οἱ δὲ ὕπατοι καὶ ὁ Πομπήιος ἅμα τῇ βουλῇ καὶ παντὶ τῶν ἀστῶν γνωριμωτέρῳ, κατα‐ δείσαντες τὴν τοῦ Καίσαρος ὁρμὴν, τὴν μὲν πόλιν | |
30 | ἐκλείπουσιν, ἐς δὲ τὴν Μακεδονίαν καὶ τὴν Ἤπειρον φεύγοντες ᾤχοντο. (4) Καὶ ὁ μὲν Πομπήιος σὺν τοῖς ἀπὸ τῆς βουλῆς ἐνταῦθα δυνάμεις ἤθροιζε, καὶ τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο. Καῖσαρ δὲ παρελθὼν εἰς τὴν Ῥώμην, οὐδενὸς ἐναντιουμένου, καὶ ἀποδείξας ἑαυτὸν | |
35 | δικτάτωρα, τούς τε δημοσίους θησαυροὺς ἀναρρήξας εἰς τοὺς στρατιώτας ἐκένωσεν, καὶ εὐθέως πρὸς τὰς ἐν Ἰβηρίᾳ δυνάμεις τοῦ Πομπηίου τρέπεται, ὡς μηδεὶς ὑπολείποιτο κατὰ νώτου πολέμιος. 5. Ἐπειδὴ γὰρ ὁ Πομπήιος ἔγνω προκατειλῆφθαι | |
40 | τὰ ἐν Ἰβηρίᾳ, ἐπὶ τὸ Βρεντήσιον στρατοπεδεύσας, ἐς χεῖρας τῷ Καίσαρι γίνεται. Διαμαρτήσας δὲ τῆς ἐλπί‐ δος, αὖθις ἐπὶ τὸ Δυρράχιον καταφεύγει, πολύν τε διατρίψας χρόνον, ἅπαντα τὰ τοῦ πολέμου παρεσκευά‐ ζετο, καίτοι πρὸς μικρὸν ἀναβαλλόμενος ἐπεξελθεῖν τῷ | |
45 | πολέμῳ (πολεμίῳ?) ἕνεκεν σημείων τινῶν. 6. Αἱ μὲν οὖν Ῥωμαίων δυνάμεις μετέωροι πρὸς τὴν κατ’ ἀλλήλων διέκειντο μάχην· ἥ τε σύγκλητος τὰ δίκαια τῆς Ῥώμης κατὰ τὴν Θετταλονίκην μεταγα‐ γοῦσα, προεκάθητο τῶν πραττομένων· αὐτός τε Καῖ‐ | |
72(50) | σαρ καὶ Πομπήιος διὰ τῶν ὅπλων ἐκρίνοντο. 7. Τρεῖς δ’ οὖν στρατιὰς ἐνταῦθα καὶ μεγάλας Καῖ‐ σαρ καταγωνισάμενος, ὑφ’ ἡγεμόσι ταττομένας Λου‐ κίῳ τε Ἀφρανίῳ καὶ Μάρκῳ Πετρονίῳ (l. Πετρηίῳ) καὶ Μάρκῳ Βάρωνι, ἐν οὐ πολλῷ χρόνῳ, διὰ μάχης | |
55 | ἐλθὼν τῷ Πομπηίῳ φεύγει τὸ πρῶτον ἐλαττωθεὶς, καὶ μικρὸν ἀποσχὼν ἐλαττωθῆναι παντάπασιν· οὐ γὰρ ἂν ὑπεξέδυ τὸ κακὸν, εἰ μὴ νὺξ ἐπιγενομένη τῷ ἔργῳ, τὸν μὲν ἅμα τοῖς ὑπολειπομένοις τῶν οἰκείων διέσωσε, Πομπήιον δὲ τὴν στρατιὰν ἀπάγειν θᾶττον ἢ δεῖ πα‐ | 564 |
60 | ρεσκεύασε, κατὰ σκότος ποιεῖσθαι τὴν δίωξιν οὐ προε‐ λόμενον. Φασὶ γοῦν τὸν Καίσαρα παρ’ ὅσον ἦλθε κινδύνου λογιζόμενον, πολλάκις εἰπεῖν, ὡς μάχεσθαι μὲν ἀγαθὸς εἴη Πομπήιος, νικᾶν δὲ ἀμαθῶς ἔχοι· οὐ γὰρ ἐν ἑτέρῳ χρόνῳ ἢ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γεγενῆσθαι | |
65 | τοῖς ἐναντίοις ἁλώσιμος. Μετὰ δὲ τοῦτο, πόλεως Θεσσαλικῆς Φαρσάλου πλησίον, μεγάλας αὖθις ἑκάτε‐ ροι δυνάμεις ἀγείραντες, συνῄεσαν. Πομπηίῳ μὲν οὖν τέσσαρες μυριάδες ὁπλιτῶν ἦσαν, καὶ ἱππεῖς πλείους ἢ τετρακισχίλιοι, καθ’ ἑκάτερον τῶν κεράτων | |
70 | νενεμημένοι· πρὸς δὲ τούτοις τὸ ἐξ ἁπάντων τῶν ἑῴων ἐθνῶν συμμαχικὸν, καὶ πᾶν ὃ ἦν ἐπίσημον Ῥωμαίων εἵπετο, οἵ τε ἀπὸ τῆς βουλῆς, πλῆθος οὐκ εὐαρίθμητον ὂν, συνετάττοντο· ἐν [οἷς] στρατηγικοί τε καὶ ὑπατικοὶ ἄνδρες ἦσαν, πολλῶν ἤδη στρατοπέδων ἐξηγησάμενοι, | |
75 | καὶ πολλοὺς διαπεπραγμένοι πολέμους. Καίσαρί γε μὴν οὐδὲ ὅλαι τρεῖς μυριάδες ἀπεπλήρουν τὴν φάλαγγα, καὶ οἱ ἱππεῖς χίλιοι. Οὐδεπώποτε δὲ τοσαίδε Ῥωμαϊ‐ καὶ συνῆλθον ἐς τὸ αὐτὸ δυνάμεις, οὐδὲ ὑπὸ βελτίοσιν ἡγεμόσι ταττόμενα· αἳ ῥαδίως ἂν ἅπασαν ἐσχατιὰν τῆς | |
80 | γῆς ὑποκύψαι Ῥωμαίοις ἠνάγκασαν, εἰ πρὸς ὀθνείους ἀλλὰ μὴ πρὸς ἐμφυλίους ἀγῶνας ἤχθησαν. 8. Τότε δ’ οὖν συνελθόντες ἐμάχοντο καρτερῶς, οὐ‐ δέτεροι διά τε ἀρετὴν καὶ τὴν εἰς τοὺς ἐναντίους ἀπέ‐ χθειαν εἴκοντες. Πολλῆς τε διαφθορᾶς ἀφ’ ἑκατέρων γε‐ | |
85 | νομένης, τέλος οἱ περὶ τὸν Πομπήιον ἐκλείπουσι, καὶ πολλοὶ μὲν αὐτοῦ πίπτουσι, πολλοὶ δὲ σποράδες ἀπε‐ χώρουν, τὸ στρατόπεδον ἔρημον διαρπάσαι τοῖς ἐναντίοις παραδόντες. Αὐτὸς δὲ Πομπήιος ὀλίγοις ἅμα τῶν ἑταί‐ ρων καὶ τοῖς φιλτάτοις ἀπεχώρει, Αἴγυπτον καταλα‐ | |
90 | βεῖν ἐν σπουδῇ ποιούμενος, ὡς ἂν δοθείη οἱ πρὸς τοῦ τότε δυναστεύοντος ὠφέλεια, οὗπερ δὴ πάλαι τὸν πα‐ τέρα ὑπὸ τῶν πολιτῶν φυγαδευθέντα εἰς τὴν βασιλείαν ἀποκατέστησεν. 9. Ὁ δὲ Πτολεμαῖος ἀναπεισθεὶς ὑπὸ Θεοδότου τοῦ | |
95 | Χίου, πονηροῦ τὸν τρόπον ῥήτορος, τῆς τῶν κρατούντων γενέσθαι μοίρας, ἐν οὐδενὶ δὲ θέσθαι τὰ τῶν φίλων ἀτυ‐ χούντων· πρὶν καταπλεῦσαι μηδὲν [μήτ’ εἰπόντα] μήτε ὀδυρόμενον ἀναιρεῖ τὸν Πομπήιον. Ὡς γὰρ ᾔσθετο ὅτι οὔτε λαθεῖν οὔτε διαφυγεῖν δύναται, συνεκαλύψατο ἅμα | |
72(100) | καὶ ἀπώλετο. Ἀνοσίᾳ τε πράξει μεῖζον ἔτι προστιθεὶς ὁ Πτολεμαῖος ἀσέβημα, τῆς κεφαλῆς ἀφαιρεῖται τὸν ἄνδρα. 10. Μετὰ δὲ τὸ πάθος τοῦ Πομπηίου παρῆν εὐθὺς καὶ ὁ Καῖσαρ ἐς Αἴγυπτον, πάλαι μὲν διώκων τὸν πο‐ | |
105 | λέμιον, τότε δὲ ὡς παρὰ φίλον τὸν Πτολεμαῖον ἀφιγμέ‐ νος. Ὁ δὲ ἄρα παραπλήσια καὶ κατὰ τοῦ Καίσαρος ἐβουλεύετο, ἀνελεῖν τὸν ἄνδρα λόχῳ διεγνωκώς. Ἀνοι‐ χθείσης δὲ τῆς ἐπιβουλῆς, πολέμιος ὁ Πτολεμαῖος ἀνα‐ φαίνεται, καὶ διὰ μάχης ἐλθὼν τοῖς Ῥωμαίοις, κατ’ | |
110 | αὐτὸν τὸν ἀγῶνα διαφθείρεται. Μικρὸν γοῦν ὕστερον ἐν τοῖς νεκροῖς ἀνευρέθη κρικωτὸν θώρακα χρυσοῦν περικείμενος. Αἴγυπτον δὲ Καῖσαρ ἑλὼν, Κλεοπάτρᾳ τὴν ἀρχὴν παραδίδωσιν, ἀδελφῇ μὲν τοῦ πρότερον βα‐ σιλεύοντος οὔσῃ, ἀπὸ δὲ τῆς ὥρας αὐτῷ τοῦ σώματος | |
115 | ἐγνωσμένῃ. Φασὶ γὰρ αὐτὴν τῷδε πρώτῳ Ῥωμαίων ἐς κοινωνίαν λέχους ἐλθεῖν. Ἐνδημοῦντος δὲ διὰ ταύ‐ την τοῦ Καίσαρος ἐν Αἰγύπτῳ, λόγος κατέσχε τὸ πλῆ‐ θος, ὡς καὶ ἐπανάστασιν αὐτῷ παρὰ τῶν ἐγχωρίων γενέσθαι, καὶ πολλὰς μυριάδας ὑπὸ τῶν Ῥωμαϊκῶν | |
120 | ὅπλων ἐντεῦθεν διαφθαρῆναι. 11. Ὁ δὲ Καῖσαρ ἀκούσας τὸν Μιθριδάτου παῖδα Φαρνάκην αὖθις νεωτερίζειν ἀρξάμενον, ἀπῆρε μὲν ἀπὸ τῆς Αἰγύπτου· καὶ καταστρατευσάμενος ἐπ’ αὐτὸν, καὶ περικλείσας ἐν τόπῳ τινὶ τῆς Θετταλίας, πρὸς | |
125 | αὐτόχειρα θάνατον τοῦτον ἐλθεῖν ἠνάγκασεν, ἐς ταύτην αὐτὸν ἀγαγὼν τὴν τελευτὴν τοῦ βίου, ἐς ἣν αὐτὸς πρό‐ τερον τὸν πατέρα συνήλασεν. 12. Ἐπειδὴ ταῦτα διαπραξάμενος ἐπανῆλθεν ἐς τὴν Ῥώμην, τρίτον ἑαυτὸν ὕπατον ἀνειπὼν, καὶ κοινωνὸν | 565 |
130 | τῆς ἀρχῆς προσελόμενος Μάρκον Αἰμίλιον Λέπιδον, ὃς κατὰ τὸν ἔμπροσθεν ἐνιαυτὸν ἵππαρχος ἦν αὐτῷ κατὰ μοναρχίαν ἐξηγουμένῳ, πολλούς τε τῶν Πομπηιανῶν ἀνακαλεσάμενος, τῷ τε δήμῳ Ῥωμαίων μεγάλας δω‐ ρεὰς καὶ ἀφέσεις χρεῶν χαρισάμενος, στρατηγούς τε | |
135 | τῶν ἀναγκαίων ἐπιμελητὰς, καὶ ἱερεῖς ὑπὲρ τὸ νενο‐ μισμένον καταστήσας τῇ πόλει, τούς τε ἱππέας καὶ ἑκατοντάρχας ἄλλους τέ τινας καταλέξας, Σαλουστίῳ τὴν πολιτικὴν διοίκησιν καταλιμπάνει καὶ τοὺς γεγη‐ ρακότας στρατιώτας, αὐτός τε ἐπὶ τὴν Λιβύην ἐπε‐ | |
140 | ραιοῦτο, ἔνθα τὸ πολὺ καὶ γνωριμώτατον τῆς Ῥωμαϊ‐ κῆς εὐγενείας συνελθὸν, συμμάχῳ τε χρώμενον Ἰώβᾳ τῷ βασιλεῖ τῶν Μαυρουσίων, ἀνενεοῦτο τὸν πό‐ λεμον. 13. Ἡγοῦντο δὲ τῶν συνεληλυθότων ἐνταῦθα Ῥω‐ | |
145 | μαίων Πόπλιος Κορνήλιος, Σκιπίωνος Ἀφρικανοῦ γεγονὼς, κηδεστὴς δὲ Πομπηίου τυγχάνων, καὶ Μάρ‐ κος Πετρήιος καὶ Κόϊντος βάρος, καὶ Μάρκος Πόρκιος Κάτων ὁ φιλόσοφος, καὶ Κορνήλιος Φαῦστος Σύλλου τοῦ μοναρχήσαντος παῖς ὤν· οἷς ἀντιταξάμενος ὁ Καῖ‐ | |
72(150) | σαρ μετὰ πολλὰς προσβολὰς καὶ διαφόρους τῶν πρατ‐ τομένων τύχας, κρατεῖ παντάπασιν· ὡς Κάτωνα μὲν καὶ Σκιπίωνα, Πετρήιόν τε καὶ Ἰώβαν αὐτόχειρας σφᾶς αὐτοὺς ἀνελεῖν, Φαῦστόν τε τὸν παῖδα Σύλλου συνοικοῦντα θυγατρὶ Πομπηίου, πρὸς αὐτοῦ διαφθα‐ | |
155 | ρῆναι τοῦ Καίσαρος. 14. Ἐνιαυτὸν δὴ οὖν ὕστερον ἀναστρέψας ἐπὶ τὴν Ῥώμην ὁ Γάϊος, τέταρτον ἑαυτὸν ἀπέδειξεν ὕπατον, καὶ τὰς δυνάμεις ἀναλαβὼν, εὐθὺ [ἐπὶ] τὰς Ἰβηρίας ἐχώρει. Οἱ γὰρ δὴ τοῦ Πομπηίου παῖδες, ἑαυτοῖς τε καὶ | |
160 | τῷ πατρὶ καθεστῶτες ὁμώνυμοι, Γναῖος Πομπήιος καὶ Σέξτος Πομπήιος, μεγάλας ἐγείραντες αὖθις δυνάμεις, ἀνενεοῦντο τὸν πόλεμον. Ἐπεὶ γοῦν Καῖσαρ ἀφίκετο, πολλαὶ μὲν καὶ καρτεραὶ συνίσταντο μάχαι· ἐσχάτη δὲ πόλεως Μούνδης πλησίον γίνεται· καθ’ ἥν φασι | |
165 | παρὰ τόσον ἐλθεῖν κινδύνου τὸν Καίσαρα, ὡς παρερ‐ ρηγμένης ἤδη τῆς οἰκείας φάλαγγος, σπάσαι καθ’ ἑαυ‐ τοῦ τὸ ξίφος, τεθνάναι βουλόμενον πρὶν μετὰ τοσήνδε τῶν πολεμικῶν ἔργων δόξαν, ὑπὸ χεῖρα δύω μειρακίων πέσοι ἀνὴρ ἤδη πρὸς γῆρας σχεδὸν ἀφιγμένος. Ἀνακα‐ | |
170 | λεσάμενος δὲ ὅμως τοὺς φεύγοντας, καὶ τὰς τάξεις ἀνανεωσάμενος, ἐπιπίπτει τοῖς ἐναντίοις, καὶ κρατεῖ περιφανῶς. Τῶν δὲ Πομπηίου παίδων ὁ μὲν πρε‐ σβύτερος ἐν τῇ παρατάξει διαφθείρεται, ὁ δὲ νεώτερος ἀγαπητῶς διασώζεται. | |
175 | 15. Ὁ τοίνυν Καῖσαρ, ἁπάντων ἤδη τῶν ἐμφυλίων πολεμίων (l. πολέμων) κατειργασμένων, ἐπὶ τὴν Ῥώμην ἀνεστρέφετο, τό τε φρόνημα ταῖς συνεχέσιν ἀνδραγαθίαις ἐξωγκωμένος, καὶ παρὰ τὸ σύνηθες τῇ Ῥωμαίων ἐλευ‐ θερίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀλαζονευόμενος. Ἐπεὶ | |
180 | γοῦν τάς τε τιμὰς καὶ τὸ κῦρος τοῦ δήμου παρελόμενος αὐτὸς ἐπέτρεπεν οἷς ἐβούλετο, καὶ, τῆς βουλῆς πρὸς αὐτὸν ἰούσης, οὐχ ὑπανίστατο, ἀλλὰ βασιλικοῖς εἴτε, ἀληθέστερον εἰπεῖν, τυραννικοῖς χαίρων δῆλος ἦν ἐπι‐ τηδεύμασιν (εἰκόνας τε γὰρ καὶ ἀνδριάντας καὶ ἀνι‐ | |
185 | δρύματά τινες αὐτῷ τῶν κολάκων προσέφερον, ἄλλοι τε καὶ βασιλέα προσηγόρευον), οὕτω τοίνυν πάντων τῶν ἐν μνήμῃ Ῥωμαίων κρείττων φανεὶς, διὰ τὴν ὑπὲρ ἄν‐ θρωπον δύναμιν θεὸς ὠνομάσθη. Εἰσὶ δὲ ἀπὸ τῶν Τρωϊ‐ κῶν ἐπὶ Ἰούλιον Καίσαρα ἐνιαυτοὶ χίλιοι ρκδʹ. | |
190 | 16. Ἐπεὶ δὲ Καῖσαρ ὑπερόγκῳ φρονήματι ἐς τὴν σύγκλητον διεγένετο, βουλεύουσι κατ’ αὐτοῦ θάνατον, φθόνῳ τε τοῦ προσήκοντος καὶ μίσει τοῦ προτετιμη‐ μένου, ἄνδρες ὑπὲρ ξʹ τῶν τε ἀπὸ τῆς συγκλήτου καὶ τῶν ἐς τοὺς ἱππέας τελούντων, ὅρκῳ τὴν κατ’ αὐτοῦ | |
195 | σύστασιν βεβαιωσάμενοι. Ἐνῆγον δὲ ἄρα μάλιστα πάν‐ των τοὺς συνωμότας ἐς τὴν ἐπιχείρησιν Βροῦτοι δύω, γένους ὄντες ἀνέκαθεν αὐστηροτάτου· ἐς γὰρ δὴ τὸν παλαιὸν Βροῦτον τοῦ αἵματος ἀνέφερον τὴν ἀρχὴν, [ὃς] τοὺς τυράννους ἐν τοῖς ἀνωτάτω χρόνοις ἐκβαλὼν, πρῶ‐ | |
72(200) | τος ἀπεδείχθη παρὰ Ῥωμαίοις ὕπατος. | |
17. Καίτοι φασί τινες δημοτικοῦ γεγενῆσθαι πατρὸς αὐτοὺς, ἄρτι καὶ πρώην ἐς ἄρχοντας παρεληλυθότος· οὐ γὰρ τῷ παλαιῷ γε Βρούτῳ λειφθῆναι γένος, ἀνελόντι τοὺς υἱέας· οἷς ὁ φιλόσοφος ἀντιλέγων Ποσειδώνιος, | 566 | |
205 | τοὺς μὲν ἐν ἡλικίᾳ φησὶν ἀπολωλέναι τοῦ Βρούτου παῖδας, τρίτον δὲ λειφθῆναι νήπιον, ἀφ’ οὗ τὸ γένος εἰς τούσδε καθήκειν. Μήτηρ δὲ αὐτοῖς ἀδελφὴ τοῦ φιλο‐ σόφου Κάτωνος, ὃν μάλιστα Ῥωμαίων ὁ πρεσβύτερος ἐζήλωσε Βροῦτος, θεῖον ὄντα καὶ κηδεστὴν ὕστερον | |
210 | γενόμενον. Πορκίᾳ γὰρ δὴ τῇ **. 18. Ἐπὶ δὲ τοῖς Βρούτοις Γάϊος Κάσσιος ἦν ἐν τῇ συνωμοσίᾳ, ὁ Κράσσῳ ἐπὶ Παρθυαίους συστρατευσά‐ μενος, καὶ Σερβίλιος Κάσκας, ὃς δὴ καὶ πρῶτος σπά‐ σαι τὸ ξίφος κατὰ τοῦ Καίσαρος λέγεται. Ἐπιστάντος | |
215 | δὲ τοῦ καιροῦ, καθ’ ὃν ἔδει τὴν βουλὴν συνελθοῦσαν χρηματίσαι τι περὶ τῶν κοινῶν, παρῆν καὶ ὁ Καῖσαρ ἐς τὸ βουλευτήριον, μεθέξων τῶν γινομένων. Ὡς δὲ τὰ ξίφη διεκόμισαν ἐν κιβωτίῳ τινὶ κατακρύψαντες, τρόπῳ δὲ συμβολαίων παρὰ τὸ συνέδριον ἤγαγον, αὐτίκα ἀνα‐ | |
220 | στάντες καὶ περιστάντες τὸν Καίσαρα κατετίτρωσκον. Ἐπιθεμένων δὲ αὐτῶν, τὰ μὲν πρῶτα διώθει τοὺς ἐπιόν‐ τας, καὶ κατὰ δύναμιν ἠμύνετο· ἐπεὶ δὲ τὸν Βροῦτον γυμνῷ τῷ ξίφει ἐπ’ αὐτὸν χωροῦντα καὶ σὺν τοῖς πολεμίοις τεταγμένον ἐθεάσατο, ἐγκαλυψάμενος παρέ‐ | |
225 | δωκε παίειν τὸ σῶμα. Τρεῖς γοῦν καὶ κʹ πληγὰς ἀνα‐ δεξάμενος ἀναλίσκεται, ἐτῶν (δὲ) τῇ πόλει μετὰ τὸν ἀνοικισμὸν ἐννέα που πρὸς τοῖς ψʹ γεγονότων. | |
72a | Tzetzes Chil. III, 23, v. 16: Ἡ Πτολεμαίου σύναιμις, δέσποινα Κλεοπάτρα ... αὕτη σὺν ἀρχιτέκτονι Κυπρίῳ Δεξιφάνει τὴν θάλασσαν χερσώσασα τὴν τῆς Ἀλεξανδρείας | |
5 | ὅσον πρὸς τετραστάδιον, εἴτε μικρόν τι πλέον, τὸν πύργον ἐξειργάσατο τὸν μέγιστον τῆς Φάρου, ὁλκάσι φῶς σωτήριον μᾶλλον ἐν ζάλῃ φαίνειν. Μέμνηται μὲν Βιργίλιος ταύτης τῆς Κλεοπάτρας, Λουκιανὸς καὶ Γαληνὸς καὶ Πλούταρχος σὺν τούτοις, | |
10 | Διόδωρος, Γεώργιος ὁ χρονικὸς σὺν ἄλλοις, καὶ Ἰωάννης μετ’ αὐτοὺς Ἀντιοχεὺς ὑστέρως. | |
73 | Exc. Salm.: Γάϊος Ἰούλιος Καῖσαρ νέος ὢν ἔδοξε καθ’ ὕπνους συνουσιάζειν τῇ ἰδίᾳ μητρὶ, καὶ ἐν ταῖς ἀγέλαις αὐτοῦ ἵππος ἐτέχθη χηλοὺς ἔχων ἀντὶ ὁπλῆς, καὶ οὐδένα ἕτερον ἀναβάτην ἐδέχετο, εἰ μὴ αὐτὸν | |
5 | μόνον, ὡς ὁ Βουκέφαλος τὸν Ἀλέξανδρον. Πρὸ δὲ μιᾶς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ἔδοξεν ὁρᾶν ἡ γυνὴ αὐτοῦ πεπτωκυῖαν τὴν οἰκίαν αὐτοῦ, καὶ αὐτὸν τραυματίαν καὶ αἵματι κατάρρυτον ἐμπεσεῖν τοῖς κόλποις αὐτῆς. Προϊόντι δὲ αὐτῷ ἔδωκέ τις ἐν χάρτῃ τὴν κατ’ αὐτοῦ | |
10 | ἐπιβουλήν· ὁ δὲ ἄλλο τι νομίσας εἶναι, καὶ διὰ τοῦτο μὴ ἀναγνοὺς, ἀλλὰ δοὺς τοῖς ὑπογραφεῦσιν, ἐσφάγη. | |
74 | Exc. De ins.: Ἐπειδὴ Καῖσαρ ἀνῃρέθη κατὰ τὸ βουλευτήριον, αὖθις ἐμφύλιος ἀνήφθη πόλεμος. Τοὺς μὲν γὰρ αὐθέντας τοῦ Καίσαρος, οἷα τῆς κοινῆς ἐλευθερίας προστάτας, περιεῖπε τὸ συνέδριον· ὅ γε μὴν | |
5 | ὕπατος Ἀντώνιος, τοῖς ἀχθομένοις τῇ τοῦ Καίσαρος τελευτῇ προσθέμενος, πιέζειν τοὺς ἄνδρας καὶ κατα‐ ναλίσκειν ἐκ παντὸς ἐπενόει τρόπου· καὶ οὐ καθῆκεν ἄχρις οὗ φυγάδας τῆς πόλεως τοὺς περὶ τὸν Βροῦτον κατέστησεν· οἱ μὲν γὰρ ὑπεξῆλθον, δείσαντες τὴν τοῦ | |
10 | Ἀντωνίου δύναμιν δημαγωγοῦντος κατ’ αὐτῶν τὸ πλῆθος. Ἡ δὲ βουλὴ ἀρχάς τε καὶ τιμὰς τοῖς ἀνδράσι προσένειμεν, ἄρχειν Συρίας τε καὶ Μακεδονίας ψηφι‐ σαμένη. Ταραχθείσης δὲ τῆς πόλεως ἐν ἑαυτῇ, πολλά τε καὶ ἔκνομα τὸν Ἀντώνιον διαπραττόμενον, πολέμιον | |
15 | ἀνεῖπεν ἡ βουλὴ, ἐπί τε τῇ συλλήψει τοῦ ἀνδρὸς ἤδη τῆς πόλεως σὺν ταῖς οἰκείας δυνάμεσιν ἀπεληλυθότος, Πάνσαν τε καὶ Ἴρτιον τοὺς ὑπάτους ἐκπέμπει, τρίτον ἡγεμόνα τούτοις ἐπιτάξασα τὸν Ὀκταούιον, ἔτι νέον ὄντα. Ζή[τει ἐν **.] | |
75 | Exc. De virt.: Ὅτι Φολουία ἡ Ἀντωνίου γυνὴ Κικέρωνος τοῦ ῥήτορος ἀποτεμοῦσα τὴν κεφαλὴν, καὶ ἐπὶ τοῖς γόνασι λαβοῦσα, πολλὰ μὲν ἐς αὐτὴν ἐξυ‐ βρίσαι καὶ ἐμπτῦσαι. Τέλος δὲ τὸ αὐτῆς διανοίξασα | |
5 | στόμα, ἐκείνου τε τὴν γλῶτταν ἐξελκύσαι καὶ τῇ βε‐ λόνῃ τῇ κατὰ τὴν κεφαλὴν κατακεντῆσαι, πολλά τε καὶ μιαρὰ προσφθεγξαμένη, ἐπὶ τὸ βῆμα τεθῆναι προσ‐ έταξεν, ἵν’ ὅθεν κατ’ αὐτῆς δημηγορῶν ἠκούετο, ἐκεῖ‐ θεν καὶ ὁρῷτο. | |
10 | Οὗτοί γε μόνοι ἐσώθησαν τότε, παρ’ ὧν γε πλείονα ἔλαβον ἤπερ τελευτησάντων εὑρεῖν ἤλπισαν. Καὶ ἵνα μὴ κεναὶ ἐν τοῖς λευκώμασι τῶν ἀνδρῶν αἱ χῶραι ὦσιν, ἑτέρους ἀντέγραψαν ὅ τε Καῖσαρ καὶ Λέπιδος καὶ Ἀν‐ | |
τώνιος. Τοιαῦτα μὲν περὶ τὰς σφαγὰς, πολλὰ δὲ καὶ | 567 | |
15 | περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινε· καίτοι ταῖς τε γυναιξὶν τῶν ἀναιρουμένων τὰς προῖκας, καὶ τοῖς τέ‐ κνοις τὸ δέκατον τῆς οὐσίας μέρος παρεῖχεν ὁ Καῖσαρ. Ἐπορθεῖτο γοῦν πάντα ἀδεῶς. Τῶν μὲν γὰρ ἐνοικίων οἱ κτήτορες [τὸ ὅλον] ἀφῃροῦντο, τῶν δὲ προσόδων τὸ | |
20 | ἥμισυ. Καὶ πρός γε τοὺς στρατιώτας ἀπέτρεφον προῖκα. Δεκάτας τε αὖθις εἰσφέρειν τῶν προσόδων ἐπιτραπέντες μόλις αὐτοὶ δέκατον ἐκαρποῦντο μέρος. Αὐξήσεως γὰρ τῶν τελῶν πολλῆς γενομένης, καὶ πρὸς ἀνάγκης ἐς τὸ ναυτικὸν ἀπαιτούμενοι παῖδας, ἔστιν ὅτε καὶ ὠνούμενοι | |
25 | ἐδίδοσαν. Τάς τε ὁδοὺς οἰκείοις δαπανήμασιν ἐπεσκεύα‐ ζον. Μόνοι δὲ οἱ τὰ ὅπλα ἔχοντες ἐπλούτουν. Οἱ μὲν γὰρ τὰς οὐσίας τῶν τελευτησάντων ὅλας καὶ ᾔτουν καὶ ἐλάμ‐ βανον, οἱ δὲ καὶ ἐς τὰ τῶν ζώντων ἔτι γερόντων τε καὶ ἀτέκνων γένη ἐσεβιάζοντο. Ἐς τοσοῦτον γὰρ ἀπλη‐ | |
30 | στίας καὶ ἀναισχυντίας ἐχώρησαν, ὥστε τινὰ καὶ τὴν τῆς Ἀττίας τῆς τοῦ Καίσαρος μητρὸς ἀποθανούσης τότε καὶ δημοσίᾳ ταφῇ τιμηθείσης οὐσίαν παρ’ αὐτοῦ τοῦ Καίσαρος αἰτῆσαι. Τοιαῦτα οἱ τρεῖς ἄνδρες ἐποίουν Καῖσαρ καὶ Λέπιδος καὶ Ἀντώνιος. | |
76 | Exc. De ins.: Ὅτι μετὰ τὸ ἀνελεῖν Βροῦ‐ τον καὶ Κάσσιον τοὺς αὐθέντας Καίσαρα τὸν Αὔγου‐ στον καὶ διαλαχεῖν κλήρῳ τὴν ἀρχὴν, Ἀντώνιος ὁ ὕπατος πόλεμον ἔγνω κινεῖν κατὰ τὴν Ἰταλίαν ἐμφύ‐ | |
5 | λιον. Ἦν δὲ οὗτος ἀδελφὸς Μάρκου Ἀντωνίου, τοῦ σὺν Καίσαρι Βρούτῳ καὶ Κασσίῳ συμπολεμήσαντος. Οὐ πολλῷ γε μὴν χρόνῳ ἐν Περουσίᾳ πόλει Τυρρηνικῇ σφόδρα τῶν ἀναγκαίων ἐνδείᾳ πιεσθεὶς, ἥλω μὲν, οὐ μὴν ἀνῃρέθη, ἀλλ’ ἐξηλάθη τῆς Ῥώμης πρὸς τοῦ Καί‐ | |
10 | σαρος, σὺν τῇ γαμετῇ τοῦ Ἀντωνίου Φολουίᾳ· οὓς ὁ Καῖσαρ ἤλασεν ὡς νεωτεροποιοὺς καὶ πολυπράγμονας. | |
77 | Exc. De virt.: Ὅτι μετὰ τὰς σπονδάς φασι δειπνεῖν παρὰ τῷ Πομπηίῳ τῷ παιδὶ Πομπηίου τόν τε Καίσαρα (Ἰούλιον) καὶ Ἀντώνιον, ἐν τῇ στρα‐ τηγίδι νηὶ παρασκευασαμένῳ τὸ δεῖπνον. Τοῦτο γὰρ | |
5 | ἔφη αὐτῷ μόνον καταλελεῖφθαι πατρῷον οἶκον. Ἤδη δὲ ἔνδον ὄντων καὶ τῆς συνουσίας ἀκμαζούσης Μηνᾶν τὸν πειρατὴν τὰ πλείστου ἄξια τῷ Πομπηίῳ ὑπηρετοῦντα, καὶ τότε προσελθεῖν τε αὐτῷ ἡσυχῆ, καὶ, «Βούλει, φάναι, τὰς ἀγκύρας τῆς νεὼς ὑποτεμὼν ποιήσω σε μὴ | |
10 | Σικελίας καὶ Σαρδῶνος, ἀλλὰ τῆς Ῥωμαίων ἡγεμονίας κύριον;» Τὸν δὲ Πομπήιον ἀποκρίνασθαι· «Ἔδει σε, ὦ Μηνᾶ, τοῦτο πεποιηκέναι μὴ προειπόντα ἐμοὶ τὴν ἐπιχείρησιν. Νῦν δὲ οὐ πρὸς ἡμῶν ἐπιορκεῖν· τὰ πα‐ ρόντα στέργωμεν.» | |
t78 | AUGUSTUS. | |
78 | Exc. Salmas.: Ὀκταύϊος [ἐβασίλευσε] ἔτη ζʹ, ἡμέρας βʹ. Ἡμέρας μιᾶς πρὸ τεχθῆναι τοῦτον, εἶδεν ἡ μήτηρ αὐτοῦ, ὡς τὰ σπλάγχνα αὐτῆς ἐξαρπαγέντα εἰς οὐρανὸν ἐφέρετο· καὶ ἐν τῇ νυκτὶ ᾗ ἐγεννήθη εἶδεν | |
5 | ὁ πατὴρ αὐτοῦ ὅτι ἐκ τῶν κόλπων τῆς αὐτοῦ γυναικὸς ἀνέτειλεν ὁ ἥλιος. Νιγίδιος δέ τις βουλευτὴς ἀστρολό‐ γος, βραδύτερον προελθόντος τοῦ πατρὸς αὐτοῦ, ἠρώ‐ τησε τὴν αἰτίαν, ὁ δὲ ἔφη υἱὸν αὐτῷ τεχθῆναι· κἀκεῖ‐ νος, «Ὢ τί ἐποίησας; δεσπότην ἡμῖν ἐγέννησας,» ἀνε‐ | |
10 | βόησε. Τρεφομένου δὲ τοῦ παιδὸς ἐν ἀγρῷ, ἀετὸς κατα‐ πτὰς ἄρτον ἐκ χειρῶν αὐτοῦ ἀφείλετο, καὶ ἐπανελθὼν πάλιν αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ ἀπέθετο. Ἐν παισὶ δὲ τελοῦντα εἶδε καθ’ ὕπνους αὐτὸν Κικέρων χρυσῇ ἁλύσει δεδεμένον, καὶ μάστιγα κρατοῦντα ἐν τῷ Κα‐ | |
15 | πιτωλίῳ χαλασθῆναι οὐρανόθεν. Ἐν δὴ τῷ μέλλειν αὐτὸν τελευτᾶν, κεραυνὸς ἐμπεσὼν εἰς τὴν εἰκόνα αὐ‐ τοῦ τὸ πρῶτον γράμμα τοῦ ὀνόματος αὐτοῦ ἠφάνισε, καὶ προεῖπον οἱ μάντεις ὅτι ἀποθανεῖται. 2. Οὗτος τοὺς λογίους τιμῶν μετεωρολέσχας ἀπή‐ | |
20 | λαυνε, τόδε τὸ λόγιον προφερόμενος· Μήτι πελώρια μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου, μηδὲ μέτρει μέτρῳ ἠελίου κανόνας συναθροίσας· ἀϊδίου βουλῇ φέρεται πατρὸς, οὐχ ἕνεκεν σοῦ· ἀστέριον προπόλευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. | |
25 | 3. Δρούσου θυγάτηρ Λιουία γαμετὴ ἦν Νέρωνός τι‐ νος, ἐξ οὗ καὶ παῖδα Τιβέριον εἶχεν· εἶτα ϛʹ μηνῶν ἐγ‐ γύου οὔσης, ἠναγκάσθη Νέρων ὁ ταύτης ἀνὴρ, εἴτε ὑπὸ τοῦ πρώτου Καίσαρος, εἴτε ὑπὸ τοῦ Ὀκταυίου, ἐκδοῦναι αὐτὴν αὐτῷ, ὡς πατήρ. Τεκούσης οὖν μετὰ | 568 |
30 | τρεῖς μῆνας τοῦ γάμου, τὸ μὲν τεχθὲν Νέρωνι τῷ πατρὶ ἀπέπεμψεν. Ἐντεῦθεν δὲ αἴτιος γέγονε τοῦ λέγεσθαι παροιμίαν, «τοῖς εὐτυχοῦσι καὶ τρίμηνα παιδία.» 4. Οὗτος τοσοῦτον ὑπὸ πάντων ἠγαπᾶτο, ὥστε καί τις ἐκέλευσε τοῖς ἑαυτοῦ κληρονόμοις θῦσαι, ὅτι ζῶντα | |
35 | τὸν Σεβαστὸν καταλείπει. Δυστυχήσας δὲ περὶ γάμον καὶ τὰ εἰς παῖδας ἐκβεβηκότα, ἐβόα· Αἴθ’ ὤφελον ἄγαμός τ’ ἔμεναι ἄγονός τ’ ἀπολέσθαι. Περὶ δὲ ὀρθογραφίαν ἐσπουδάκει, ὥστε καὶ διάδοχόν τινι τῶν ἀρχόντων ἔπεμψεν, ὅτι αὐτῷ ἐπιστέλλων τῆς | |
40 | ὀρθῶς ἐχούσης ἐσφάλη γραφῆς. 5. Τούτου ποτὲ δικάζοντος, καὶ πολλῶν θάνατον καταψηφισαμένου, Μηκήνας τις ἀνὴρ σοφὸς ἀγαπώμε‐ νος ὑπ’ αὐτοῦ, μὴ δυνάμενος ἐντυχεῖν αὐτῷ διὰ τὸ πλῆθος, ἔγραψεν ἐν χάρτῃ «ἀνάστηθι, δήμιε,» καὶ | |
45 | σημηνάμενος ἔρριψεν ἐν τῷ κόλπῳ αὐτοῦ. Ὅπερ ἀνα‐ γνοὺς ἐκεῖνος ἀνέστη, καὶ ἐκέλευσεν ἀργῆσαι τὰ κρι‐ θέντα. Τινός ποτε τῶν συστρατευσαμένων αὐτῷ δεη‐ θέντος τῆς εἰς τὸ βουλευτήριον αὐτοῦ παρουσίας, εἶπεν αὐτὸς μὲν ἀσχολεῖσθαι, ἐπιτρέψαι δέ τινι τῶν φίλων | |
78(50) | παραγενέσθαι καὶ τὴν χρείαν πληρῶσαι· καὶ ὃς ὀργι‐ σθεὶς ἔφη, «Ἐγὼ μέν τοι ὁσάκις τῆς ἐμῆς ἐπικουρίας ἐδεήθης, οὐκ ἄλλον ἀντ’ ἐμοῦ ἔπεμψα.» Ἐρυθριάσας οὖν ὁ Καῖσαρ καὶ συναπῆλθε καὶ συνέπραξε. 6. Μανιώδης δὲ ἦν περὶ τὰς ἀλλοτρίας γυναῖκας, | |
55 | ὡς καὶ τοὺς ἄνδρας αὐτῶν ἐξυπηρετεῖν τῷ μιάσματι Ἡνίκα γὰρ ἤρχετό τις τῶν βουλευτῶν πρὸς αὐτὸν, ὡραίαν ἔχων γυναῖκα, ἔπεμπε πρὸς αὐτὸν τὸν οἰκεῖον δακτύλιον, καὶ ἠξίου ἐμβαλεῖν τὴν γαμετὴν ἐν τῷ κα‐ ταστέγῳ φορείῳ, καὶ κατασημηνάμενον αὖθις τὸν δα‐ | |
60 | κτύλιον ἀντιπέμψαι· καὶ οὕτως δεχόμενος τὴν γυναῖκα ἐν τῷ φορείῳ ἀσελγαίνων ἐσφράγιζε καὶ ἀνταπέστελλε. Ποτὲ γοῦν ἐκέλευσέ τινι τὴν ὁμευνέτιν αὐτῷ πέμψαι. Ὁ δὲ μὴ δυνάμενος ἀντειπεῖν, ἀπωδύρετο. Ἐπιστὰς δὲ ὁ Ἀθηνόδωρος ὁ Ἀλεξανδρεὺς, ὃν ὡς σοφὸν ἀεὶ σύνοικον | |
65 | καὶ διδάσκαλον ἔσχεν ὁ Καῖσαρ, καὶ τὴν αἰτίαν μαθὼν, ἑαυτὸν ᾔτησεν ἐμβαλεῖν τῷ φορείῳ, καὶ κατασημηνά‐ μενον ἀποστεῖλαι γυμνὸν ξίφος ἐπιφερόμενον. Ἀπα‐ χθέντος δὲ, δοκῶν ὁ Καῖσαρ τὴν τοῦ συγκλητικοῦ εἶναι γυναῖκα, κλείσας τὰς θύρας ἀνέῳξε τὸ φορεῖον, καὶ | |
70 | ἐξέθορε ξιφήρης ὁ Ἀθηνόδωρος, καὶ πάνυ τὸν Καίσαρα κατέπληξε· δεδιότα δὲ αὐτὸν ἀνακτησάμενος ἐκεῖνος τοῖς μεγίστοις ὅρκοις κατέδησε, μηδέποτ’ ἄλλοτε τοῦτο πρᾶξαι. Ὃν τοσοῦτον ὑπερηγάπησεν, ὥστε τὴν σύγ‐ κλητον συναγαγὼν καὶ πολλὰ τὸν Ἀθηνόδωρον ἐγκω‐ | |
75 | μιάσας, καὶ τοῦτο προσέθηκεν, ὡς κακὸν βίον ἐσχηκὼς ὑπὸ Ἀθηνοδώρου ἐπηνωρθώθη. 7. Οὗτος ὁ φιλόσοφος ἠξίου τὸν Καίσαρα συγχωρῆσαι αὐτῷ εἰς τὴν πατρίδα ἐπανελθεῖν. Καὶ μόλις πείσας, ἀσπαζόμενος αὐτὸν, ἐπικύψας πρὸς τὸ οὖς παρεκάλει | |
80 | ἵνα ὁσάκις ὀργισθῇ, μὴ πρότερον κελεύσῃ τὸ πρακτέον, πρὶν ἂν καθ’ ἑαυτὸν ἀριθμήσῃ τὰ [κδʹ] γράμματα· ᾔδει γὰρ αὐτοῦ τὸ ὀξύθυμον καὶ εὐμετάβλητον. Ὁ δὲ Καῖσαρ ἀσπαζόμενος ἔφη, «Εὖγε ὑπέμνησάς με, ὡς ἀτελὴς εἰμὶ, καὶ οὐ συγχωρήσω σοι τέως τῆς ἐνεγκα‐ | |
85 | μένης ἐπιβῆναι.» Παρεγγύησεν ὁ Καῖσαρ ἵνα ἐν τῇ τελευτῇ αὐτοῦ κροτήσωσι καὶ γελάσωσιν, ὡς ἐπὶ μίμου τελευτῇ, δηλονότι ἀποσκώπτων εἰς τὸν ἀνθρώπινον βίον. | |
79(t) | TIBERIUS. | |
1 | Exc. De virt.: Ὅτι Τιβέριος ὁ βασιλεὺς Ῥωμαίων ἰδιωτάτῃ φύσει ἐκέχρητο· οὔτε γὰρ ὧν ἐπε‐ θύμει προσεποιεῖτό τι, καὶ ὧν ἔλεγεν οὐδὲν ὡς εἰπεῖν ἐβούλετο· ἀλλ’ ἐναντιωτάτους τῇ προαιρέσει τοὺς | |
5 | λόγους ποιούμενος πᾶν [τε] ὃ ἐπόθει ἠρνεῖτο, καὶ πᾶν ὃ ἐμίσει προετίθετο. (2) Τοιοῦτος δή τις ὢν τοὺς ἄρχον‐ τας οὓς ὑπὲρ τὸ διατεταγμένον λαμβάνοντας εὕρισκεν ἢ | |
καὶ τὰ δημόσια σφετερίζοντας, ἐκόλαζε, λέγων· «Κείρε‐ σθαί μου τὰ πρόβατα, ἀλλ’ οὐκ ἀποξυρᾶσθαι βούλομαι.» | 569 | |
10 | (3) Οὕτω τε ἐς πάντα ἴσος καὶ ὅμοιος ἦν, ὥστε, ὀρχη‐ στήν τινα τοῦ δήμου ἐλευθερωθῆναί ποτε βουληθέντος, μὴ πρότερον συνεπαινέσαι, πρὶν τὸν δεσπότην αὐτοῦ πεισθῆναι καὶ τὴν τιμὴν λαβεῖν. Τοῖς γε ἑταίροις ὡς ἐν ἰδιωτείᾳ συνῆν, δικαζομένοις συναγωνιζόμενος, καὶ | |
15 | θύουσι συνεορτάζων, νοσοῦντάς τε ἐπισκεπτόμενος, μηδεμίαν φρουρὰν ἐπαγόμενος. (4) Ἀλλὰ καὶ δόγμα προέθηκεν, ὥστε μήτε αὐτὸν μήθ’ ἕτερόν τινα σηρικῇ ἐσθῆτι χρῆσθαι, τόν τε χρύσεον ὅλον κόσμον γυναιξὶ μόναις ἐπιτρέψας· πολλὰ δὲ καὶ εἰς ἐπανορθώσεις τῶν | |
20 | πόλεων δαπανήσας. (4) Τῶν τε Ἰουδαίων πολλῶν ἐς τὴν Ῥώμην συνελθόντων καὶ συχνοὺς τῶν ἐπιχωρίων ἐς τὰ σφέτερα ἔθη μεθιστάντων, τοὺς πλείονας ἐξήλασε. (5) Τοιοῦτος οὖν τις ὢν, αἰφνιδίως εἰς τὴν χείρονα γνώμην μετεβλήθη, ὥστε αὐτὸν καὶ παραφρονεῖν νο‐ | |
25 | μισθῆναι καὶ ὑπό τινος ἐλαύνεσθαι δαιμονίου. Πολλοῦ τε πάθους αἴτιος τοῖς Ῥωμαίοις ἐγένετο, κοινῇ τε καὶ ἰδίᾳ προσαναλίσκων τοὺς ἄνδρας. (6) Ἔδοξε γὰρ αὐτῷ τὰς τῶν κυνηγίων θέας τῆς πόλεως ἀπελάσαι. Καὶ διὰ τοῦτό τινες ἔξω ταύτας τελεῖν πειραθέντες, αὐτοῖς συνδιε‐ | |
30 | φθάρησαν τοῖς θεάτροις ἔκ τινων σανίδων εἰργασμένοις. (7) Ὁ αὐτὸς τὰς τῶν ἐπισήμων ἀνδρῶν ἐνυβρίζων γυ‐ ναῖκας, ἅπαντα δι’ αὐτῶν τὰ κοινὰ κατεμάνθανε, καὶ πρός γε συνεργοὺς αὐτὰς τῶν μιαρῶν πράξεων, ὡς καὶ γαμηθησομένας, ἐποιεῖτο. Ἐπὶ τούτοις τε Μουκίαν | |
35 | καὶ τὸν ταύτης ἄνδρα ἅμα δυσὶ θυγατράσιν ἀνεῖλε διὰ τὴν πρὸς τὴν αὐτοῦ μητέρα φιλίαν. (8) Σεϊανόν τε, ἄνδρα ὑπ’ αὐτοῦ τε καὶ τῆς βουλῆς ἐπὶ τοῖς μεγάλοις ἀξιώμασι προαχθέντα, αὐτοκράτορά τε ψηφισθέντα, παρὰ τὰς ἁπάντων ἐλπίδας διέφθειρεν. Ὃν γὰρ αὐτὸς | |
40 | καὶ παῖδα καὶ διάδοχον ἐκάλει, τοῦτον ἕλκεσθαι διὰ τῆς ἀγορᾶς παρεσκευάκει· καὶ ὃν ἅπαντες οἱ τῆς βουλῆς ἐδορυφόρουν, τοῦτον ἐκ τοῦ συνεδρίου ἐπὶ τὸ δεσμωτή‐ ριον ἀπήγαγον, ἀντὶ στεφάνου δεσμὰ καὶ ἀντὶ ἁλουργίδος τριβώνιον περιθέντες· ὡς καὶ διὰ τούτου ἄν τις τὴν ἀν‐ | |
45 | θρωπείαν ἀσθένειαν κατεῖδε. Σεϊανὸς μὲν δὴ, μέγιστον τῶν πρὸ αὐτοῦ δυνηθεὶς, τοιοῦτον ἔσχε τέλος. (9) Φίλοι δὲ αὐτοῦ καὶ συγγενεῖς ἀδίκως διεφθείροντο. Ὡς τοσοῦτον ἐκλεῖψαι τὴν σύγκλητον, ὥστε μηδὲ ἐς τὰς κατ’ ἔτος ἀρχαιρεσίας διαρκεῖν. Παρακαλούμενός τέ ποτε ὑπὸ | |
79(50) | τῶν φίλων τοῦτο δὴ τὸ ἀρχαῖον ἐφθέγξατο· Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί. Πολλάκις δὲ καὶ τὸν Πρίαμον ἐμακάρισεν, ὅτι μετὰ τῆς πατρίδος ἀπώλετο καὶ τῆς βασιλείας. (10) Οὕτω τοίνυν τὴν ἀρχὴν διῳκήσατο, φοβερᾷ μὲν ὠμότητι, | |
55 | μυσαρᾷ δὲ πλεονεξίᾳ, αἰσχρᾷ τε ἡδυπαθείᾳ χρησάμε‐ νος. Καὶ στρατεύσας κατὰ Περσῶν ἐπὶ συνθήκαις ὑπέ‐ στρεψεν. | |
79a | Suidas v. Τιβέριος. «Ἄριστος δὲ ὑπάρχων ἐν νεότητι καὶ πρὸς γῆρας ἐλθὼν αἰφνίδιον εἰς τὴν χείρονα μετεβλήθη γνώμην, ὥστε καὶ παραφρονεῖν αὐτὸν νο‐ μισθῆναι καὶ ὑπὸ δαίμονος ἐλαύνεσθαι πρὸς πᾶσαν ἀνο‐ | |
5 | σιουργίαν τε καὶ μανίαν καὶ οἰστρηλασίαν, οὐ μόνον ἐν τοῖς κατὰ φύσιν, ἀλλὰ καὶ ἐν τοῖς παρὰ φύσιν, καὶ ἐν πάσῃ ἀδικίᾳ καὶ τυραννίδι. Οὕτω δὲ μεταπεσὼν εἰς κακίαν καταστρέφει τὸν βίον.» | |
79b | Suid: Τιβέριος, Ὀκταβίου υἱὸς, βασιλεὺς Ῥω‐ μαίων, ἐμπλήκτως καὶ ἀνοήτως τὴν ἀρχὴν διῳκήσατο, φοβερᾷ μὲν ὠμότητι, μυσαρᾷ δὲ καὶ ἀθέσμῳ πλεονεξίᾳ, αἰσχρᾷ τε ἡδυπαθείᾳ χρησάμενος· στρατείαν μὲν γὰρ | |
5 | ἅπασαν αὐτὸς ἠρνήσατο, διὰ δὲ τῶν ὑποστρατήγων γλίσχρως καὶ ῥᾳθύμως τοῖς ἐναντίοις προσπολεμῶν *. Κακοήθης δὲ ὢν ἔστιν οὓς τῶν συμμάχων βασιλεῖς τῶν οἰκείων ἀρχῶν ἀπάτῃ μετελθὼν ἀφείλετο· ὧν Ἀρχέλαος ἦν ὁ Καππαδόκων βασιλεὺς, ὃν ἠπίοις καὶ θεραπευ‐ | |
10 | τικοῖς καλέσας ὡς ἑαυτὸν λόγοις, οὐκέτι πρὸς τὴν οἰ‐ κείαν ἀπονοστῆσαι συνεχώρησεν, ἀλλ’ ἐπαρχίαν τὴν Καππαδοκίαν ἀπέφηνε, καὶ τὴν μεγίστην τῶν τῇδε πόλεων, Μάζακα ἔμπροσθεν ὑπὸ τῶν ἐποίκων ὀνομα‐ ζομένην, ἀφ’ ἑαυτοῦ φέρειν τὴν προσηγορίαν ἐπέταξεν· | |
15 | ἥπερ δὴ καθ’ ἡμᾶς Καίσαρός ἐστι ἐπώνυμος. Ἐς γῆρας δὲ ὅμως μακρὸν προελθὼν θνήσκει. | |
80 | Exc. De ins.: Ὅτι Ἡρώδης ὁ τὸν Πρόδρομον ἀποκεφαλίσας, γενόμενος ἐμπληθὴς, ἐκρίνετο μῆνας ηʹ, καὶ κατὰ τὸν αὐτοῦ κοιτῶνα ἀνῃρέθη ξίφει, συνει‐ δυίας, ὥς φασι, καὶ τῆς γυναικὸς αὐτοῦ. | |
81 | Ibid.: Ὅτι ἐπὶ Τιβερίου τοῦ βασιλέως γε‐ νόμενος ὁ Κύριος Ἰησοῦς ἐτῶν λγʹ, ὑπὸ τῶν Ἰουδαίων κατηγορεῖτο, ὡς καταλύων αὐτῶν τὴν δόξαν, καὶ ἑτέραν ἀντεισάγων καινήν. Καὶ συναχθέντες ἅπαντες ἐν Ἱε‐ | |
5 | ροσολύμοις, στάσιν ἐκίνουν κατ’ αὐτοῦ, βλασφημίας καταχέοντες εἴς τε τὸν Θεὸν καὶ τὸν Καίσαρα. Ἐντεῦ‐ θεν παρρησίαν λαβόντες, καὶ κρατήσαντες αὐτὸν ἐν νυκτὶ, παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι· ὅστις εἴτε διὰ δειλίαν τοῦ πλήθους, εἴτε δι’ ἐπαγγελίαν χρη‐ | |
10 | μάτων, μηδεμίαν αἰτίαν εὑρηκὼς, ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. Καὶ σταυρωθέντος αὐτοῦ, σεισμὸς ἐγέ‐ νετο μέγας καὶ σκότος ἐπὶ πᾶσαν τὴν γῆν. Γευσά‐ μενος δὲ θανάτου, ἀνέστη ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελήφθη εἰς τοὺς οὐρανούς. Μάρτυρες | |
15 | γεγόνασι πολλοὶ θεασάμενοι καὶ συγγράψαντες. | |
82(t) | CAIUS CALIGULA. | |
1 | Exc. De virt.: Ὅτι ὁ Γάϊος μιαρώτατός τις καὶ ἀνοσιώτατος ἐγένετο. Καὶ τοσοῦτον ὁρμαθὸν κα‐ κῶν συνειληφὼς ἐπεκάλυψε τὰ [τοῦ] Τιβερίου μειονε‐ κτήματα. Ὅσα γὰρ τῷ Αὐγούστῳ ἐν πολλῷ χρόνῳ | |
5 | περιεποιήθη, οὗτος ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήσατο. Μοιχικώ‐ τατός τε ἀνθρώπων γενόμενος καὶ γυναῖκας ἡρμοσμένας καὶ γεγαμημένας ἐλάμβανε. Τήν τε ἑαυτοῦ τιθήνην ἐπιτιμήσας ἀνοίας ἐς ἀνάγκην ἑκουσίου θανάτου κατέστη‐ σεν. Ἐχρῆτο δὲ καὶ ταῖς ἀδελφαῖς καὶ παρανόμων ἐκοι‐ | |
10 | νώνει μίξεων, ὡς καὶ πατὴρ ἀνοσίας καταστῆναι γονῆς ἐκ μιᾶς αὐτῷ τῶν ἀδελφῶν ἀποκυηθείσης. Ναούς τε καὶ θυσίας ὡς ἡμιθέῳ γίνεσθαι παρεσκεύαζε. Τοιούτῳ τότε αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθησαν· ὥστε τὰ τοῦ Τιβε‐ ρίου ἔργα, καίπερ χαλεπώτατα δόξαντα γεγονέναι, το‐ | |
15 | σοῦτον τὰ τοῦ Γαΐου, ὅσον τὰ τοῦ Αὐγούστου παρ’ ἐκεῖνα παρενεγκεῖν. Τιβέριος μὲν γὰρ αὐτός τε ἦρχε, καὶ ὑπηρέταις τοῖς ἄλλοις πρὸς τὸ ἑαυτοῦ βούλημα ἐχρῆτο· Γάϊος δὲ ἤρχετο μὲν καὶ ὑπὸ τῶν ἁρματηλατούντων καὶ ὁπλομαχούντων καὶ σκηνικῶν καὶ τραγῳδῶν πολλάκις | |
20 | καὶ αὐτὸς ἐνδεικνύμενος, καὶ τὴν βουλὴν πρὸς ἀνάγ‐ κας μετακαλούμενος. Εἰκοστὸν γὰρ δὴ καὶ πέμπτον ἄγων ἔτος τὴν προτέραν γαμετὴν ἐκβαλὼν τὴν Κορνη‐ λίου Ὀρέστου ἥρπασε θυγατέρα ἐν αὐτοῖς τοῖς γάμοις, ἐγγεγυημένην Καλπουρνίῳ. Πολλούς τε διὰ ταῦτα συ‐ | |
25 | κοφαντῶν ἀνῄρει· τὸ δὲ ἀληθὲς διὰ τὰς οὐσίας. Οἵ τε γὰρ θησαυροὶ ἐξανάλωντο, καὶ οὐδὲν αὐτῷ ἐξήρκει. Αὖθις δὲ ταύτην ἐκποδὼν ποιησάμενος, Λολίαν ἠγάγετο, αὐτὸν τὸν ἄνδρα αὐτῆς Μέμμιον Ῥηγοῦλον ἐγγυῆσαί οἱ τὴν γυναῖκα ἀναγκάσας, ἵνα μὴ καὶ ἀνέγγυον αὐτὴν | |
30 | παρὰ τοὺς νόμους λάβῃ. Ἐκ δὲ τῶν μοιχειῶν, ὡς καὶ τὴν πᾶσαν Κελτικὴν καὶ Βρεττανικὴν κεχειρωμένος, αὐτοκράτωρ τε πολλάκις Γερμανικὸς καὶ Βρεττανικὸς ἐπεκλήθη. Ἐπαρθείς τε ἐπὶ τούτοις Ζεύς τε ἐλέγετο, καὶ τὰς ἐκείνου στήλας εἰς αὐτὸν μετερρύθμιζε. Ταῖς | |
35 | τε γὰρ βρονταῖς ἐκ μηχανῆς τινος ἀντεβρόντα, καὶ ταῖς ἀστραπαῖς ἀντήστραπτεν· ὅπου δὲ κεραυ‐ | |
νὸς κατέπεσε λίθον ἀντηκόντιζεν. | 570 | |
83 | Exc. Salm.: Γάϊος τὰς δύο ἀδελφὰς αὐτοῦ διεπαρθένευσεν. Ἰδὼν δὲ πηλὸν ἐν στενωπῷ, ἐκέλευσεν ἀχθῆναι Οὐεσπασιανὸν, [τότε ἀγορανόμον] ὄντα, καὶ ἐμβληθῆναι τὸν πηλὸν εἰς τὸν κόλπον αὐτοῦ. Οὗτος | |
5 | κυβεύων ποτὲ ἐν Γαλλίαις, καὶ μαθὼν ὡς οὐκ ἔστιν αὐτῷ ἀργύριον, ἀναστὰς ἐκέλευσε πολλοὺς πλουσίους ἀναιρεθῆναι· καὶ ἐλθὼν πρὸς τοὺς συγκυβευτὰς εἶπεν, «Ἐν ᾧ ὑμεῖς περὶ ὀλίγου φιλονεικεῖτε, ἐγὼ πλῆθος χρημάτων συνήγαγον.» Ἐλέγετο δὲ Καλλιγόλας, ὅτι | |
10 | ἐκ μικρᾶς ἡλικίας ἐν τῷ στρατοπέδῳ τὰ πολλὰ ἐτρέφετο, καὶ τοῖς στρατιωτικοῖς ἐχρῆτο ὑποδήμασιν· ἐκ τῶν καλ‐ λίγων οὖν Καλλιγόλας ἐλέγετο. | |
84 | Exc. De ins.: Ὅτι ποτὲ τὸν δῆμον συνελ‐ θόντα ἐν ἱπποδρομίῳ, καὶ τοῦτον ἐλέγχοντα ὑπὸ τῶν στρατιωτῶν διέφθειρεν· ἐξ οὗπερ πάντες ἐσιώπησαν, ἄχρις οὗ Κάσσιός τε Χαιρέας καὶ Κορνήλιος Σαβῖνος, | |
5 | καίτοι χιλιαρχίας παρ’ αὐτοῦ πεπιστευμένοι, συνωμό‐ σαντο, πάντες τε ὡς εἰπεῖν οἱ περὶ αὐτὸν ὑπέρ τε σφῶν καὶ τῶν κοινῶν ἐκινήθησαν· καὶ τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐρχόμενον, ὅτε δὴ τοὺς ἐκ τῆς Ἑλλάδος παῖδας ἐπὶ τὸν ἴδιον ὕμνον μετεπέμπετο, ἐν στενωπῷ | |
10 | τινι τόπῳ προσπεσόντες τιτρώσκουσιν, ἄλλοι τε ἐκ τῶν σαρκῶν αὐτοῦ ἐγεύσαντο. Καὶ τὰ μὲν Γαΐου τοιαῦτα, τρισὶν ἔτεσι καὶ μησὶ θʹ, ἡμέρας τε ηʹ καὶ κʹ βασιλεύ‐ σαντος. Καὶ αὐτὸς τοῖς ἔργοις, ὡς οὐκ ἦν θεὸς, ἐξέμα‐ θεν. Ὑφ’ ὧν τε καὶ μὴ παρὼν προσεκυνεῖτο, τότε κα‐ | |
15 | τεπτύετο· καὶ ὑφ’ ὧν τε Ζεὺς καὶ θεὸς ὠνομάζετό τε καὶ ἐγράφετο, σφάγιον ἐγίνετο· ἀνδριάντες τε αὐτοῦ καὶ εἰκόνες ἐσύροντο, μεμνημένου μάλιστα τοῦ δήμου ὧν ἐπεπόνθει δεινῶν. Οἱ δὲ στρατιῶται ὅσοι μὲν ἐκ τοῦ Γερμανικοῦ μέρους ἦσαν, ἐθορύβουν τε καὶ ἐστασίαζον, | |
20 | ὥστε καὶ σφαγὰς ποιεῖν· ὅσοι δὲ ἄλλως πως ἐπὶ τῇ βουλῇ ἐποιήσαντο, πεισθέντες τοῖς ὅρκοις ἡσύχασαν. Τούτων δὲ περὶ τὸν Γάϊον πραττομένων, Σέντιός τε καὶ Σε‐ κοῦνδος οἱ ὕπατοι εὐθὺς ἐκ τῶν θησαυρῶν τὰ χρήματα εἰς τὸ Καπιτώλιον μετεκόμισαν, φυλακάς τε τοὺς | |
25 | πλείους τῆς γερουσίας ἐπέστησαν, καὶ στρατιώτας ἱκα‐ νοὺς, ἵνα μὴ διαρπαγὴ ὑπὸ τοῦ πλήθους γένηται. Οὗτοί τε ἅμα τοῖς ἐπάρχοις καὶ τοῖς περὶ Σαβῖνον καὶ Χαιρέαν τὸ πρακτέον ἐσκοποῦντο. | |
85(t) | CLAUDIUS. | |
1 | Exc. De virt.: Ὅτι Κλαύδιος ὁ βασιλεὺς Ῥωμαίων τὴν μὲν ψυχὴν οὐ φαῦλος ἐγεγόνει, ἀλλὰ καὶ ἐν παιδείᾳ ἤσκητο ὡς καὶ συγγράψαι τινά· τὸ δὲ δὴ | |
σῶμα νοσώδης, ὥστε καὶ τῇ κεφαλῇ καὶ ταῖς χερσὶν | 571 | |
5 | ὑποτρέμειν. Καὶ διὰ τοῦτο καὶ τῷ φωνήματι ἐσφάλλετο, καὶ οὐ πάντα ὅσα εἰς τὸ συνέδριον εἰσέφερεν, αὐτὸς ἀνεγί‐ νωσκεν, ἀλλὰ τῷ ταμίᾳ ὥς γε πλήθει ἀναλέγεσθαι ἐδίδου· ὅσα δ’ αὐτὸς ἀνεγίνωσκε, καθήμενος ὡς τὸ πολὺ ἐπελέ‐ γετο. Καὶ μέντοι καὶ δίφρῳ καταστέγῳ πρῶτος Ῥωμαίων | |
10 | ἐχρήσατο. Οὐ μέντοι καὶ διὰ ταῦτα οὕτως ὅσον ὑπὸ τῶν ἐξελευθέρων καὶ ὑπὸ τῶν γυναικῶν αἷς συνῆν ἐκα‐ κύνετο. Περιφανέστατα γὰρ ἐγυναικοκρατήθη καὶ ἐδου‐ λοκρατήθη, ἅτε ἐκ παίδων ἐν νοσηλείᾳ καὶ ἐν φόβῳ τραφείς· καὶ διὰ τοῦτο ἐπὶ πλέον τῆς ἀληθείας εὐήθειαν | |
15 | προσεποιεῖτο, ὅπερ που καὶ αὐτὸς ὡμολόγησε. Καὶ πολὺν μὲν χρόνον τῇ τηθῇ Λιουίᾳ, πολὺν δὲ καὶ τῇ μητρὶ Ἀντωνίᾳ τοῖς τε ἀπελευθέροις συνδιαιτηθεὶς, καὶ προσέτι καὶ ἐν συνουσίαις γυναικῶν πλείοσι γενόμενος, οὐδὲν ἐλευθεροπρεπὲς ἐκέκτητο. Ἐπετίθεντο δὲ αὐτῷ | |
20 | ἔν τε τοῖς συμποσίοις μάλιστα καὶ ἐν ταῖς συμμίξεσι. Πάνυ γὰρ ἀπλήστως ἐν ἀμφοτέροις διέκειτο· καὶ ἦν ἐν τῷ καιρῷ τούτῳ εὐάλωτος. Πρὸς δὲ καὶ δειλίαν εἶχεν, ὑφ’ ἧς πολλάκις ἐκπληττόμενος οὐδὲν τῶν προσηκόντων ἐξελογίζετο. Ἐκεῖνόν τε γὰρ ἐκφοβοῦντες ἐξεκαρποῦντο, | |
25 | καὶ τοῖς ἄλλοις δέος ἐνέβαλλον. Τοιοῦτος οὖν δή τις ὢν οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν, ὁσάκις ἔξω τῶν εἰρη‐ μένων παθῶν ἐγίνετο. | |
86 | Exc. De ins.: Ὅτι ὁ Κλαύδιος ὁ βασιλεὺς τῶν Ῥωμαίων τόν τε Χαιρέαν καί τινας ἄλλους, καί‐ περ ἐπὶ τὸν τοῦ Γαΐου θάνατον ἡσθεὶς, πρῶτα μὲν τῆς πόλεως ἐξέβαλεν, ἔπειτα καὶ ἐδολοφόνησεν. Οὐ γὰρ ὅτι | |
5 | τὴν ἀρχὴν διὰ τὴν ἐκείνων πρᾶξιν εἰλήφει χάριν αὐτοῖς εἶχεν, ἀλλ’ ὅτι ἐτόλμησαν αὐτοκράτορα ἀποσφάξαι ἐδυσχέραινεν. | |
87 | Exc. Salmas.: Κλαύδιος δειλὸς ὢν πάντας τοὺς προσιόντας αὐτῷ [ἐποίησεν] ἀνερευνᾶσθαι, μή τι ξιφίδιον ἔχωσι, καὶ ἐν τοῖς συμποσίοις ὡπλισμένοι πα‐ ρεστήκεσαν αὐτῷ. | |
88 | Exc. De virt.: Ὅτι ὁ αὐτὸς ταῖς ὁπλομα‐ χίαις ἀκορέστως προσκείμενος οὐ μόνον τὰ τῶν δορυα‐ λώτων καὶ κατακρίτων κατανήλισκε σώματα, ἀλλὰ καὶ τῶν ἀπελευθέρων. Ταῖς τε τῆς γαμετῆς Βαλερίας | |
5 | Μεσσαλίνης γυναίου ἀκολάστου καὶ τυραννικοῦ διαβο‐ λαῖς ὑπαγόμενος, συχνοὺς τῶν ἐπισήμων τῆς βουλῆς διέφθειρεν. Ἀπείχετο δὲ οὐδὲ τῶν ἀφ’ αἵματος. Καὶ γὰρ τούτων ἔστιν οἳ ἀπώλοντο, τοῦ μὲν ἀβασανίστως τὰς διαβολὰς δεχομένου, τῆς δὲ ἀφ’ ἑτέρου εἰς ἕτερον ἀγού‐ | |
10 | σης τὸν Κλαύδιον, τῇ τε κουφότητι τοῦ ἀνδρὸς κατα‐ κεχρημένης. Τὰς γοῦν δύω ἀδελφὰς διαβληθείσας ἀνεῖ‐ λεν, αὖθίς τε τοὺς γαμβροὺς μηδὲν ἡμαρτηκότας. Ἐκείνους γὰρ μάρτυρας τῶν κατηγοριῶν ἡ Μεσσαλίνα ἐποιεῖτο τοὺς τὸ κράτος ἔχοντας· καὶ τούς τι δυναμέ‐ | |
15 | νους μηνῦσαι τῶν ὑπ’ αὐτῆς πραττομένων, οὓς μὲν εὐεργεσίαις, οὓς δὲ τιμωρίαις προκατελάμβανεν, ὡς οὐ τὴν πολιτείαν μόνην ὑπ’ αὐτῆς διοικεῖσθαι, ἀλλὰ καὶ τὰς στρατείας καὶ ἐπιτροπείας πάντα τε [τἄλλα] ἀφει‐ δῶς πωλεῖν καὶ καπηλεύειν. Ἐξ οὗπερ ἀναγκασθῆναι | |
20 | τὸν Κλαύδιον, εἰς τὸ Ἄρειον πεδίον τοῦ πλήθους συνελ‐ θόντος, τὰς τιμὰς διατάξαι. Οὐ μὴν ἀλλὰ καὶ αὐτή γε, εἰς πᾶν ἀκολασίας τε καὶ ὠμότητος προελθοῦσα, καὶ μιγνυμένη μὲν ἀναίδην οἷς ἐπιθυμήσειεν, ἀναιροῦσα δὲ καὶ τῶν ὁμιλούντων αὐτῇ συχνοὺς, μόλις πρὸς τοῦ | |
25 | Κλαυδίου τῆς ἀτοπίας αἰσθομένου διαφθείρεται. Ἐπεὶ γὰρ οὐκ ἀπέχρησεν αὐτῇ μοιχεύεσθαι πολλάκις καὶ ἐπὶ οἰκήματος σὺν ταῖς ἄλλαις τῶν ἐπιφανῶν γυναιξὶ καθεζομένῃ, ἀλλ’ ἐπεθύμησε κατὰ νόμον δὴ καὶ συμ‐ βόλαια πλείοσι συνοικεῖν ἀνδράσιν, ἐνταῦθα καταμη‐ | |
30 | νυθεῖσα τῷ Κλαυδίῳ πρὸς Ναρκίσσου τινὸς ἀπελευθέρου τοῦ βασιλέως ἀναιρεῖται, τῶν μὲν βασιλείων ἐξωσθεῖσα, περὶ δὲ τοὺς Ἀσιατικοῦ κήπους πλανωμένη, ὧν ἕνεκα τὸν δείλαιον Ἀσιατικὸν μικρῷ πρόσθεν ἀπολωλέκει. Μεθ’ ἣν καὶ τὸν ἑαυτοῦ δοῦλον ὁ Κλαύδιος ὑβρίσαντά | |
35 | τινα τῶν ἐν ἀξιώσει διέφθειρεν. | |
89 | Exc. De ins.: Ὅτι Κλαύδιος ὑπὸ Ἀγριπ‐ πίνης ἀναιρεῖται τρόπῳ τοιῷδε. Αὕτη γὰρ φάρμακον δηλητήριον ὑπὸ Λουκούστης ἀνελομένη, ἐν τοῖς καλου‐ μένοις μύκησιν ἐνέβαλεν. Ὁ δὲ ὑπό τε τοῦ οἴνου καὶ | |
5 | τῆς ἄλλης διαίτης μηδέν τι τοιοῦτον ὑποπτεύων ἐπε‐ βουλεύθη. Καὶ ἐκ μὲν τοῦ συμποσίου ὡς καὶ ὑπερκο‐ ρὴς μέθης ἐξεκομίσθη, διὰ δὲ τῆς νυκτὸς ἐτελεύτησε, βιώσας ἔτη ξʹ καὶ γʹ καὶ μῆνας βʹ, ἡμέρας ιγʹ, αὐταρ‐ χήσας δὲ ἔτη ιʹ καὶ γʹ. Ταῦτα ἡ Ἀγριππίνα ποιῆσαι | 572 |
10 | ἠδυνήθη, ὅτι τὸν Νάρκισσον συνέβη [μὴ] παρεῖναι, ἐπεὶ παρόντος αὐτοῦ οὐκ [ἂν] ἐδεδράκει τοῦτο· τοιοῦτός τις φύλαξ τοῦ δεσπότου ἦν. Ἀποθανόντος δὲ τοῦ Κλαυ‐ δίου, καὶ αὐτὸς εὐθὺς διεφθάρη, παρὰ τῷ Μεσσαλίνης μνημείῳ ἔκ τινος συντυχίας, ὅπερ εἰς τιμωρίαν ἐκείνης | |
15 | ἐνομίσθη. Καὶ Κλαύδιος μὲν ὑπὸ τῆς Ἀγριππίνης τῆς γυναικὸς τῆς τε ἀδελφῆς, δι’ ἣν τά τε ἄλλα καὶ ἐπιόρ‐ κησεν, ἐπεβουλεύθη ἐν τῷ σιτίῳ, καὶ διεφθάρη κακῶς, ἵνα τε ὁ υἱὸς αὐτῆς μοναρχήσῃ, καὶ ὁ Βρεττανικὸς αἵ τε ἀδελφαὶ αὐτοῦ ἀπόλωνται. | |
90(t) | ΝΕΡΩΝ. | |
1 | Exc. De virt.: Ὅτι βασιλεύοντος νέου τοῦ Νέρωνος Βοῦρρος καὶ Σενέκας διῴκουν τὰ πράγματα. Ὁ δὲ λόγοις ἐσχόλαζε φιλοσόφοις, καὶ τὰ περὶ τοῦ Χριστοῦ κατεμάνθανεν. Ἔτι γὰρ ἐνόμιζεν αὐτὸν τοῖς | |
5 | ἀνθρώποις συναναστρέφεσθαι. Καὶ μαθὼν ὅτι ὑπὸ τῶν Ἰουδαίων ἐσταυρώθη, ἠγανάκτησε. Καὶ προσέτα‐ ξεν ἐλθεῖν τοὺς ἱερεῖς Ἄνναν καὶ Καϊάφαν καὶ αὐτὸν Πιλάτον, τὸν ἄρχοντα τότε γενόμενον, σιδηροδεσμίους. Καὶ [καθίσας ἐπὶ τῆς συγκλήτου] τὰ περὶ αὐτοῦ πε‐ | |
10 | πραγμένα κατεμάνθανεν. Οἱ οὖν περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἔλεγον, ὅτι «Ἡμεῖς τοῖς νόμοις αὐτὸν παρε‐ δώκαμεν, καὶ εἰς καθοσίωσιν οὐχ ἡμάρτομεν. Ὁ γὰρ Πιλάτος ὢν ἄρχων ὅσα ἠβουλήθη ἔπραξε.» Καὶ τοῦτον ἐν τῷ δεσμωτηρίῳ κατέκλεισε, τοὺς δὲ περὶ τὸν | |
15 | Ἄνναν καὶ Καϊάφαν ἀπέλυσεν. [Ἤκμαζε δὲ τότε καὶ Σίμων ὁ Μάγος. Καὶ διαλεγομένων Πέτρου καὶ Σίμω‐ νος παρουσίᾳ Νέρωνος, ἤχθη Πιλάτος ἀπὸ τοῦ δεσμω‐ τηρίου· καὶ παρισταμένων τῶν τριῶν τῷ Νέρωνι, ἐρωτᾷ τὸν Σίμωνα· «Σὺ εἶ ὁ Χριστός;» Ὁ δὲ λέγει· | |
20 | «Ναί.» Εἶτα ἐρωτᾷ τὸν Πέτρον· «Σὺ εἶ ὁ Χριστός;» Ὁ δὲ λέγει· «Οὔ· ἐμοῦ γὰρ παρισταμένου εἰς τὸν οὐ‐ ρανὸν ἀνελήφθη.» Ἠρώτησε δὲ καὶ τὸν Πιλάτον, ποῖός ἐστιν ἐκ τούτων ὁ λεγόμενος Χριστός. Καὶ εἶπεν· «Οὐδὲ εἷς· ὁ μὲν γὰρ Πέτρος μαθητὴς αὐτοῦ γέγονε, καὶ εἰσ‐ | |
25 | ηνέχθη παρ’ ἐμοὶ ὡς μαθητὴς αὐτοῦ, καὶ ἠρνήσατο αὐτὸν λέγων· «Οὐκ οἶδα τὸν ἄνθρωπον·» καὶ ἀπέλυσα αὐτόν. Οὗτος δὲ ὁ Σίμων οὐδαμῶς ἔγνωσταί μοι, οὐ‐ δεμίαν δὲ ἔχει ὁμοιότητα πρὸς ἐκεῖνον· ἔστι γὰρ οὗτος καὶ Αἰγύπτιος καὶ ἐμπληθὴς καὶ κατάκομος καὶ μέλας, | |
30 | παντελῶς τῆς ἐκείνου μορφῆς ἀλλότριος.» Ἀγανακτή‐ σας οὖν ὁ βασιλεὺς κατὰ μὲν τοῦ Σίμωνος, ὡς ψευσα‐ μένου καὶ εἰπόντος ἑαυτὸν Χριστόν· κατὰ δὲ τοῦ Πέτρου, ὡς ἀρνησαμένου τὸν διδάσκαλον, ἐξέβαλεν αὐτοὺς ἐκ τοῦ συνεδρίου·] τὸν δὲ Πιλάτον τῆς κεφαλῆς ἀπέτεμεν, | |
35 | ὡς τηλικοῦτον ἄνθρωπον ἀνελεῖν τολμήσαντα δίχα βα‐ σιλικῆς κελεύσεως. Καὶ μετὰ ταῦτα Πέτρον μὲν ἐσταύ‐ ρωσε, Παῦλον δὲ τῆς κεφαλῆς ἀπέτεμε. Καὶ τὸ μὲν πρότερον τοιαῦτα ἔπραττεν ὁ Νέρων. Ἐπεὶ δὲ τρυφαῖς καὶ κώμοις καθημερινοῖς ὁ Νέρων | |
40 | ἐντραφεὶς πράττειν (τε) τὰ τῆς ἀρχῆς (ἐφ’ ἧς) ἑαυτὸν ἠξίου, ταχὺ τὸ σεμνὸν καὶ μεγαλοπρεπὲς τῆς τῶν Ῥω‐ μαίων ἡγεμονίας εἰς τὸ ἄκοσμόν τε καὶ ταπεινὸν μετε‐ βέβληκεν, ἀήθη τινὰ μετιὼν καὶ δαπανηρὸν ἀκολασίας τρόπον, ἐκθέσμοις τε καὶ παρανόμοις ἐγχειρῶν δρά‐ | |
45 | μασι· λουτρὸν μὲν γὰρ ἦν αὐτῷ ζηλοῦντι τῆς πολυ‐ τελείας καὶ ἐκδιαιτήσεως τοῦ Καλιγόλα, οὐχ ὕδωρ, ἀλλὰ μύρον, τὸ μὲν θερμαινόμενον, τὸ δὲ ψυχόμενον, καὶ εἰς ἑκατέραν τὴν χρείαν τοῦ λουτροῦ παρασκευαζό‐ μενον. Ἐχρῆτο δὲ δικτύοις παρὰ τὰς ἄγρας τῶν ἰχθύων | |
90(50) | χρυσοῖς, ἐξέλκων τοὺς κόλπους τῶν δικτύων καλωδίοις ἐξ ἐρίου πεποιημένοις, ἀστράπτουσι τῇ βαφῇ τῆς κό‐ χλου. Ἐς τοῦτό γε μὴν προϊὼν ἀτοπίας ἐλήλυθεν, ὡς παριέναι μὲν εἰς τὴν σκηνὴν, ὑπὸ δὲ τῇ πάντων ὄψει ὀρχεῖσθαί τε καὶ ᾠδάς τινας διεξιέναι, ἀναλαμβάνοντα | |
55 | σκευὴν νῦν μὲν κιθαριστῶν, νῦν δὲ τραγῳδίας ὑποκρι‐ τῶν. Ἀλλὰ ταῦτα μὲν εἰ καὶ σφόδρα τὴν ἀρχὴν ἐλυ‐ μαίνετο, γέλωτά γε ὅμως καὶ ἡδονὴν παρεῖχε τοῖς | |
θεωμένοις. Τὸ δὲ πάντων αἴσχιστον καὶ δεινότατον ὅτι καὶ ἄνδρας καὶ γυναῖκας οὐ μόνον τῶν εἰς τὸν δῆμον | 573 | |
60 | καὶ τοὺς ἱππεῖς τελούντων, ἀλλὰ καὶ τοῦ βουλευτικοῦ ἀξιώματος, καὶ οὐχ ὅπως νέους, ἀλλ’ ἤδη καὶ παρη‐ βηκότας ὁπλομαχεῖν ἐν τοῖς θεάτροις ἠνάγκαζε καὶ θη‐ ρία φονεύειν καὶ ὀρχεῖσθαι καὶ ᾄδειν καὶ πρὸς πᾶν ἀσχημοσύνης ἰέναι· ἵνα δὲ δὴ εὐπρεπὲς εἴη, καὶ αὐτὸς | |
65 | ἐς τὸ θέατρον παρῄει. Καὶ εἶδον οἱ τότε ἄνθρωποι τὰ γένη τὰ μεγάλα, τοὺς Φουρίους, τοὺς Ὁρατίους, τοὺς Φαβίους, τοὺς Πορκίους, τοὺς Βαλερίους κάτω ἑστη‐ κότας καὶ τοιαῦτα δρᾶν ἀναγκαζομένους, ὧν ἔνια οὐδὲ ὑπὸ ἄλλων γινόμενα πρόσθεν ὁρᾶν ἠνείχοντο. Αἰλία | |
70 | γοῦν Κατέλλα γυνὴ τοῦτο μὲν γένει, τοῦτο δὲ καὶ πλούτῳ προήκουσα, πρὸς γῆράς τε μακρὸν ἀφιγμένη (ὀγδοηκοντοῦτις γὰρ ἦν) ἐπὶ τῆς σκηνῆς ὠρχήσατο, οἵ τε ἄλλοι τῶν ἐπιφανῶν, ἢ διὰ γῆρας ἢ διὰ νόσον οὐ‐ δὲν ἰδίᾳ ποιῆσαι δυνηθέντες, ᾖδον κατὰ χοροὺς ἱστά‐ | |
75 | μενοι. Ἐπετέλει δὲ ταύτας τὰς ἐκθέσμους θέας ἐπί τε τῷ γενείῳ τὸ πρῶτον ψιλωθέντι, καὶ ἐπὶ τῷ τῆς μη‐ τρὸς φόνῳ· ἀπολελοίπει γὰρ αὐτὸν οὐδὲ τὸ φονικόν τε καὶ ἀπηνὲς, καίτοι γε παίζειν δοκοῦντα· ἀλλ’ ἦν μὲν καθάπαξ τοῖς ἀγαθοῖς τε καὶ πεπαιδευμένοις ἔγκο‐ | |
80 | τος. Τὸ δὲ πλεῖστον καὶ κράτιστον ἐπὶ παραλόγοις αἰ‐ τίαις ἀπανηλώκει τῆς βουλῆς μέρος, τοὺς μὲν ὅτι εὐ‐ γενεῖς, τοὺς δὲ ὅτι περιουσίας ἔχοντας, τοὺς δὲ ὅτι σώφρονες ἦσαν μισῶν τε καὶ κολάζων. Μουσώνιόν τε καὶ Κορνοῦτον μικροῦ μὲν ἐδέησεν ἀποκτεῖναι, τῆς | |
85 | δὲ Ῥώμης ἐξήλασεν· ἄλλο μὲν οὐδὲν ἐπικαλῶν, ὅτι δὲ σοφοὶ καὶ ἄριστοι [τὸν] βίον ἐγενέσθην. Συγγενῶν τε φόνοις ἑκάστης, ὡς εἰπεῖν, ἐμιαίνετο τῆς ἡμέρας. Τόν τε γὰρ Βρεττανικὸν ἀδελφόν οἱ εἶναι δοκοῦντα, πρῶτα μὲν εἰς τὴν ὥραν ἀσελγῶς ὕβρισεν, ἔπειτα δὲ παρὰ | |
90 | δεῖπνον δηλητηρίῳ φαρμάκῳ διέφθειρεν· ὡς δεινὸν μὴ μόνον ἀκούεσθαι, ἀλλὰ καὶ ὁρᾶσθαι· πελιδνὸς γὰρ ὅλος ἐγένετο, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳγμένοι καὶ τοὺς ἐφόρους πρὸς τιμωρίαν καλοῦντες. Καὶ τὴν ἑαυ‐ τοῦ γαμετὴν Ὀκταβίαν δι’ ἣν εἰς τὴν ἀρχὴν οὐχ ἥκι‐ | |
95 | στα παρεληλύθει, πρῶτον μὲν ἀπεπέμψατο, ἔπειτα καὶ ἀπέκτεινε. Καὶ ἐν νυκτὶ ἐκώμαζε κατὰ πᾶσαν [τὴν] πόλιν, ὑβρίζων τὰς γυναῖκας καὶ ἀσελγαίνων εἰς τὰ μειράκια, ἀποδύων τε τοὺς ἀπαντῶντας, παίων, τι‐ τρώσκων, φονεύων· καὶ ἐδόκει λανθάνειν ἀλλοτρίαις | |
90(100) | ἐσθῆσι χρώμενος· τάς τε τῶν ἐλευθέρων γυναῖκας ἐξ ἐπηρείας ὑβρίζων, καὶ ταῖς παρθένοις ὡς καὶ ἑταιρίσι μετὰ τῶν φίλων χρώμενος. Ἡ δὲ Ἀγριππίνη ἔς τε τὰ συνέδρια ἐφοίτα, ταῖς τε πρεσβείαις ἐχρημάτιζε, καὶ ἐπιστολὰς δήμοις καὶ ἄρχουσι καὶ βασιλεῦσιν ἐπέστελ‐ | |
105 | λεν. Ἀλλὰ ταῦτα μὲν Ἀγριππίνη ἔπραττεν, ἄχρις οὗ ὁ Νέρων τὴν Σαβίνην ἠγάγετο. Τότε γὰρ καὶ τὴν μη‐ τέρα ἐφόνευσεν. Αἰτίαν δὲ τῆς ἀνοσιουργίας τῆσδε γε‐ γενῆσθαι Σαβίναν γυναῖκα γένους ἐπιφανοῦς· ἧς ἐρα‐ σθεὶς ὁ Νέρων πρῶτον μὲν αὐτὴν πρὸς βίαν τοῦ ἀνδρὸς | |
110 | Ποπλίου ἀπήγαγεν· ἔπειτα σὺν ταῖς παλλακίσι τάτ‐ τειν οὐκ ἀνασχόμενος, ἀλλὰ γαμετὴν ποιήσασθαι διε‐ γνωκὼς, τὴν μὲν Ἀγριππίνης ἀφαιρεῖται τιμὴν, Αὐ‐ γούσταν δὲ τὴν Σαβίναν ἀποδείκνυσιν· ὡς ἐκ τούτου ἀνόσιόν τι καὶ μιαρώτατον ἔργον τὴν μητέρα αὐτοῦ | |
115 | μελετῆσαι. Ὥσπερ γὰρ τὸν θεῖον αὐτῆς τὸν Κλαύδιον εἰς ἔρωτα φαρμακείαις εἰσήγαγεν, οὕτω καὶ τὸν ἑαυτοῦ παῖδα πρὸς τὴν τοιαύτην δυσσέβειαν παρέτρεψεν. Ἀλλ’ ὅμως καὶ μετὰ τὰς τοιαύτας πράξεις διαβληθεῖ‐ σάν οἱ πρὸς τῆς Σαβίνης, Ἀνικήτῳ τινὶ τῶν σωματο‐ | |
120 | φυλάκων πρὸς διαφθορὰν ἐξέδοτο. Οὗ γενομένου, ἔγων τε ἐκείνη καὶ ἀνεπήδησεν ἐκ τῆς κλίνης, τήν τε ἐσθῆτα περιερρήξατο, καὶ τὴν γαστέρα γυμνώσασα, «Παῖε, ἔφη, ταύτην, Ἀνίκητε, ὅτι Νέρωνα ἔτεκε.» Καὶ τὰς περιττὰς μιαρίας προεγράψαμεν ἐκ τῆς ἱστορίας Δίωνος, | |
125 | περί τε τῆς μητροκτονίας καὶ τοῦ Σπόρου τοῦ ἐρω‐ μένου καὶ τῶν λοιπῶν. | |
91 | Exc. De ins.: Ὅτι ἐν τῇ Ἰβηρίᾳ Γάϊος Ἰούλιος Οὐίνδιξ ἐπανίσταται τῷ Νέρωνι, πολλούς τε τῶν τῆς συγκλήτου βουλῆς φυγάδων προσλαβόμενος Γάλβαν ἀποδείκνυσι βασιλέα· ὃς τὰς δυνάμεις εὐθέως | |
5 | ἐξοπλίσας, καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρασκευα‐ σάμενος ἐπὶ τὴν Ῥώμην ἐλαύνει. Ὁ γοῦν Νέρων, οὐ μετρίως ἐπὶ τούτῳ ταραχθεὶς, στρατηγὸν τοῦ πολέμου Ῥοῦφον Γάλλον ἐκπέμπει· ὃς οὐδὲ ἐς χεῖρας ἐλθεῖν ἀνα‐ σχόμενος πρὸς τὸν Γάλβαν, ὁμολογεῖται καὶ σπένδεται | |
10 | πρὸς τὸν Οὐίνδικα· αὐτὸς μὲν τῶν Γαλλιῶν ἄρχειν ἐπι‐ λεξάμενος, Οὐίνδικι δὲ τὴν Ἰβηρίαν προσήκειν, καὶ τῷ Γάλβᾳ πᾶσαν ὁμοῦ τὴν Ἰταλίαν, καὶ ὅσα τῇ Ῥωμαίων ἀρχῇ πρὸς ὑπακοὴν ἔθνη τυγχάνει. Τούτων αὐτοῖς διο‐ μολογηθέντων, τινὲς τῶν τοῦ Ῥούφου στρατιωτῶν ἐπι‐ | |
15 | βουλεύουσι τῷ Οὐίνδικι, ἀγνοίᾳ μὲν τῶν ὁμιληθέντων, ζήλῳ δὲ τῆς πρὸς αὐτὸν δυναστείας. Ἀλλ’ ὁ μὲν Οὐίνδιξ, καίτοι ῥᾳδίως δυνάμενος σωθῆναι, ἀγανακτήσας καὶ ὀλοφυράμενος, ὅτι ἐκ τῶν ὁμοφρονούντων ἐκακώθη, καὶ ὅτι τὰ ἐναντία τῷ Νέρωνι ἀμφότεροι πράττοντες ἑαυ‐ | |
20 | τοὺς ἀπώλλυσαν, καὶ προσέτι τοῦ ἀνθρωπείου βίου κα‐ ταγνοὺς, καί τι πρὸς τὸ δαιμόνιον εἰπὼν, ὅτι τοιούτου πράγματος ἀρξάμενος οὐκ ἐπλήρωσεν, ἑαυτὸν προσκα‐ τειργάσατο. Ὁ γοῦν Ῥοῦφος δεινῶς ἐπὶ τῷ τοιούτῳ | |
πάθει ὑπεραλγήσας, καί τινας τῶν στρατιωτῶν κολά‐ | 574 | |
25 | σας ἐν ἀφασίᾳ κατέστη. Ταῦτα ὡς ἠγγέλθη τῷ Νέρωνι, οὐδεμίαν τοῦ λοιποῦ τῶν ὅπλων ἐλπίδα ἐποιήσατο, ἀλλ’ ἐβουλεύσατο ἀμφ’ αὑτὸν ἄλλο πρᾶξαι. Καὶ ἄλλων ἄλλα λεγόντων, τέλος ἔγνω τούς τε βουλευτὰς ἀποκτεῖ‐ ναι, καὶ τὴν πόλιν καταπρῆσαι νύκτωρ, ἔς τε τὴν Ἀλε‐ | |
30 | ξάνδρειαν πλεῦσαι· εἰπὼν «ὅτι κἂν τῆς ἀρχῆς ἐκπέ‐ σωμεν, τό γε τέχνιον ἡμᾶς θρέψει.» Οἱ δὲ τῆς βουλῆς ἀκούσαντες ταῦτα, πρὸς τοὺς δορυφόρους καὶ τοὺς ἄλ‐ λους, οἳ τὴν βασίλειον φρουροῦσιν, αὐλὴν προσδιαλε‐ χθέντες, πείθουσί τε αὐτοὺς ἅμα γενέσθαι, καὶ μετα‐ | |
35 | ποιήσασθαι τῆς Ῥωμαίων ἐπικρατείας. Ἐπειδὴ δὲ καὶ οὗτοι τῆς τῶν βουλευσάντων ἐγένοντο γνώμης, αὐτίκα μὲν τὸν τοῦ στρατοπέδου ἔπαρχον Σκίπουλον ἀναιροῦ‐ σιν· ἀφίστανται δὲ τῆς τοῦ βασιλέως φρουρᾶς. Ὁ δὲ Νέρων ὡς καὶ ὑπὸ τῶν σωματοφυλάκων κατε‐ | |
40 | λείφθη, ἀποκτεῖναι μὲν ἑαυτὸν οὐκ ἐτόλμησεν, ἵνα τὴν αἰσχύνην κερδάνῃ· φυγεῖν δὲ ἐπεχείρησε, πρότερον κε‐ ραυνωθείσης αὐτοῦ τῆς τραπέζης· ἐσθῆτά τε φαύλην ἐνδυσάμενος, καὶ ἐφ’ ἵππον οὐδὲν βελτίονα ἀναβὰς, κα‐ τακεκαλυμμένος πρὸς χωρίον τι Φάωνος Καισαρείου | |
45 | μετὰ Ἐπαφροδίτου καὶ Σπόρου κατέφυγε. Νυκτὸς δὲ ἔτι οὔσης, καὶ αὐτοῦ ταῦτα πράσσοντος, σεισμὸς ἐξαί‐ σιος ἐν τῇ Ῥώμῃ γέγονε. Καὶ αὐτὸν γνωρισθέντα ὑπό τινων ἀποβῆναι μὲν τοῦ ἵππου παραχρῆμα, ἔς τινα δὲ πλησίον καταφυγεῖν καλαμῶνα· ἐν ᾧ μέχρι πολλοῦ ἐρ‐ | |
91(50) | ριμμένος, πάντα μὲν παριόντα ὑπετοπεῖτο, πᾶσαν δὲ φωνὴν, ὡς καὶ ἀναζητοῦσαν [αὐτὸν], ὑπέτρεμε, θρηνῶν τε καὶ ὀλοφυρόμενος ἐν οἷς ἦν πρότερον, καὶ ὅτι ἐν κο‐ πρίᾳ ἔρριπτο. Νέρων μὲν οὖν αὐτὸς παρ’ ἑαυτῷ ἐτραγῴδει, καὶ ὀψέ | |
55 | ποτε, ἐπεὶ μηδεὶς αὐτὸν ἑώρα, μετῆλθεν εἰς τὸ πλησίον ἄντρον, καὶ διψήσας ἔπιεν ὕδωρ. Ἡ δὲ τῶν Ῥωμαίων βουλὴ πολέμιον αὐτὸν ἀνειποῦσα, δοῦναι δίκας τῶν κατὰ τὴν ἀρχὴν ἡμαρτημένων τοιόνδε τινὰ τρόπον ἐψηφίσατο· ἀχθῆναι μὲν γὰρ ἐς τὸ δεσμωτήριον γυμνὸν, | |
60 | κεραίας ἐπιβεβλημένης τῷ τραχήλῳ, προστάττεται, μετὰ δὲ σφοδρὸν αἰκισμὸν τοῦ σώματος ὠσθῆναι κατά τινος πέτρας. Ἃ δὴ προαισθόμενος ὁ Νέρων, τούς τε χωροῦντας ἐπ’ αὐτὸν καταδείσας, προσέταξε τοῖς πα‐ ροῦσι καὶ ἑαυτὸν καὶ ἑαυτοὺς ἀποκτεῖναι. Ἐπεὶ δέ γε | |
65 | οὐχ ὑπήκουσαν, τὸ μὲν ὅτι οὐκ ἐτόλμων, τὸ δὲ ὅτι τὴν ταφὴν αὐτοῦ προεφασίσαντο, δεινῶς ἀλγήσας ἐστέναξεν, ὅτι μηδὲν ἐδύνατο. Μετὰ δὲ τοῦτο τὸν Σπόρον βουλη‐ θεὶς ἀποκτεῖναι διήμαρτεν, ἀποφυγόντος ἐκείνου. Τότε ἔφη· «Ἐγὼ οὐδὲ φίλον οὐδὲ ἐχθρὸν ἔχω·» καὶ τοῦτο | |
70 | εἰπὼν, ἑαυτὸν ἐπάταξεν· δυσθανατοῦντα δὲ ὁ Ἐπα‐ φρόδιτος προσκατειργάσατο. Καὶ ὁ μὲν Νέρων φὺς ἄριστα καὶ τραφεὶς κάκιστα, οὕτω τῆς ἀρχῆς ἐξέπεσε, λʹ μὲν ἐξ αὐτῆς ὠδῖνος γεγονὼς ἔτη, βασιλεύσας δὲ ιδʹ δυεῖν μηνῶν ἀποδέοντα. Καὶ ἡ πόλις στεφανώμασι καὶ | |
75 | δᾳδουχίαις κεκόσμητο, εὐχάς τε ἀληθεῖς καὶ ἑορτὰς ἐπετέλουν, καὶ τούς τε δυνηθέντας ἐπὶ τοῦ τυράννου φο‐ νεύοντες, ὡς καὶ αὐτὸν ἐκεῖνον αἰκίζοντες διετέλουν. | |
92 | Exc. Salm: Νέρων ἰδὼν τοὺς ἀναιρήσον‐ τας αὐτὸν, παρακάλει τοὺς συνόντας ἀνελεῖν αὐτόν· ὡς δ’ οὐδεὶς ὑπήκουεν, ἑαυτὸν διεχρήσατο· τελευτῶν δὲ ἔφη· «Ὦ Ζεῦ, οἷος (κιθαρῳδὸς) τεχνίτης ἀπόλλυμαι.» | |
5 | Ὅτε δὲ ἐτέχθη, εἶπον οἱ ἀστρολόγοι, ὅτι καὶ βασιλεύ‐ σει ταὶ τὴν μητέρα φονεύσει· ἦν δὲ καὶ λόγιον· Ἔσχατος Αἰνεαδῶν μητροκτόνος ἡγεμονεύσει. | |
93(t) | ΓΑΛΒΑΣ. | |
1 | Exc. De ins.: Ὅτι Γάλβας ὁ μετὰ Νέρωνα θαυμαζόμενος, ἐν τοῖς κατὰ τὴν ἀρχὴν ἐπιτηδεύμασιν ἔδοξέ πως εἶναι τραχύς τε καὶ πρόχειρος ἐν ταῖς τῶν ἁμαρτανομένων ἐπανορθώσεσι· βραχὺν γάρ τινα χρόνον | |
5 | τῆς ἡγεμονίας διατελέσας, ἐπιβουλευθεὶς ὑπὸ τοῦ Ὄθω‐ νος, ἀναιρεῖται κατὰ μέσην ἀγοράν. | |
94(t) | ΟΘΩΝ. | |
1 | Exc. De virt.: Ὅτι Ὄθων ὁ μετὰ Γάλ‐ | |
βαν βασιλεύσας γένους ἀσήμου καὶ ἀφανοῦς ὢν, καὶ τὸν ἔμπροσθεν βίον ἐξίτηλός τις, καὶ τῷ Νέρωνι κατὰ τὸ τῆς ἐκδιαιτήσεως ὁμοιότροπον οἰκειότατος ἔν γε μὴν | 575 | |
5 | τῇ βασιλείᾳ τὸν συνήθη τοῦ βίου μετελθεῖν τρόπον οὐχ ἱκανὸς γέγονε, πολέμων αὐτῷ χαλεπῶν εὐθὺς ἐκρα‐ γέντων. | |
95 | Exc. De ins.: Ὅτι Ὄθων ἀνελὼν τὸν Γάλ‐ βαν, ὡς παρῆλθεν εἰς τὴν ἡγεμονίαν, Βιτέλλιος ὑπὸ τῶν Γαλατικῶν τε καὶ Γερμανικῶν στρατοπέδων αὐ‐ τοκράτωρ ἀναγορευθεὶς, ἤλασεν ἐπ’ αὐτόν. Ὄθων δὲ | |
5 | σὺν ταῖς οἰκείαις ὑπαντήσας δυνάμεσιν, ἐλαττοῦται κατὰ τὴν πρώτην συμβολὴν, καὶ τοῖς παροῦσιν ἀθύμως διατεθεὶς, καίτοι στρατιᾶς αὐτάρκους αὐτῷ καθεστη‐ κυίας, ὑπεξάγειν ἑαυτὸν ἐκ παντὸς ἔγνω τρόπου. Δεο‐ μένων δὲ τῶν στρατιωτῶν, μὴ ταχέως οὕτω τὰς περὶ | |
10 | τοῦ παντὸς καταβαλεῖν ἐλπίδας, ἀποκρινάμενος, οὐδα‐ μῶς ἄξιον ἑαυτὸν ἡγεῖσθαι τοσαύτης ἐμφυλίου ταρα‐ χῆς καὶ κινήσεως· ἑκουσίως ὑποδέχεται τὸν θάνατον, ὀγδόῳ καὶ λʹ τῆς ἡλικίας ἔτει, τῆς γε μὴν βασιλείας ἡμέρᾳ εʹ καὶ ϙʹ. Ἡ δὲ στρατιὰ ἐπένθησεν αὐτὸν, ἡττη‐ | |
15 | θέντες τοῦ πάθους. Καὶ ὁ μὲν τὴν ἀσέλγειαν τοῦ ἔμ‐ προσθεν βίου ἐν τούτοις θαυμαστῶς συνεσκιάσατο, βε‐ βαίως τὸν τοιόνδε πόλεμον τῷ ἑαυτοῦ κατασβέσας αἵματι. | |
96(t) | ΒΙΤΕΛΛΙΟΣ. | |
1 | Exc. Salm.: Οὐιτέλλιος μῆνας ὀκτὼ ἡμέ‐ ρας πέντε. Οὐιτέλλιος ἔθηκε πρόγραμμα τοὺς γόητας καὶ ἀστρολόγους ἐντὸς ῥητῆς ἡμέρας ἀπαλλαγῆναι τῆς Ἰταλίας, καὶ αὐτοὶ νυκτὸς ἀντιτεθείκασι πρόγραμμα | |
5 | παραγγέλλοντες, ἀπαλλαγήσεσθαι [αὐτὸν] τοῦ βίου ἐντὸς [τῆς] ἡμέρας, ἐν ᾗ τελευτᾶν ἔμελλεν. | |
97 | Exc. De virt.: Ὅτι Βιτέλλιος βασιλεύσας τραχέως τε καὶ λίαν ἐπαχθῶς ἡγεῖτο, καὶ πᾶν αἶσχος ἀναδεδεγμένος ἔν τε τοῖς ἄλλοις τοῖς κατὰ τὸν βίον, καὶ οὐχ ἥκιστα τῷ γαστρὸς ἀκρατῶς τε καὶ ἀκορέστως | |
5 | ἔχειν. Πολλάκις γὰρ οὐ μόνον τῆς ἡμέρας, ἀλλὰ καὶ τῆς νυκτὸς σῖτον ᾑρεῖτο, καὶ παρὰ τὰς τῶν δείπνων παρασκευὰς τὸ πολὺ τῶν δημοσίων ἀπετρύετο. Δέκα γὰρ δὴ μυριάδας σταθμοῦ ἀργυρίου ἐπὶ δισχιλίαις καὶ πεντηκοσίαις ἐς τὰ δεῖπνα δεδαπανηκέναι ἱστόρηται, | |
10 | συνεχῶς μὲν καὶ ἀπλήστως ἐμφορούμενος, συνεχῶς δὲ ἅπαντα ἐξερευγόμενός τε καὶ ἐξεμῶν· ᾧ δὴ καὶ μόνῳ διεγένετο, ἐπεὶ οἵ γε σύσσιτοι αὐτοῦ καὶ πάνυ κακῶς εἶχον. Βίβιος γοῦν Κρίσπος, διὰ νόσον χρόνου τινὸς ἀπολειφθεὶς τοῦ συσσιτίου, μάλα στωμύλως ἔφη· «Εἰ | |
15 | μὴ ἐνενοσήκειν, ἀπωλόμην ἄν.» Ἐς τόδε [γοῦν καὶ τὸ παρὰ τῷ ἀδελφῷ] δεῖπνον τοῦ Βιτελλίου ἐπίσημον γεγονὸς διαμνημονεύεται· καθ’ ὃ φασὶ δίχα τῆς λοιπῆς πολυτελείας δισχιλίους μὲν ἰχθῦς, ἑπτακισχιλίους δὲ ὄρνις ἐπὶ τὴν θοίνην παρενεχθῆναι. Ἐπῄνει δὲ καὶ τὰ | |
20 | Νέρωνος, καὶ τὸν νεκρὸν τοῦ Νέρωνος ἐς κοῖλόν τινα | |
καὶ ἀφανῆ τάφον κατακείμενον ἀπεσέμνυνε. [Πρὸς δὲ τῶν στρατηγῶν Οὐεσπασιανοῦ, μεταποιουμένου τῆς βασιλείας ἤδη, κατακτείνεται.] | 576 | |
98 | Exc. De ins.: Ὅτι Βιτέλλιος βασιλεύσας κακῶς καὶ αἰσχρῶς, τῶν Ἰουδαίων νεωτερίζειν ἀρξα‐ μένων, Βεσπασιανὸν στρατηγὸν ἐκπέμπει τῆς ἕω, τὴν τούτων κελεύσας αὐτῷ καταλῦσαι θρασύτητα. Ὡς οὖν | |
5 | ἐπολιόρκει τὴν Ἱερουσαλὴμ, οἱ στρατιῶται περὶ αὐτὸν ἀθροισθέντες, ἀναγορεύουσιν αὐτὸν βασιλέα. Ὅπερ ἀκηκοὼς Βιτέλλιος, Σαβῖνον τὸν ἀδελφὸν Βεσπασιανοῦ ἐν τῷ Καπιτωλίῳ προσφυγόντα συγκατέπρησε τῷ ἱερῷ. Κινήσεως δὲ ἐντεῦθεν μεγίστης γενομένης, ἐπειδὴ καὶ | |
10 | ὁ Βεσπασιανοῦ στρατὸς ἐγγίζειν ἔμελλε τῇ πόλει, συν‐ δραμόντες ἅπαντες κρατοῦσι τὸν Βιτέλλιον, καὶ προσ‐ άγουσι τοῖς Βεσπασιανοῦ στρατιώταις, καὶ κατακρί‐ νουσιν αὐτὸν τελευτῆς ἀσχήμονος, τῆς ἐπὶ τῷ Νέρωνι πρώην ἐψηφισμένης. Εἱλκύσθη γὰρ διὰ πάσης τῆς πό‐ | |
15 | λεως γυμνὸς ἐσθήματος, ἀνελκομένου μὲν αὐτῷ τοῦ κρανίου διὰ τῆς κόμης, τοῦ δὲ ξίφους ὑποβεβλημένου τῷ ἀνθερεῶνι, βαλλόμενος ὑπὸ τῶν προστυγχανόντων, τέλος διατμηθεὶς τὸν λαιμὸν ἐνεβλήθη τῷ Θύβριδι, ἕβδομον καὶ νʹ ἔτος ἄγων. | |
t99-101 | ΒΕΣΠΑΣΙΑΝΟΣ. | |
99 | Exc. De virt.: Ὅτι Βεσπασιανὸς οὕτως ἦν ἤπιος καὶ προσηνὴς, ὡς μηδὲ τὰς εἰς αὐτόν τε καὶ τὴν βασιλείαν γινομένας ἁμαρτίας πέρα τιμωρεῖσθαι φυγῆς. Τάς τε γὰρ ἀπεχθείας καὶ τὰ προσκρούματα τῆς | |
5 | διανοίας ταχέως ἀπεσείετο, καὶ σκώμματα ῥητόρων, ὑφ’ ὧν ἠφίετο, καὶ δήμων ἐς αὐτὸν ἀπορριπτούμενα κούφως τε καὶ γαληνῶς ἔφερεν· ἔς τε τὰς ἐντεύξεις κοι‐ νὸς καὶ δημοτικὸς ὢν, ἀπεσκήνου μὲν ὡς τὰ πολλὰ τῶν βασιλέων. | |
100 | Exc. De ins.: Ὅτι ὁ Βεσπασιανὸς οὕτως ἄρα τὸ πεπρωμένον ἐπὶ τοῖς παισὶν ἐγίνωσκε τέλος, βίου τε αὐτῶν πέρι, καὶ τῆς ἐς τὴν ἡγεμονίαν παρόδου, ὡς πολλάκις μηνυθείσης ἐπιβουλῆς, μηδὲν μὲν ἐργάσασθαι | |
5 | τοὺς ἐπ’ αὐτῷ συνεστῶτας κακὸν, διαρρήδην δὲ ἐν τῷ βουλευτηρίῳ ὑπὸ τῇ πάντων ἀκοῇ προσειπεῖν, ἢ τοὺς παῖδας ἕξειν ἢ μηδένα παντελῶς τῆς βασιλείας διάδοχον. | |
101 | Exc. Salm.: Οὐεσπασιανὸς ἔτη δέκα. Οὐε‐ σπασιανοῦ τελευτήσαντος οἶνος ἐν καπηλείῳ τινὶ το‐ σοῦτος ὑπὲρ τὸ ἀγγεῖον ἐξεχύθη, ὡς καὶ εἰς τὴν ὁδὸν προχωρῆσαι. | |
t102-105 | ΤΙΤΟΣ. | |
102 | Exc. De virt.: Ὅτι Τίτος, Οὐεσπασιανοῦ υἱὸς, ἀνὴρ ἦν πᾶν ἀρετῆς συνειληφὼς γένος, ὡς πρὸς ἁπάντων ἔρως τε καὶ τρυφὴ τοῦ θνητοῦ προσαγορευ‐ θῆναι γένους. Εὐγλωττότατός τε γὰρ καὶ πολεμικώτατος | |
5 | καὶ μετριώτατος ἦν, καὶ τῇ μὲν Λατίνων ἐπιχωρίῳ γλώττῃ πρὸς τὰς τῶν κοινῶν ἐχρῆτο διοικήσεις, ποιή‐ ματα δὲ καὶ τραγῳδίας Ἑλλάδι φωνῇ διεπονεῖτο. | |
103 | Ibid.: Ὅτι ἐπεὶ ᾑρήκει τὰ Ἱεροσόλυμα ὁ Τί‐ τος, Συρία τε πᾶσα καὶ Αἴγυπτος καὶ ὅσα τῇ Πα‐ λαιστίνῃ πρόσοικα γένη ἐστεφάνουν τὸν ἄνδρα, νικητὴν ἀποκαλοῦντες. Ὁ δὲ διωθεῖτο τοὺς στεφάνους, οὐκ αὐ‐ | |
5 | τὸς λέγων εἰργάσθαι ταῦτα, θεῷ δὲ φήναντι ὀργὴν ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας. Οὕτως ἦν μέτριος καὶ σωφροσύνης μεστός. | |
104 | Exc. De ins.: Ὅτι ἐπὶ Τίτου τοῦ Ῥωμαίων βασιλέως, ἀνήρ τις [Ἀσιανὸς] ὢν [ἦν?] τὸ γένος, Τερέν‐ | |
τιος Μάξιμος ὄνομα, τά τε ἄλλα καὶ τὴν φωνὴν προσεοι‐ κὼς τῷ Νέρωνι· καὶ γὰρ δὴ καὶ οὗτος ᾖδε πρὸς κιθάραν, | 577 | |
5 | Νέρων τε εἶναι ἐπλάττετο, καὶ διαπεφευγέναι πάλαι τοὺς ἐπ’ αὐτὸν σταλέντας στρατιώτας, ἐν ἀφανεῖ δέ που πε‐ ποιῆσθαι τὰς διατριβὰς ἐς τόδε. Πολλοὺς γοῦν ἔκ τε τῆς κάτω Ἀσίας τούτοις ἀπατήσας τοῖς λόγοις, ἕπεσθαί οἱ ἀνέπεισεν, καὶ ἐπὶ τὸν Εὐφράτην προϊὼν πολλῷ πλείους | |
10 | προσεποιήσατο. Τέλος πρὸς Παρθυαίους, ὡς καὶ ὀφει‐ λομένης αὐτῷ πρὸς ἐκείνων ἀμοιβῆς τινος διὰ τὴν τῆς Ἀρμενίας ἀπόδοσιν, κατέφυγεν. Οὐ μὴν ἄξιόν τι τῆς ἐπι‐ νοίας εἰργάσατο, ἀλλὰ φωραθεὶς ὃς ἦν, ταχέως ἀπώλετο. | |
105 | Ibid.: Ὅτι πολλῶν ἀγαθῶν ἕνεκα πέρα τοῦ συνήθους πρὸς πάντων ποθούμενός τε καὶ θαυμαζόμενος νόσῳ τελευτᾷ τὸν βίον προστὰς τῆς ἡγεμονίας Ῥω‐ μαίων βʹ ἔτη πρὸς μησὶν ηʹ. Γέγονε μὲν οὖν πολλοῖς οὐ | |
5 | διὰ μικρᾶς ὑπονοίας ἐπιβουλευθέντα μὲν πρὸς τοῦ ἀδελ‐ φοῦ τεθνηκέναι, λαγὸν θαλάσσιον ἐν δείπνῳ τινὶ προσε‐ νεγκάμενον. Φασὶ δὲ προειπεῖν αὐτῷ τὸν Ἀπολλώνιον, φυλάττεσθαι μάλιστα τὴν ἀπὸ τῶν οἰκειοτάτων ἐπιβου‐ λὴν, τοῦ δὲ ἐρομένου, «ἀποθανοῦμαι δὲ τίνα τρόπον»; | |
10 | εἰπεῖν τὸν Ἀπολλώνιον· «ὅν γε Ὀδυσσεὺς λέγεται»· φασὶ γὰρ κἀκείνῳ ἐκ θαλάττης ἀφικέσθαι τὸν θάνατον. Φασὶ δὲ [ὅτι Δομετιανὸς] αὐτὸν ἔτι ἔμπνουν ὄντα, καὶ τυχὸν περιγενόμενον, ἐς λάρνακα πλήρη χιόνος ἐμ‐ βαλὼν, ὡς ἂν θᾶττον ἀπὸ ψύχους ἐκλείποι, αὐτὸς ἐπὶ | |
15 | τὴν Ῥώμην παραληψόμενος τὴν βασιλείαν ἀφίππευσεν. Ὅδ’ οὖν Τίτος ψυχορραγῶν ἤδη ἔφη «ἓν μόνον ἐπλημ‐ μέλησα·» τὸ δὲ τί τοῦτο ἦν, αὐτὸς μὲν οὐ διεσάφησεν· οἱ δὲ παρόντες ἐς τὸν Δομετιανὸν οὐκ ἔξω τοῦ εἰκότος ἀποτείνειν ἐλογίσαντο, ὅτι αὐτὸν ἐπιβουλεύσαντά οἱ | |
20 | πολλάκις λαβὼν μεθῆκε, καὶ περιέμεινεν αὐτὸς ὑπ’ ἐκείνου διαφθαρῆναι, καὶ τὴν ἀρχὴν εἰς ἄνδρα κακὸν καὶ ἀνοσιουργὸν περιελθεῖν. | |
t106-108 | ΔΟΜΕΤΙΑΝΟΣ. | |
106 | Exc. De virt.: Ὅτι Δομετιανὸς ὁ βασιλεὺς Ῥωμαίων, ἀδελφὸς Τίτου νεώτερος, Νέρωνι καὶ Καλι‐ γόλᾳ καὶ Τιβερίῳ, τοῖς αἴσχιστα καὶ φαυλότατα προ‐ στᾶσι τῆς ἡγεμονίας, ἤπερ τῷ πατρὶ καὶ τῷ ἀδελφῷ | |
5 | προσεοικὼς τὸν τρόπον. Μετρίοις γὰρ δὴ τῆς ἀρχῆς προοιμίοις χρησάμενος, εὐθὺς εἰς πλείονά τε καὶ ἄτοπα τῆς γνώμης ἐκπίπτει μειονεκτήματα, πλεονεξίαν τε νοσῶν ἄμετρον καὶ ἀσέλγειαν, θυμοῦ τε ἀκρατὴς ὢν καὶ ἀπαραίτητος ἐν ταῖς κολάσεσι, φιλαπεχθήμων τε | |
10 | καὶ φιλάργυρος εἰ καί τις ἕτερος. Ταχέως γοῦν πρὸς ἁπάντων μῖσος ἐφειλκύσατο, ὡς τό τε τοῦ ἀδελφοῦ καὶ τοῦ πατρὸς ἀποσβέσαι κλέος. Σφαγαῖς τε γὰρ τῶν ἐπι‐ σήμων τῆς βουλῆς ἑκάστης ἡμέρας ἐμίαινε τὴν πόλιν, τάς τε ἴσας τοῖς κρείττοσι μεταδιώκων τιμὰς, οὐχ ὑπέ‐ | |
15 | μεινεν ἑτέρων αὐτῷ γίνεσθαι κατὰ τὸ Καπιτώλιον ἀν‐ δριάντων στάσιν ἢ ἐκ χρυσοῦ τε καὶ ἀργύρου πεποιη‐ μένων. Ἀπέσχετο δὲ οὐδὲ τοῦ τῶν συγγενῶν φόνου, ἀλλ’ ἐπὶ πάντας τοὺς ἀφ’ αἵματος τὴν ἀνοσίαν ἤγαγε δεξιὰν, οὔτε θεοὺς ὁμογνίους, οὔτε δίκην αἰδούμενος, ἀλλ’ ὁμοῦ | |
20 | τά τε θεῖα περιφρονῶν καὶ τὰ ἀνθρώπινα. | |
107 | Exc. De ins.: Ὅτι ἅπασιν ὁ Δομετιανὸς διὰ τὸ φονικὸν καὶ θηριῶδες τῆς γνώμης ἔχθιστος ὢν, πρὸς τῶν οἰκείων συστάντων ἐπ’ αὐτῷ κατακτείνεται, εʹ καὶ λʹ γενονὼς ἔτη, ἄρξας δὲ ιεʹ. Τό γε μὴν σῶμα τοῦ | |
5 | ἀνδρὸς ὑπὸ τῶν ἀτιμοτάτων τῆς πόλεως ἀφορηθὲν, ἀσήμῳ τε καὶ ἀπρεπεῖ παρεδόθη ταφῇ. Ἐπιβουλεῦσαι δὲ μάλιστα τούτῳ τὸν φόνον Παρθένιόν τε καὶ Σι‐ γηρὸν τοὺς προκοίτους καὶ Ἔντελλον τὸν τὰ τῆς ἀρ‐ | |
χῆς διέποντα βιβλίδια· οὔτε τῆς Δομετίας τῆς τοῦ τυ‐ | 578 | |
10 | ράννου γαμετῆς (ἦκτο γὰρ δὴ ταύτην παῖδα τοῦ Τίτου τυγχάνουσαν) ἀγνοούσης τὴν ἐπιβουλὴν, οὔτε Νωρβάνου καὶ Σεκούνδου τῶν ὑπάρχων. Τούτους γὰρ δὴ μαθόντας, ὅτι σφᾶς ἐκποδὼν ἀθρόως ὁ Δομε‐ τιανὸς ποιήσασθαι διέγνωκε, καί τινα καὶ γράμματα | |
15 | περὶ τούτου θεασαμένους, οὐκ ἀναβάλλεσθαι τὴν πρᾶξιν, ἀλλ’ ἐς τὴν ἐπιοῦσαν εὐθέως παρασκευασαμένους εἰσ‐ πέμψαι σὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον· καὶ τοῦτον προσπεσόντα Δομετιανῷ καθεύδοντι τὸ μεθημε‐ ρινὸν, πατάξαι μὲν, οὐ μὴν καιρίαν. Ἀναπηδήσαντος | |
20 | γοῦν ἐκείνου, καὶ τὸν Στέφανον καταβάλλοντος, δείσαν‐ τας τοὺς περὶ τὸν Παρθένιον μὴ καὶ περιγένηται, ἐπεισ‐ ελθεῖν, καὶ παντελῶς αὐτὸν προσκατεργάσασθαι. Προσημῆναι δὲ τῷ Δομετιανῷ τὴν τελευτὴν ἄλλα τε πολλὰ, τοῦτο μὲν τέρατα, τοῦτο δὲ ὄψεις ὀνείρων, | |
25 | καὶ μάλιστα πάντων Λαργῖνον ἀστρολόγον τινά· τοῦ‐ τον γὰρ δὴ παρὰ τοῖς Γαλάταις προειπόντα δημοσίᾳ τὴν τελευτὴν τοῦ τυράννου καὶ τὸν χρόνον ἀποδηλώ‐ σαντα πρὸς τοῦ ὑπάρχου ἀναπεμφθῆναι τῷ Δομε‐ τιανῷ ἐπὶ κολάσει, καὶ αὖθις τὰ αὐτὰ εἰπόντα καὶ | |
30 | τὴν ἡμέραν προαγορεύσαντα καταδικασθῆναι μὲν, οὐ μὴν ἀποθανεῖν τοῦ τυράννου ἀναβαλλομένου τὴν τι‐ μωρίαν ἐς τὸν ῥηθέντα χρόνον, ὅπως δὴ διαφυγὼν δι‐ καιότερον αὐτὸν ὡς ψευσάμενον κολάσειε· κἀν τούτῳ ἀναιρεθέντος τοῦ Δομετιανοῦ, διαφυγεῖν τὸν ἄνδρα. | |
35 | Κἀκεῖνο δὲ θαυμαστὸν παρὰ τὴν τοῦδε τελευτὴν συμβέβηκεν. Ἀπολλώνιον γὰρ τὸν Τυανέα κατ’ ἐκείνην τὴν ἡμέραν, μᾶλλον δὲ παρ’ αὐτὸν τὸν καιρὸν τῆς σφα‐ γῆς, προειπεῖν Ἐφεσίοις ἐν κοινῷ τὸ περὶ τὸν Δομετιανὸν πάθος τοῖσδε τοῖς ῥήμασι, «Καλῶς, ὦ Στέφανε, εὖγε | |
40 | ὦ Στέφανε, παῖε τὸν μιαιφόνον. Ἔπληξας, ἔτρωσας, ἀπέκτεινας.» | |
108 | Exc. Salm.: Δομετιανὸς ἔτη πέντε [καὶ δέκα]. Προεῖπεν ἀστρολόγος καὶ πότε καὶ ὅπως τεθνή‐ ξεται. Ἠρώτησεν οὖν αὐτὸν ἐκεῖνος, ποίῳ τέλει αὐτὸς χρήσεται· καὶ εἰπόντος, θέλων ἀπελέγξαι αὐτὸν ψευ‐ | |
5 | δόμενον, ἐκέλευσε ζῶντα καυθῆναι, ἁφθέντος δὲ πυρὸς, ὑετὸς πολὺς καταρραγεὶς τὴν πυρὰν ἔσβεσε, καὶ κύνες ὀπίσω τὼ χεῖρε δεδεμένου τοὺς δεσμοὺς διεσπάραξαν. Δομετιανὸς δὲ εἶδε πρὸ μιᾶς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ὡς ἵππῳ μέλανι ἐπεκάθητο ἔνοπλος· καὶ πεσόντων αὐ‐ | |
10 | τομάτως ἐξ αὐτοῦ τῶν ὅπλων σὺν τῷ ἵππῳ εἰς τὸ χάσμα κατηνέχθη. Λαργῖνος δὲ Πρόκλος ἐν Γερμανίᾳ προεῖπε δημοσίᾳ τὴν ἡμέραν ἐν ᾗ ὁ βασιλεὺς τεθνήξεται· διὸ δέσμιος Δομετιανῷ εἰς Ῥώμην ἐπέμφθη. Καὶ εἶπεν αὐτῷ εἰς ὄψιν τὸ αὐτό. Ὁ δὲ ἐκέλευσεν αὐτὸν φυλαχθῆ‐ | |
15 | ναι, ὡς ἂν τῆς ἡμέρας ἐκείνης διαδραμούσης ἀναιρεθῇ· ἀλλὰ θανόντος τοῦ βασιλέως, ἀπελύθη ἀβλαβής. Πρὸ Δομετιανοῦ Τίτος πρεσβύτερος ἀδελφὸς αὐτοῦ, ἔτη δύο, μῆνας ὀκτὼ, ἡμέρας κʹ. | |
t109-110 | ΝΕΡΒΑΣ. | |
109 | Ibid.: Νέρβας ἔλεγεν ὡς «Οὐδὲν τοιοῦτον πεποίηκα, ὥστε μὴ δύνασθαι τὴν ἀρχὴν καταθέσθαι καὶ ἀσφαλῶς ἰδιωτεῦσαι.» Καί τισι δὲ ἔδωκε ξίφη, λόγῳ μὲν ἵνα ἐπισκέψωνται αὐτὰ εἰ ὀξέα εἰσὶν, ἔργῳ δὲ ἐν‐ | |
5 | δεικνύμενος, ὡς οὐδὲν αὐτῷ μέλει κἂν παραχρῆμα ἀπο‐ θάνῃ. Οὗτος ἀπηγόρευσεν ἐκτέμνειν ἐν Ῥώμῃ. | |
110 | Exc. De ins.: Ὅτι Νέρβας, ἐπειδὴ πρός τινων διὰ τὸ γῆρας καταφρονηθεὶς ἐπεβουλεύθη πολλά‐ κις, καὶ τὸν Πετρώνιον καὶ τὸν Παρθένιον, προσφιλε‐ στάτους ὄντας, ἐκδοῦναι τοῖς στρατιώταις πρὸς Αἰλιανοῦ | |
5 | τοῦ τῶν δορυφόρων ἡγουμένου ἐβιάσθη· ἐφ’ οἷς δὴ καὶ σφόδρα ἠνιᾶτο. Λέγεται δὲ Τραϊανῷ ἄλλα τέ τινα τε‐ λευτῶν αὐτοχειρὶ ἐπιστεῖλαι, καὶ τὸν Ὁμηρικὸν (Il. a, 42) ἐπιθεῖναι στίχον, Τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. | |
t111-112 | ΤΡΑΪΑΝΟΣ. | |
111 | Exc. De virt.: Ὅτι Τραϊανὸς τοῖς Χριστια‐ νοῖς ἀνακωχήν τινα τῆς τιμωρίας παρέσχεν. Οἱ γὰρ κατὰ καιρὸν ὑπὸ τῶν Ῥωμαίων τὰς ἀρχὰς ὠνούμενοι, πρὸς θεραπείαν τῶν τότε βασιλέων διαφόρους ἐπῆγον | |
5 | τοῖς Χριστιανοῖς κολάσεις. Ὅθεν καὶ Τιβεριανὸς ἡγε‐ μονεύων τοῦ πρώτου Παλαιστίνων ἔθνους ἀνήγαγεν αὐτῷ λέγων, ὡς οὐκ ἐπαρκεῖ λοιπὸν τοὺς Χριστιανοὺς φονεύειν, ἐκείνων αὐτομάτως ἐπεισαγόντων ἑαυτοὺς τῇ κολάσει. Ἐντεῦθεν ὁ Τραϊανὸς πᾶσιν ἅμα τοῖς ὑπ’ | 579 |
10 | αὐτὸν ἀπηγόρευσε τοῦ τιμωρεῖσθαι τούτους. | |
112 | Exc. De ins.: Ὅτι ὁ Τραϊανὸς τὸ πιστὸν πρὸς τοὺς φίλους οὕτως εἶχεν ἀκίνητον, ὥστε Σούραν Λικίνιον, ἄνδρα μέγα μὲν παρ’ αὐτῷ δυνάμενον, δια‐ βληθέντα δὲ πρός τινων φθονούντων οἱ τῆς εὐπραγίας, | |
5 | μήτε ὑποπτεύσας, μήτε μισήσας, ἐγκειμένων τῶν δια‐ βαλλόντων καὶ ἐπιβουλεύειν αὐτῷ τὸν ἄνδρα φασκόν‐ των, ἐπὶ δεῖπνον ὡς τὸν Λικίνιον ἀπῆλθε ἄκλητος, καὶ πᾶσαν τὴν φρουρὰν ἀποπεμψάμενος, πρῶτα μὲν τὸν ἰατρὸν τὸν τοῦ Λικινίου καλέσας, ὑπ’ ἐκείνου τοὺς | |
10 | ὀφθαλμοὺς ὑπηλείψατο, ἔπειτα δὲ τὸν κουρέα μετακα‐ λεσάμενος, ξυρεῖν ἐκείνῳ τὸ γένειον παραδέδωκεν. Ἐπεὶ δὲ ἀπῆλθεν οἴκαδε πρὸς τοὺς εἰωθότας διαβάλλειν τὸν ἄνδρα, «Εἰ ἤθελέ με Σούρας ἀποκτεῖναι, χθὲς ἂν ἀπέκτεινεν». Οὕτως ἄρα τὸ πιστὸν τῆς γνώμης ἐξ ὧν | |
15 | αὐτῷ συνῄδει πεπραγότι μᾶλλον ἢ ἐξ ὧν ἕτεροι ἐδόξα‐ ζον, ἐβεβαιοῦτο. Διὸ δὴ ζῶν τε ὁμοίως ἔτι καὶ μετὰ τοῦτο τοῦ βίου παυσάμενος, κατ’ ἴσον προσεκυνεῖτο τοῖς κρείττοσιν. | |
113(t) | ΑΔΡΙΑΝΟΣ. | |
1 | Exc. De virt.: Ὅτι Ἀδριανὸς ἦν ἡδὺς μὲν ἐντυχεῖν, καὶ ἐπήνθει τις αὐτῷ χάρις, τῇ τε Λατίνων καὶ Ἑλλήνων ἄριστα γλώττῃ χρώμενος· οὐ μὴν ἐπὶ πρᾳότητι τρόπων ἐθαυμάζετο· περί τε τὴν τῶν δημο‐ | |
5 | σίων χρημάτων ἐσπουδακὼς ἄθροισιν. | |
114 | Exc. Salm.: Ἀδριανὸς Σίμιλίν τινα, ἄν‐ δρα φρονήσει καὶ ἐπιεικείᾳ κεκοσμημένον, ἠνάγκασε τὴν ἀρχὴν τῶν δορυφόρων παραλαβεῖν, καὶ μόλις μὲν, ἔπεισε δ’ οὖν. Ὀλίγον δὲ ἐπισχὼν καὶ δεηθεὶς ἐξέστη | |
5 | τῆς ἀρχῆς, καὶ ἐν ἀγρῷ ἔτη ζʹ διαγαγὼν τελευτᾷ, ἐπι‐ γραφῆναι προστάξας ἐν τῷ μνημείῳ αὑτοῦ· «Σίμιλις ἐνταῦθα κεῖται, βιοὺς μὲν ἔτη νʹ, ζήσας δὲ ἔτη ζʹ.» Ἐγέ‐ νετο δὲ μετὰ θάνατον Ἀδριανῷ τηλικοῦτον ἄγαλμα μετὰ τεθρίππου, ὥστε διὰ τοῦ ὀφθαλμοῦ ἑκάστου ἵππου πα‐ | |
10 | χύτατον ἄνδρα διιέναι· οἱ δὲ ἐν γῇ βαδίζοντες, ἐκ τῆς ὑπερβολῆς τοῦ ὕψους τοῦ κτίσματος, αὐτούς τε τοὺς ἵππους βραχυτάτους καὶ τὸν Ἀδριανὸν νομίζουσι. | |
115(t) | ΑΝΤΩΝΙΝΟΣ Ο ΕΥΣΕΒΗΣ. | |
1 | Exc. De virt.: Ὅτι Ἀντωνῖνος ὁ βασιλεὺς ἄριστος ἦν, καὶ μάλιστα Νουμᾷ κατὰ τὸ τῆς ἡγεμονίας ὁμοιότροπον ἄξιος παραβάλλεσθαι, καθάπερ δὴ Ῥω‐ μύλῳ Τραϊανὸς ἐνομίσθη παραπλήσιος. Τόν τε γὰρ | |
5 | ἰδιώτην ὁ Ἀντωνῖνος ἄριστα καὶ ἐντιμότατα διετέλεσε βίον, καὶ κατὰ τὴν ἡγεμονίαν ἀμείνων ἔδοξεν εἶναι καὶ σωφρονέστερος· οὐδενὶ τραχὺς οὐδὲ φορτικὸς, ἀλλὰ πρὸς ἅπαντας χρηστός τε καὶ ἤπιος ὤν· ἔν γε μὴν τοῖς πολεμικοῖς τὴν ἀπὸ τοῦ δικαίου μᾶλλον ἢ τοῦ κερδα‐ | |
10 | λέου δόξαν θηρώμενος, φυλάττειν σώους ἤπερ εἰς μέ‐ γεθος ἐκφέρειν τοὺς τῆς ἀρχῆς * ἐγίνωσκεν· ἄνδρας, ὡς ἔνι μάλιστα πλείστην τοῦ δικαίου ποιουμένους ἐπι‐ μέλειαν, ταῖς τῶν δημοσίων ἐφιστὰς διοικήσεσι, τοὺς μὲν ἀγαθοὺς τῶν ἡγεμόνων ταῖς παρ’ αὐτοῦ τιμαῖς | |
15 | ἀμειβόμενος, τούς γε μὴν φαύλους δίχα τινὸς τραχύτη‐ τος τῶν κοινῶν ἀπελαύνων πραγμάτων. Οὔκουν ὑπὸ τῶν οἰκείων μόνων, ἀλλ’ ἤδη καὶ πρὸς τῶν ἀλλοφύλων ἐθαυμάζετο· ὡς τῶν προσοίκων τινὰς βαρβάρων τὰ ὅπλα κατατιθεμένους, ἐπιτρέποντάς τε τῷ βασιλεῖ τὰς | |
20 | δίκας, διαλύεσθαι ταῖς ἐκείνου ψήφοις. Αὐτὸς δὲ παρὸ | |
τὸν ἰδιώτην βίον πολύ τι πλῆθος χρημάτων κεκτημένος, ἐπειδὴ παρῆλθεν εἰς τὴν ἡγεμονίαν, τὴν μὲν ἑαυτοῦ πε‐ ριουσίαν εἴς τε τῶν στρατιωτῶν καὶ τῶν φίλων ἀπανά‐ λωσε δωρεάς· τῷ δὲ δημοσίῳ θησαυρῷ πλῆθος παντο‐ | 580 | |
25 | δαπῶν ἀπέλιπε χρημάτων· τήν τε τοῦ Εὐσεβοῦς ἐπί‐ κλησιν πρῶτος ἁπάντων αὐτοκρατόρων ἐκ τῆς τοῦ ἤθους ἁπλότητος ἀπηνέγκατο. | |
116(t) | ΜΑΡΚΟΣ ΑΥΡΗΛΙΟΣ ΑΝΤΩΝΙΝΟΣ. | |
1 | Ibid.: Ὅτι Μάρκος ἀνὴρ ὃν ἐκπλήττεσθαι σιωπῇ μᾶλλον ἢ ἐπαινεῖν ῥᾴδιον, οὐδενὸς λόγγου ταῖς τοῦ ἀνδρὸς ἀρεταῖς ἐξισουμένου. Ἐκ πρώτης γὰρ [ἤδη] τῆς ἡλικίας εὐσταθῆ τε καὶ ἡσύχιον βίον ὑποστησάμενος, | |
5 | οὔτε κατὰ δέος οὔτε καθ’ ἡδονὴν τραπεὶς τὸ πρόσω‐ πον ὤφθη πώποτε. Ἐπῄνει δὲ τῶν φιλοσόφων τοὺς ἀπὸ τῆς στοᾶς· καὶ ἦν ἄρα ἐκείνων μιμητὴς, οὐ μόνον κατὰ τὴν τῶν διαιτημάτων ἐπιτήδευσιν, ἀλλὰ καὶ κατὰ τὴν τῶν μαθημάτων σύλληψιν. Οὕτω γοῦν ἐκ νέας κομιδῆ | |
10 | τῆς ἡλικίας ἐξέλαμπεν, ὡς πολλάκις τὸν Ἀδριανὸν ἐπὶ τοῦτον ἐθελῆσαι τὸν τῆς βασιλείας ἀγαγεῖν κλῆρον. Ἐπεὶ δὲ ἔφθασε τὸν Εὐσεβῆ πρότερον κατὰ νόμον παῖδα ποιησάμενος, ἐκείνῳ μὲν τὴν ἑαυτοῦ διαδοχὴν ἐφύ‐ λαξε, τοῦτον δὲ συνοικεῖν ἔγνω διὰ τῆς ἐπιγαμίας τῷ | |
15 | Εὐσεβεῖ, ὡς ἂν κατὰ τὴν τοῦ γένους διαδοχὴν ἐς τὴν ἡγεμονίαν παρέλθοι. Τόν τε γοῦν ἰδιώτην βίον ἐν ἰση‐ γορίᾳ τοῖς πολλοῖς Ῥωμαίοις ἐβίω, οὐδὲν τῇ ἐσποιήσει τοῦ βασιλείου γένους ἀλλοιωθείς. Καὶ ἐπεὶ παρῆλθεν εἰς τὴν ἡγεμονίαν κατὰ μοναρχίαν ἐξηγούμενος, καὶ τὴν | |
20 | ἄκραν δυναστείαν καρπούμενος, πρὸς οὐδεμίαν ἀλαζο‐ νείαν ὑπήχθη πώποτε· ἀλλ’ ἦν ἐλευθέριος μὲν καὶ δα‐ ψιλὴς ἐν τοῖς εὐεργετήμασιν, ἀγαθὸς δὲ καὶ μέτριος ἐν ταῖς τῶν ἐθνῶν διοικήσεσιν. | |
117 | Exc. Salm.: Μάρκος ἔτη ιθʹ. Πρὸ τοῦ Μάρ‐ κου Τίτος Αὐρήλιος Φοῦλβος Βοιώνιος Ἀντωνῖνος Πῖος (ὁ κληθεὶς Εὐσεβὴς) ἔτη κδʹ. Μάρκος Ἀντωνῖνος, ἐν πολέμῳ τῶν δημοσίων ἐξηντλημένων ταμείων, πρά‐ | |
5 | ξασθαι μὲν χρήματα παρὰ τὸ σύνηθες οὐκ ἠνέσχετο, πάντα δὲ τὸν βασιλικὸν κόσμον ἐπ’ ἀγορᾶς ἀγαγὼν πρὸς χρυσίον ἀπέδοτο. Καταστάσης δὲ τῆς βαρβαρικῆς κι‐ νήσεως, τοῖς μὲν ἑκουσίαν ποιουμένοις τὴν τῶν βασιλι‐ κῶν σκευῶν ἀνάδοσιν, τὸ αὐτὸ μέτρον τῆς τιμῆς ἀπε‐ | |
10 | δίδου, τοὺς δὲ μὴ θέλοντας οὐκ ἠνάγκαζε. Τούτῳ ἡ βουλὴ μετὰ τελευτὴν χρυσοῦν ἀνδριάντα ἔστησεν διὰ τὴν ἀρετὴν αὐτοῦ. Μετὰ Μάρκον ὁ υἱὸς αὐτοῦ Κόμο‐ δος ἔτη ιγʹ. Μετὰ Κόμοδον Περτίναξ μῆνας ϛʹ. Μεθ’ ὃν Δίδιος Ἰουλιανὸς ἡμέρας ξʹ. | |
118 | Exc. De ins.: Ὅτι Κάσσιος ὁ τῆς Συρίας ἡγούμενος, ἀνὴρ δεινὸς τὰ πολέμια, πλεῖστά τε καὶ λό‐ γου ἄξια κατὰ τὸν Παρθικὸν πόλεμον ἀποδειξάμενος, ἄλλως δὲ ὢν νεωτεροποιὸς, καινοτομεῖν ἐπήρθη, πρὸς | |
5 | τῆς Φαυστίνης τῆς τοῦ Μάρκου γαμετῆς ἐς τήνδε προα‐ χθεὶς τὴν ἔννοιαν. Αὐτὴ γὰρ τὸν Μάρκον ἀρρωστήσαντα τεθνήξεσθαι ἄλλως τε καὶ νοσώδη ὄντα οἰηθεῖσα, μὴ εἰς ἕτερον περιελθούσης τῆς ἡγεμονίας ἰδιωτεύσῃ, τοῦ Κομόδου ἔτι νέου ὄντος καὶ ἄρχειν οὐκ ἐπιτηδείου, | |
10 | ἔπεισε τὸν Κάσσιον, κρύφα πέμψασα τῶν αὐτῇ πιστῶν τινὰς, ἐπιθέσθαι τῇ βασιλείᾳ, ἢν αἴσθηται τὸν Μάρκον τεθνεῶτα, συνοικήσειν τε αὐτῷ καὶ τἄλλα συμπράξειν ὑποσχομένη. Ὃς, φήμης τινὸς ψευδοῦς τεθνηκέναι οἱ δηλωσάσης τὸν βασιλέα, προεξανέστη τῆς ἀληθείας, | |
15 | ἄκων τε πολέμιος ἀνεφάνη τῷ αὐτοκράτορι. Τούτων μὲν οὖν ἕνεκα ὁ Μάρκος τόν τε Κόμοδον ἐκ τῆς Ῥώμης διεπέμψατο, καὶ ἐπὶ τὴν Συρίαν ἐκ τῆς Παιονίας ἐστάλη· οὐ μὴν ὅπλων αὐτῷ κατὰ τῶν ἐπα‐ ναστάντων ἐδέησεν· ὁ γάρ τοι Κάσσιος ἀναιρεθεὶς πρός | |
20 | τινος τῶν ἀμφ’ αὐτὸν ἔφθασε. Καθ’ ἡσυχίαν δ’ οὖν τήν τε Συρίαν καὶ Αἴγυπτον ἐπελθὼν, οὔτε δῆμον οὔτε πόλιν, οὔτε ἰδιώτην οὔτε ἄρχοντα ἐσπουδακέναι τὰ τοῦ | |
Κασσίου δόξαντα ἐπολυπραγμόνησεν ἢ ἐκόλασεν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐν Ῥώμῃ συνειλημμένων (ἐξεληλεγμένοι | 581 | |
25 | γὰρ ἦσαν κἀνταῦθα τῶν βουλευτῶν συχνοὶ τὰ τοῦ Κασ‐ σίου περιφανῶς ἐσπουδακότες) ἐπέστειλε τῇ βουλῇ, μηδὲν χαλεπὸν γνῶναι, τούτοις ἄντικρυς τοῖς ῥήμασι χρησάμενος· αὐτὰ γὰρ εἰρήσεται, τὴν χρηστότητα τοῦ ἀνδρὸς σαφῶ ἐνδεικνύμενα. Ἦν δ’ οὖν τοιαῦτα· «Ἱκε‐ | |
30 | «τεύω ὑμᾶς, ὦ βουλὴ, καθαράν μου τὴν ἀρχὴν ἀπὸ «παντὸς αἵματος βουλευτικοῦ φυλάξασθαι. Μὴ γένοιτό «τινα ἐξ ὑμῶν ἐπ’ ἐμοῦ ἢ τῇ ἐμῇ ἢ τῇ ὑμετέρᾳ ψήφῳ θανατωθῆναι.» Καὶ τέλος ἔφη, ὅτι «Ἂν μὴ τούτου τύχω, ἀποίσομαι πρὸς τὸν θάνατον» καὶ οὐκ ἐπῆρε | |
35 | τὸν Μάρκον, οὐδὲ προσηγάγετο ἐκβῆναι τῶν συνήθων λογισμῶν οὐ τὸ ἄδικον καὶ ἀνόσιον τῶν τετολμημένων, οὐχ ἡ ἀπιστία τῶν τολμησάντων οὐ τὸ ὑπὲρ ὁμοίων ἐς αὖθις δέος. | |
119(t) | ΚΟΜΜΟΔΟΣ. | |
1 | Ibid.: Ὅτι μέχρι μέν τινος ὁ Κόμοδος πάντα ἔπραττε τοῖς πατρικοῖς φίλοις συμβούλοις χρώ‐ μενος. Ἐπειδὴ δὲ Περέννιον ἔπαρχον τῶν στρατοπέδων κατέστησεν, ἄνδρα τὸ μὲν γένος Ἰταλιώτην, πονηρὸν | |
5 | [δὲ] τὸ ἦθος, αὐτὸς μὲν τρυφαῖς καὶ συμποσίοις ἐσχό‐ λαζεν, οὗτος [δὲ] πάσης τῆς ἀρχῆς τὴν ἐξουσίαν ἐνδυ‐ σάμενος, τούς τε πατρῴους φίλους πρώτους διαβάλλειν ἤρξατο, καὶ ὅσοι πλούσιοι ἦσαν, τούτους εἰς ὑποψίαν ἄγων, τὸ μειράκιον ἐξεφόβει, ὡς ἂν αὐτοὺς διαχρησά‐ | |
10 | μενος ἀφορμὴν αὑτῷ παράσχοι ἁρπάζειν τὰ ἐκείνων. Μέχρι μὲν οὖν τινὸς ἐπεῖχε τὸν νέον ἡ τοῦ πατρὸς μνήμη καὶ ἡ τῶν φίλων αἰδώς· ἀλλ’ ὥσπερ τινὸς βα‐ σκάνου τύχης ἀνατρεπούσης αὐτοῦ τὴν κοσμίαν ἀρχὴν, συνέβη τι τοιοῦτον. Λουκίλλα ἦν τῷ Κομόδῳ πρεσβυ‐ | |
15 | τάτη ἀδελφή· αὕτη πρότερον Λουκίῳ Βήρῳ αὐτοκρά‐ τορι συνῴκει, ὃν κοινωνὸν τῆς βασιλείας Μάρκος ἐποιή‐ σατο. Ἐπειδὴ οὖν συνέβη τὸν Λούκιον τελευτῆσαι, με‐ νόντων τῇ Λουκίλλῃ τῶν τῆς βασιλείας συμβόλων, Πομπηϊανῷ ὁ πατὴρ ἐξέδοτο αὐτήν· ἀλλὰ καὶ ὁ Κόμο‐ | |
20 | δος ἐφύλαττε τὰς τιμὰς τῇ ἀδελφῇ. Ἐπειδὴ δὲ ἠγά‐ γετο αὐτὸς Κρισπίναν, ἀνάγκη τε ἐγένετο τὴν προεδρίαν ἀπονέμεσθαι τῇ τοῦ βασιλεύοντος γυναικὶ, δυσφόρως τοῦτο φέρουσα ἡ Λουκίλλα, τῷ μὲν ἀνδρὶ οὐκ ἐθάρρη‐ σεν εἰπεῖν, Κοδράτῳ δέ τινι, εἰς ὃν καὶ διεβάλλετο, | |
25 | ὑπέθετο τὸν Κόμοδον ἀνελεῖν· ὁ δὲ Κυιντιανῷ νεανίᾳ θρασυτάτῳ τε καὶ φονικωτάτῳ τὴν ὀλεθρίαν ἐπέτρεψε πρᾶξιν. Ὅστις λαβὼν ἐγχειρίδιον, καὶ ὑποστὰς ἐν τῇ τοῦ θεάτρου εἰσόδῳ (ἔστι δὲ αὕτη ζοφώδης), ὥρμησε κατὰ τοῦ Κομόδου. Ὡς δὲ διήμαρτε τῆς πληγῆς, κρα‐ | |
30 | τηθεὶς ὑπὸ τῶν σωματοφυλάκων, ἅπαντα διήλεγξε. Καὶ αὐτὸς μὲν παραχρῆμα δίκην ἀνοίας ὑπέσχεν· ὁ δὲ Κό‐ μοδος ἔκτοτε κοινοὺς ἐχθροὺς ἅπαντας ἐλογίζετο. Ὑπῆρξε δὲ καὶ τῷ Περεννίῳ πρόφασις, ἣν ἐζήτει· τήν τε γὰρ ἀδελφὴν ὁ Κόμοδος διεχρήσατο, καὶ πάντας | |
35 | ἀφειδῶς τούς τε ὄντας ἐν τῇ συνωμοσίᾳ καὶ τοὺς ὡς ἔτυχε διαβαλλομένους ἀπεσκευάζετο, μάλιστα τοὺς πατρῴους καὶ ἀναγκαίους φίλους. 2. Τοῦτο τοῦ Περεννίου κατασκευάζοντος ποιησά‐ μενός τε (γὰρ) ἑαυτὸν ὑπὸ ἐξουσίαν, ἐπιβούλευε τῇ | |
40 | ἀρχῇ, τόν τε Κόμοδον κατεργάσασθαι βουλόμενος, καὶ τοῖς ἑαυτοῦ παισὶ τὴν βασιλείαν διανεῖμαι. Ἐγνώσθη δὲ ἡ ἐπιβουλὴ παραδόξως ὑπὸ φιλοσόφου τινὸς ἐν τῷ θεάτρῳ μεγάλῃ τῇ φωνῇ ἀνακράζοντος· καὶ ὁ μὲν ὑπὸ τοῦ Περεννίου δίκας τῆς παρρησίας λαβὼν, πυρὶ παρε‐ | |
45 | δόθη· ὁ δὲ Κόμοδος ὑπετόπει τε τὸν Περέννιον, καὶ ἐμέμνητο τῶν λεχθέντων. Ὀλίγου δὲ χρόνου διελθόντος, στρατιῶταί τινες τῶν Ἰλλυριῶν, λαθόντες τὸν Περεν‐ νίου παῖδα, νομίσματα ἐκόμισαν ἐκτετυπωμένα τὴν ἐκείνου εἰκόνα· ἅπερ ἑωρακὼς, ὁ Κόμοδος, πεισθεὶς δὲ | |
119(50) | τοῖς λεχθεῖσιν αὐτῷ πολλάκις, πέμψας διὰ νυκτὸς, ἀπο‐ τέμνει τὴν κεφαλὴν τοῦ Περεννίου, καὶ τὴν ταχίστην ἐκπέμπει πρὸς τὸν αὐτοῦ παῖδα (ὃς ἦν ἔπαρχος τοῦ ἐν Ἰλλυριοῖς στρατοπέδου) τὰ ἐπὶ τῆς Ῥώμης ἔτι ἀγνο‐ οῦντα, κελεύει τε αὐτὸν διά (τε) φιλικῶν γραμμάτων | |
55 | ἥκειν ἐν τῇ Ῥώμῃ, ὡς καὶ τοῦ πατρὸς αὐτοῦ βουλο‐ μένου, καὶ τὴν ὕπατον ἀρχὴν αὐτοῦ ληψομένου. Ὁ δὲ, τῶν ἀγγέλων εἰπόντων ταῦτα, ἀσχάλλων μὲν ὅτι ἀτελῆ κατέλιπε τὰ τῆς τυραννίδος, θαρρῶν δὲ τῇ τοῦ πατρὸς δυνάμει, ποιεῖται τὴν ὁδοιπορίαν. Γενόμενον δὲ αὐτὸν | |
60 | κατὰ τὴν Ἰταλίαν, οἷς τοῦτο ἐντέταλτο, διεχρήσαντο. Τοιοῦτον μὲν δὴ τέλος ἐκείνους κατέλαβεν. 3. Ὁ δὲ Κόμοδος δύο τοὺς ἐπάρχους καταστήσας, ἀσφαλέστερον ᾠήθη πράττειν. Χρόνου δέ τινος διαδρα‐ | |
μόντος, ἑτέρα τις ἐπιβουλὴ κατ’ αὐτοῦ γέγονε. Μά‐ | 582 | |
65 | τερνός τις, ἐκ τῶν στρατιωτῶν φυγὰς, πολλὰ καὶ δεινὰ διαφόρως τολμήσας, πείσας τέ τινας ἀπὸ τῶν αὐτῶν ἔργων, χεῖρα πολλὴν κακούργων συναθροίζει· καὶ πρό‐ τερον μὲν τὰς πλησίον ἐλῄστευσε πόλεις· εἶτα καὶ μεί‐ ζονα τολμήσας, εἰς τὴν Ἰταλίαν εἰσέδυ· καὶ ἐπιτηρήσας | |
70 | ἡμέραν, ἐν ᾗ ὁ βασιλεὺς πανδημεὶ ἑορτὰς ἐπιτελεῖ, καὶ πάντες τὰ ἑαυτῶν σχήματα διήλλαττον ὡς ἐβούλοντο, καιρὸν ἐπιτήδειον νομίσας, λαβών τε δορυφόρου σχῆμα ἐπεπήδησε διαχρήσασθαι τῷ Κομόδῳ. Ἀλλ’ εἷς τῶν σὺν αὐτῷ κακούργων παροξυνθεὶς ὑπὸ φθόνου, προδιαγ‐ | |
75 | γέλλει τοῖς τοῦ βασιλέως οἰκείοις· καὶ συλλαβόντες τὸν Μάτερνον, ἀπέτεμον αὐτοῦ τὸν αὐχένα. Κόμοδος δὲ τοῖς ἑαυτοῦ θεοῖς ὁμολογήσας χαριστηρίους τινὰς, ὑπέρ τε τῆς σωτηρίας καὶ τῆς βασιλείας ἐπανηγύριζεν. 4. Ὁ δὲ Κόμοδος ἐκφυγὼν τὴν Ματέρνου ἐπιβου‐ | |
80 | λὴν, πλείονί τε φρουρᾷ ἐχρήσατο, καὶ σπανίως τοῖς δή‐ μοις ἐφαίνετο, τὰ πλεῖστα ἐν προαστείοις διατρίβων. Συνέβη γὰρ κατ’ ἐκεῖνον τὸν χρόνον καὶ λοιμώδη νόσον κατασχεῖν τὴν Ἰταλίαν, καὶ πολλοὺς διαφθείρειν. Ἐπέσχε δὲ καὶ λιμὸς κατ’ αὐτὸ τοὺς ἀνθρώπους ἐκ | |
85 | τοιαύτης αἰτίας. Κλέανδρός τις, τῷ μὲν γένει Φρὺξ, συναυξηθείς τε τῷ Κομόδῳ, εἰς τοσοῦτον ὑπ’ αὐτοῦ τι‐ μῆς προῆλθεν, ὡς καὶ τὴν τοῦ σώματος φρουρὰν καὶ τὴν τοῦ θαλάμου καὶ τῶν στρατιωτῶν πρόνοιαν ἐγχει‐ ρισθῆναι· ὑπὸ δὲ πλούτου καὶ τρυφῆς ἀνεπείσθη καὶ | |
90 | πρὸς βασιλείας ἐπιθυμίαν προῆλθεν· ὠνούμενος δὲ πλεῖ‐ στον σῖτον, ἀπέκλειεν, ἐλπίζων τόν τε δῆμον καὶ τὸ στρατόπεδον ἐν σπάνει καταστήσας, ἐπιδόσεσι λαμ‐ πραῖς ἁλόντας ὑπαγαγέσθαι· καὶ γυμνάσιον καὶ λουτρὸν μέγιστον κατασκευάσας, τούτους ἐδελέαζεν. Οἱ δὲ Ῥω‐ | |
95 | μαῖοι ἀπεχθῶς ἔχοντες πρὸς αὐτὸν, καὶ τῶν δεινῶν τὰς αἰτίας εἰς ἐκεῖνον ἀναφέροντες, τὰ μὲν πρῶτα ἐν τοῖς θεάτροις κακῶς ἠγόρευον, τὸ δὲ τελευταῖον καὶ ἐν τῷ προαστείῳ τοῦ Κομόδου πανδημεὶ ἐπελθόντες κατε‐ βόων, καὶ τὸν Κλέανδρον πρὸς θάνατον ᾔτουν. Ταρα‐ | |
119(100) | χῆς δὲ οὔσης, τῷ μὲν Κομόδῳ ἐκώλυσε γνωσθῆναι, αὐτὸς δὲ στρατιώτας ἐπαφῆκε τῷ δήμῳ, καὶ μέχρι τῆς πόλεως διωκόμενον ἔκοπτεν· ὡς δὲ ἐν τῇ πόλει εἰσ‐ ῆλθεν, οἱ ἐν αὐτῇ μείναντες, αἰσθόμενοι τὸ κατειληφὸς πάθος, ἀποκλείσαντες τὰς εἰσόδους, ἐκ τῶν δωμάτων | |
105 | λίθοις καὶ κεράμοις ἔβαλλον τοὺς ἱππέας. Οἱ δὲ ἔπασχον ἅπερ ἐδράκεισαν· τιτρωσκόμενοι τοίνυν καὶ μὴ φέρον‐ τες εἰς φυγὴν ἐτράπησαν, πολλοὶ δὲ καὶ διεφθάρησαν. 5. Ἐμφυλίου τε πολέμου τηλικούτου τὴν Ῥώμην κατέχοντος, ἄλλος μὲν οὐδεὶς ἀγγεῖλαι τῷ Κομόδῳ τὰ | |
110 | πραττόμενα ἐβούλετο, δέει τῆς Κλεάνδρου ἐξουσίας· ἡ δὲ πρεσβυτάτη τῶν ἀδελφῶν τοῦ βασιλέως λυσαμένη τὰς τρίχας, καὶ ῥίψασα ἑαυτὴν ἐπὶ τῆς γῆς, ἅπαντα διηγόρευε τὰ τῷ Κλεάνδρῳ πεπραγμένα, καὶ ὅτι τῆς βασιλείας ἐκβάλλονται, εἰ μὴ τὴν ταχίστην πρὸς θά‐ | |
115 | νατον ἐκδοθείη. Τότε καὶ τῶν παρόντων τινὲς θαρρή‐ σαντες τοῖς τῆς ἀδελφῆς λόγοις τὸν Κόμοδον ἐξετάρα‐ ξαν. Ἐκπλαγεὶς δὲ ἐκεῖνος τόν τε ἐπικείμενον κίνδυνον καταλαβὼν, τὴν κεφαλὴν ἀποτμηθῆναι κελεύει τοῦ Κλεάνδρου, καὶ ἐπὶ δόρατος μακροῦ ἐκπέμπει τῷ δήμῳ. | |
120 | Ὁ δὲ παραχρῆμα τῆς μανίας ἐπαύσατο, προσανελὼν μέντοι καὶ τοὺς υἱοὺς τοῦ Κλεάνδρου. Καὶ ὁ μὲν Κλέαν‐ δρος οὕτω τε ἤνθησεν ἐν ὀλίγῳ, καὶ οὕτω διεμαράνθη. 6. Ὁ δὲ Κόμοδος εἰσελθὼν ἐν τῷ ἄστει μεγαλο‐ φρόνως ὑπεδέχθη· πειραθεὶς δὲ τοσούτων κινδύνων, | |
125 | ἀπίστως προσεφέρετο πᾶσιν ἀφειδῶς τε φονεύων καὶ πάσαις διαβολαῖς πιστεύων, σχολάζων τε ἀλλεπαλλή‐ λοις καὶ ἀκολάστοις τοῦ σώματος ἡδοναῖς, ἡνιόχοις τε καὶ ὑποκριταῖς καὶ θηρίων σφαγαῖς· ὑπὸ δέ τινος τύ‐ χης ἐλαυνόμενος, εἰς τοσοῦτον μανίας καὶ παροινίας | |
130 | προὐχώρησεν, ὡς τὴν ἰδίαν προσηγορίαν παραιτήσα‐ σθαι. Ζήτει ἐν τῷ Περὶ κακίας καὶ ἀρετῆς. | |
120 | Exc. De virt.: Ὅτι ὁ Κόμοδος ὑπό τινος τύχης ἐλαυνόμενος ἐς τοσοῦτον μανίας καὶ παροινίας προὐχώρησεν, ὡς τὴν ἰδίαν προσηγορίαν παραιτήσα‐ σθαι, Ἡρακλέα τε καὶ Διὸς υἱὸν ὀνομάζεσθαι, τούς τε | |
5 | μῆνας ἀφ’ ἑαυτοῦ φέρειν τὰς προσηγορίας προσέταξεν οὕτως· Ἀμαζόνιος, Κόμοδος, Αὔγουστος, Ἡράκλειος, Ῥωμαῖος, Ὑπεραίρων, Ἀνίκητος, Εὐσεβὴς, Εὐτυ‐ χὴς, Λούκιος, Αἴλιος, Αὐρήλιος. Ἀποδυσάμενός τε τὸ Ῥωμαίων σχῆμα, λεοντῆν ὑπεστρώννυτο καὶ ῥόπαλον | |
10 | ἐπεφέρετο· οὕτω τε θηρίοις καὶ ἀνθρώποις δημοσίᾳ ἐμονομάχει, εὐστόχως τε κατὰ τὸ ἀληθὲς ἀκοντίζων, καὶ παρὰ πάντων, ὡς εἰπεῖν, θαυμαζόμενος. Ἐπειδὰν δὲ εἰς πολλὴν μιαιφονίαν ἐτράπη, πάντας ἀφειδῶς τοὺς ἀθλίους καὶ λελωβημένους ἄνδρας εἰς τὸ θέατρον | |
15 | συναγαγὼν, δρακοντοειδῆ τέ τινα περιθεὶς ἐκ τῶν γο‐ νάτων ὑφάσματα, ὡς γίγαντας τῷ ῥοπάλῳ κατειργά‐ | |
σατο. Καθεύδων γὰρ ἐν τοῖς μονομαχείοις, ἐκεῖθεν ἐς τὰς πανηγύρεις καὶ ἑορτὰς πρὸς τῆς συγκλήτου βουλῆς ὑπαντώμενος, ἐκ πάντων μὲν κακῶς διεβάλλετο, ὥστε | 583 | |
20 | καὶ τὴν Μαρκίαν, ἣν εἶχε τῶν παλλακῶν τιμιωτάτην, καταγνῶναι αὐτοῦ καὶ ἀπαγορεῦσαι τοῖς πραττομένοις. Πολλοὶ δὲ καὶ ἄλλοι ἱκέτευον αὐτὸν μηδὲν ἀνάξιον τῆς βασιλείας ποιεῖν. | |
121 | Exc. De ins.: Ὅτι μετὰ τοῦτο ὁ Κόμοδος ἐπὶ τοῖς οἰκείοις ἀσχάλλων, τοὺς μὲν ἀπεπέμψατο, αὐ‐ τὸς δὲ ἐπανελθὼν ἐς τὸ δωμάτιον, ὡς δῆθεν καθευδήσων, λαβὼν δέλτον, γράφει ὅσους χρὴ φονευθῆναι (ὧν πρώτη | |
5 | μὲν ἦν Μαρκία, εἵποντο δὲ Λαῖτος καὶ Ἔκλεκτος· ἐπὶ δὲ τούτοις πολὺ πλῆθος τῶν τῆς συγκλήτου πρωτευόν‐ των), ὥς ποτε τὰς Στυμφαλίδας ὄρνεις κατατοξεῦσαι τούτους ἐν τῷ θεάτρῳ βουλόμενος, τοὺς μὲν (γὰρ) ὡς πρεσβύτας καὶ πατρῴους φίλους αἰδούμενος ἔχειν αἰ‐ | |
10 | σχροῦ βίου σεμνοὺς ἐπόπτας, τῶν δὲ πλουσίων τὰς οὐ‐ σίας χαρίσασθαι βουλόμενος μονομάχοις. Τὴν δὲ δέλτον τίθησιν ἐπὶ τοῦ σκίμποδος, ἔνθα μηδεὶς εἰσῄει. Παι‐ δίον δέ τι μικρὸν, ὅπερ ἠγάπα ὁ Κόμοδος καὶ ἐπετέρ‐ πετο, Φιλοκόμοδόν τε ὠνόμασε, τοῦτον λαβὼν τὴν | |
15 | δέλτον, ἔπαιζεν ἐπὶ τοῦ σκίμποδος. Αἰφνιδίου δὲ τοῦ Κομόδου προελθόντος, ἔμεινε παρὰ τῷ παιδίῳ τὸ γραμ‐ ματεῖον· ὅπερ ἀνελομένη ἡ Μαρκία, δεδοικυῖα μή τι τῶν ἀναγκαίων ὑπὸ νηπιότητος διαφθείρῃ, γνωρίσασα τὴν τοῦ Κομόδου χεῖρα, διεξῆλθε, καὶ εὗρεν αὐτὸ θα‐ | |
20 | νατηφόρον, καὶ πρὸ πάντων αὐτῇ· ἀνοιμώξασα δὲ καθ’ ἑαυτὴν, τὸν Ἔκλεκτον μεταπέμπεται· δοῦσα δὲ τὸ γραμματεῖον, «Ὅρα, ἔφη, ποίαν μέλλομεν παννυχίζειν ἑορτήν.» Ὁ δὲ ἀναγνοὺς κατεπλάγη, καὶ τοῦτο διά τινος πιστοτάτου παραπέμπει παραχρῆμα τῷ Λαίτῳ. | |
25 | Ταραχθεὶς δὲ κἀκεῖνος ἀφικνεῖται πρὸς Μαρκίαν, ὡς δὴ συσκεψόμενος αὐτοῖς· οὐδὲ γὰρ ἦν καιρὸς μελλήσεως. Ἀρέσκει δὲ δοῦναι φάρμακον τῷ Κομόδῳ· ὑπέσχετο δὲ ῥᾷστα δώσειν ἡ Μαρκία· εἰώθει γὰρ αὐτὴ κιρνᾶν αὐτῷ ἐν τῷ δείπνῳ τὴν πρώτην δόσιν. Ἐλθόντι δὲ | |
30 | αὐτῷ ἀπὸ λουτροῦ δίδωσι καλῶς κεράσασα· ὁ δὲ πιὼν ἀναισθήτως, αὐτίκα ἔπεσεν εἰς ὕπνον, ὑπό τε τοῦ κό‐ που καὶ τῆς ἀλλεπαλλήλου ἡδονῆς ἑλκόμενος· καὶ μι‐ κρόν τι ἡσυχάσας ἤρξατο ἐμεῖν σὺν τῇ προεγκειμένῃ τροφῇ καὶ τὸ φάρμακον· ἡ δὲ Μαρκία φοβηθεῖσα μὴ | |
35 | (εἰς) πᾶν ἐξεμεθῇ, ἢ διὰ τὴν πλήμην τῆς τροφῆς ἢ διὰ τὸ προλαμβανόμενον ὑπὸ τῶν βασιλέων ἀλεξιφάρμα‐ κον, καὶ πάντες ἀπόλωνται, μετακαλεῖται νύκτωρ τὸν Λαῖτον καὶ τὸν Ἔκλεκτον. Οἱ δὲ ὡς ταῦτα ἐπύθοντο, θαρροῦσι τοῦτο Ναρκίσσῳ τινὶ ἀκμαιοτάτῳ ἀποπνίξαι | |
40 | τὸν Κόμοδον. Ὁ δὲ εἰσδραμὼν καὶ παρειμένον εὑρὼν ὑπὸ τοῦ φαρμάκου καὶ τῆς μέθης, ἀποσφίγξας τὸν τρά‐ χηλον, φονεύει. Τοιούτῳ μὲν τέλει βίου ὁ Κόμοδος, βασιλεύσας ἔτεσι ιγʹ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, ἐχρήσατο. | |
122(t) | ΠΕΡΤΙΝΑΞ. | |
1 | Ibid.: Οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ, κρύψαι τὸ γενόμενον βουλευσάμενοι, εἰς στρωμνήν τινα εὐτελῆ ὑποβαλόντες τὸ σωμάτιον, καὶ καταρράψαντες, δι’ οἰ‐ κετῶν, πάντας λαθόντες, τῆς βασιλείου αὐλῆς ἐξεφό‐ | |
5 | ρησαν· αὐτοὶ δὲ τὸ πρακτέον ἐβουλεύοντο, φήμην ἐγκα‐ τασπείραντες, ὅτι ἐν τῷ μονομαχίῳ ἀποπληξίᾳ ὁ Κό‐ μοδος ἐτελεύτησεν. Ἔδοξεν δὲ αὐτοῖς ἐπιλέξασθαι ἄνδρα πρεσβύτην τινὰ, τὸν διαδεξόμενον τὴν ἀρχὴν, ὅπως ἀπὸ τῆς πικρᾶς καὶ ἀκολάστου τυραννίδος πάντες | |
10 | ἀναπνεύσειεν. 2. Καθ’ ἑαυτοὺς δὲ λογιζόμενοι, οὐδένα οὕτως ἐπι‐ τήδειον εὕρισκον ὡς Περτίνακα, τὸ μὲν γένος Ἰταλιώ‐ την, ἐν [δὲ] πολλαῖς πράξεσι στρατιωτικαῖς εὐδοκι‐ μήσαντα, μόνον τῶν Μάρκου φίλων περιλειφθέντα· | |
15 | πρὸς ὃν τῆς νυκτὸς ἀκμαζούσης παραγίνονται, αὐτοί τε καί τινες ὀλίγοι τῶν συνωμοτῶν. Ἐπιστάντες δὲ ταῖς θύραις διεγείρουσι τὸν φύλακα. Ἀνοίξας δὲ ἐκεῖνος, καὶ θεασάμενος στρατιώτας καὶ τὸν ἔπαρχον, ἀγγέλλει τῷ δεσπότῃ. Ὁ δὲ ἥκειν αὐτοὺς κελεύει, προσδοκῶν πα‐ | |
20 | ραχρῆμα ἀποτέμνεσθαι. Εἰσελθόντας δὲ αὐτοὺς ἠσπά‐ σατο, καὶ τὸ κελευθὲν γίνεσθαι προέτρεπε. «Τοῦτο γὰρ, ἔφη, διὰ παντὸς ἐνενόουν, μόνος περιλειφθεὶς τῶν πατρῴων αὐτοῦ φίλων.» Προέτεινέ τε πολλάκις τὸν τράχηλον ἀπὸ τοῦ σκίμποδος. Πρὸς ταῦτα ὁ Λαῖτος· | |
25 | «Παῦσαι,» φησὶν «ἀνάξια σαυτοῦ καὶ τῶν προβε‐ βιωμένων σοι λέγων. Οὐ γὰρ ἐπ’ ὀλέθρῳ τῷ σῷ ἥκο‐ μεν, ἀλλ’ ἐπὶ σωτηρίᾳ τῇ τε ἡμῶν αὐτῶν καὶ τῆς Ῥώ‐ μης· κεῖται μὲν [γὰρ] ὁ τύραννος, δίκην δοὺς τὴν προσήκουσαν, [καὶ] ἅπερ αὐτὸς ἡμᾶς δράσαι διενοεῖτο | |
30 | [ταῦτα πρὸς ἡμῶν παθών]. Ἡμεῖς δὲ ἥκομεν [σοὶ] τὴν βασιλείαν ἐγχειριοῦντες, ὃν ἴσμεν προὔχοντα ἐν τῇ συγκλήτῳ βουλῇ βίῳ, μεγέθει, ἀξιώματι, ἡλικίᾳ, σεμνότητι, πόθῳ τε τοῦ δήμου.» | |
3. Ὁ δὲ Περτίναξ· «Παύσασθε χλευάζοντες πρε‐ | 584 | |
35 | σβύτην.» «Ἀλλὰ μὴν, ἔφη ὁ Ἔκλεκτος, ἀνάγνωθι τὸ γραμματεῖον· γνωρίζεις δὲ τὴν Κομόδου χεῖρα.» Ἐπιγνοὺς δὴ τὰ γεγραμμένα ὁ Περτίναξ, πεισθείς τε ἀνδράσι καὶ πρότερον αὐτοῦ φίλοις, πάντα πυθόμενος τὰ πεπραγμένα, ἐπιδίδωσιν ἑαυτόν. Καὶ συμπαραλα‐ | |
40 | βόντες καὶ τῶν λοιπῶν ὅσοι παρῆσαν, ἐπὶ τὸ στρατόπε‐ δον ἠπείγοντο. Διαπέμπουσι δέ τινας τοὺς διαβοήσον‐ τας, ὅτι Κόμοδος [μὲν] τέθνηκε, Περτίναξ δὲ ἐπὶ τὸ στρατόπεδον ἄπεισι βασιλεύς. Διαδραμούσης δὲ τῆς φήμης, πᾶς ὁ δῆμος ἐνθουσιῶντι ἐοικὼς ἐξεβάκχευε καὶ | |
45 | διέτρεχε, βοῶν τε ἀπρεπῆ, καὶ ὅσα πρότερον ἐπεῖ‐ χεν ὁ φόβος, ταῦτα, προελθούσης ἀδείας καὶ ἐλευθερίας, [ῥᾳδίως] ἐλέγετο. Ἐπεὶ δὲ ἐγένοντο ἐν τῷ στρατοπέδῳ, ὅ τε Λαῖτος καὶ Ἔκλεκτος εἰσῆλθον ἄγοντες τὸν Περτί‐ νακα· καὶ ἀναγορεύεται βασιλεύς. | |
122(50) | 4. Ὅτι εὐταξίας καὶ εὐμοιρίας κατεχούσης τὸν βίον, βασιλεύοντος Περτίνακος, μόνοι οἱ δορυφόροι ἀσχάλ‐ λοντες μνήμῃ μάλιστα τῆς προγεγενημένης αὐτοῖς τυ‐ ραννίδος, ἁρπαγάς τε καὶ βίας ποθοῦντες, ἐβουλεύ‐ σαντο ἀποσκευάσασθαι τὸν Περτίνακα, ζητῆσαι δέ τινα | |
55 | τὸν πάλιν αὐτοῖς παρέξοντα ἀκόλαστον ἐξουσίαν. Αἰφνι‐ δίως τοίνυν, οὐδενὸς προσδοκῶντος, ἀλλὰ πάντων ἡσυ‐ χαζόντων, προσπηδῶσι τοῖς βασιλείοις τὰ ξίφη σπασά‐ μενοι. Οἱ δὲ ἐν τῇ βασιλείῳ ὑπηρεσίᾳ ταραχθέντες, οὐκ ἔμενον, ἀλλ’ ἕκαστος ἣν εἶχε φρουρὰν καταλιπὼν ἔφυ‐ | |
60 | γεν. Ὀλίγοι δέ τινες ἀπαγγείλαντες τῷ Περτίνακι τὴν ἔφοδον, συνεβούλευον φυγεῖν, καὶ τῇ τοῦ δήμου καὶ τῇ τῆς συγκλήτου βοηθείᾳ ἑαυτὸν ἐπιδοῦναι. Ὁ δὲ οὐκ ἀνασχόμενος, βασιλείας οὐκ ἄξια ταῦτα νομίσας, ἐξῆλθε τοῦ δωματίου, προσδοκῶν πείθειν αὐτοὺς καὶ παύσειν | |
65 | τῆς ἀλόγου ὀργῆς, αἰδουμένους τὸ τοῦ βασιλέως σχῆμα καὶ τὴν τοῦ ἀνδρὸς φιλοσοφίαν. Ἔτι δὲ λαλοῦντος τοῦ πρεσβύτου καὶ πολλὰ παραινοῦντος, ἐπιπίπτουσί τε αὐτῷ καὶ φονεύουσι, δράσαντες ὄντως ὠμὸν ἔργον· καὶ δε‐ διότες τὴν ἔφοδον τὴν τοῦ δήμου, εἰς τὸ στρατόπεδον | |
70 | δρόμῳ ἀναχωρήσαντες καὶ τὰς πύλας ἀποκλείσαντες, ἐπὶ τοῦ τείχους ἀνῆλθον, φρουρὰς καταστήσαντες, ἀμυ‐ νούμενοι τοὺς ἐπιόντας. 5. Ἐπειδὴ δὲ διεφοίτησεν εἰς τὸν δῆμον ἡ τοῦ βασι‐ λέως ἀναίρεσις, ταραχή τε καὶ πένθος πάντας κατεῖχε, | |
75 | διέθεόν τε ἐνθουσιῶσιν ἐοικότες, μηδὲ εὑρεῖν μηδὲ ἀμύ‐ νασθαι δυνάμενοι τοὺς δεδρακότας. Μιᾶς δέ που καὶ δευτέρας ἡμέρας διαδραμούσης, οἱ μὲν δημόται ἕκα‐ στος καθ’ ἑαυτὸν δεδιὼς ὑπανεχώρει, οἱ δὲ ἐν ἀξιώ‐ μασιν ὄντες ἐς τὰ πορρωτάτω τῆς πόλεως κτήματα | |
80 | ἀπεδίδρασκον, ὡς ἂν μή τι δεινὸν ἐκ τῆς ἐσομένης ἀρ‐ χῆς παρόντες πάθοιεν. Τοιοῦτον μὲν δὴ τέλος τῷ Περ‐ τίνακι βασιλεύσαντι μῆνας ἕξ. 6. Οἱ δὲ στρατιῶται, ὡς εἶδον μηδένα τολμῶντα ὑπεξελθεῖν τῷ φόνῳ, ἀναβάντες ἐπὶ τὸ τεῖχος ἐκήρυτ‐ | |
85 | τον, «Τίς βούλεται τὴν βασιλείαν ὠνήσασθαι;» Ὡς [δὲ] διεφοίτησεν ἡ φήμη, Ἰουλιανός τις, ἤδη μὲν τετελεκὼς τὴν ὕπατον ἀρχὴν, ἐν εὐπορίᾳ δὲ πολλῇ [εἶναι δοκῶν], ζῶν δὲ κραιπάλαις καὶ τρυφαῖς, καὶ ἄλλοις κακοῖς **. | |
123(t) | ΙΟΥΛΙΑΝΟΣ. | |
1 | Exc. De virt.: Ὅτι Ἰουλιανὸς ὁ ὕπατος, ὁ ὠνησάμενος τὴν βασιλείαν, ἐπεὶ παρῆλθεν εἰς τὴν ἀρχὴν, εὐθέως τρυφαῖς καὶ κραιπάλαις ἐσχόλαζε, τῇ μὲν τῶν δημοσίων ἐπιμελείᾳ ῥᾳθύμως προσφερόμενος, | |
5 | εἰς δὲ τὸ ἁβροδίαιτον ἐπιδιδοὺς ἑαυτόν. Εὑρίσκετο δὲ καὶ τοὺς στρατιώτας ψευσάμενος· οὔτε γὰρ οἴκοθεν ἦν αὐτῷ τοσαῦτα χρήματα, καὶ οἱ δημόσιοι θησαυροὶ ἐκεκένωντο ὑπὸ Κομόδου. Ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος ἐν τοῖς θεάτροις | |
10 | ἐν καταφρονήσει αὐτὸν ἐποίει. | |
124(t) | ΝΙΓΡΟΣ. | |
1 | Exc. De ins.: Ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος αἰσθόμενος ἐν κατα‐ φρονήσει αὐτὸν ἐποιεῖτο, καὶ Νίγρον ἐν τοῖς θεάτροις ἐπε‐ κάλει, βοηθόν τε αὐτὸν γενέσθαι τὴν ταχίστην τῇ Ῥω‐ | |
5 | μαίων [ἀρχῇ] ἠξίου, ὡς ἐφύβριστα πασχούσῃ. Καὶ τοῦ‐ τον ἀναγορεύουσι βασιλέα. Ὁ δὲ καὶ αὐτὸς ἐξυπτιάζεται πρὸς τὴν τῶν πραγμάτων ἐπιμέλειαν, καὶ ἀνειμένως τοῖς Ἀντιοχεῦσι συνευφραίνετο, εἰς ἑορτὰς καὶ θέας ἐπι‐ διδοὺς [ἑαυτὸν], τῆς τε εἰς τὴν Ῥώμην ἀφόδου ἠμέλει, | |
10 | τοῖς τε Ἰλλυρικοῖς στρατεύμασι δέον ἐπιφοιτῆσαι τὴν ταχίστην, καὶ φθάσαι οἰκειωσάμενον αὐτὰ, οὐδὲ τῶν πραττομένων τι αὐτοῖς ἐδήλου, ἐλπίζων πάντας ὁμο‐ γνώμονας ἔσεσθαι τῇ Ῥωμαίων εὐχῇ. Ταῦτα δὲ αὐτοῦ πράττοντος, διηγγέλθη εἰς Ἰλλυριοὺς καὶ πᾶν τὸ ἐκεῖσε | |
15 | στρατιωτικὸν, ὃ ταῖς ὄχθαις Ἴστρου τε καὶ Ῥήνου ἐπι‐ κείμενον ἀπείργει τοὺς ἐπέκεινα βαρβάρους, καὶ φρουρεῖ τὴν Ῥωμαίων ἀρχήν. Ἡγεῖτο δὲ τούτων Σεβῆρος, τὸ μὲν γένος Λίβυς, εἰς δὲ πραγμάτων διοίκησιν γενναῖος. | |
125(t) | ΣΕΒΗΡΟΣ. | |
1 | Exc. De virt.: Οὗτος ὁ Σεβῆρος τὸ μὲν γένος ἦν Λίβυς, ἐς δὲ πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοειδὴς, σκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθι‐ σμένος, πόνους τε ἀνέχων ῥᾷστα, νοῆσαί τε ταχὺς καὶ | |
5 | τὸ νοηθὲν ἐπιτελέσαι ὀξύς. | 585 |
126 | Exc. De ins.: Οὗτος πυθόμενος τὴν Ῥω‐ μαίων ἀρχὴν μετέωρον φερομένην ἁρπάζεσθαι, κατα‐ γνοὺς τοῦ μὲν ῥᾳθυμίαν, τοῦ δὲ δυσπραγίαν (ἐνέπειθον δὲ αὐτὸν καὶ ὀνείρατα καὶ χρησμοὶ καὶ σύμβολα· τό γε | |
5 | τελευταῖον ᾠήθη τὸν Περτίνακα ἰδεῖν ἐφ’ ἵππου προϊ‐ όντα, τὸν δὲ ἵππον ἐκεῖνον μὲν ἀποσεισάμενον, Σεβῆ‐ ρον δὲ ἀναλαβόντα)· οὕτω τοίνυν ὁ Σεβῆρος ἀρθεὶς τὴν γνώμην ἀπόπειραν τῶν στρατιωτῶν ἐποιεῖτο. Τὰ μὲν πρῶτα κατ’ ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχους | |
10 | οἰκειούμενος, περὶ τῆς Ῥωμαίων ἀρχῆς διελέγετο, ὡς ἐπέρριπτο, οὐδενὸς ὄντος τοῦ κατ’ ἀξίαν αὐτὴν λαμβά‐ νοντος καὶ Περτίνακος φόνον ζητοῦντος· ἡγεμὼν γὰρ τῶν Ἰλλυριῶν ἐπὶ Μάρκου καταστὰς ὁ Περτίναξ μνή‐ μης εἶχε παρ’ αὐτοῖς μεγάλως. | |
15 | 2. Τοιαῦτα τοίνυν λέγοντος τοῦ Σεβήρου, ἐπέδοσαν ἑαυτοὺς οἱ στρατιῶται, μάλιστα διὰ τὸν Περτίνακος φόνον, ὥστε παραχρῆμα καὶ αὐτοκράτορα ἀποδεῖξαι τὸν Σεβῆρον. Ὁ δὲ τὴν ἀρχὴν ὑποδεξάμενος, καί τινα προδιαλεχθεὶς τῷ στρατοπέδῳ, εὐθέως τὴν ἐπὶ τὴν | |
20 | Ῥώμην ἄφιξιν προηγόρευσεν, ὀλίγον τινὰ δοὺς καιρὸν τοῖς στρατιώταις ἀναπαύσεως. Ὡς δὲ τῆς ὁδοιπορίας ἤρξατο, οὐδαμοῦ τρυφὴν βασιλικὴν ἐνδεικνύμενος, ἀλλὰ σὺν τοῖς στρατιώταις διαιτώμενος, ἐπέστη τε τοῖς τῆς Ἰταλίας ὅροις, τήν τε φήμην προφθάσας τοῖς ἐκεῖσε | |
25 | παρὼν ὤφθη· καὶ πάντες αὐτὸν δαφνηφοροῦντες καὶ ταῖς πύλαις ἠνεωγμέναις ἐδέχοντο. [Ὡς δὲ ταῦτα τῷ Ἰουλιανῷ ἀπηγγέλλετο, ἐν ἐσχάτῃ ἀπογνώσει ἦν,] τοῦ μὲν στρατοῦ τὴν δύναμιν καὶ τὸ πλῆθος ἀκούων, οὔτε δὲ τῷ δήμῳ πιστεύων, οὔτε τοῖς στρατιώταις θαρρῶν | |
30 | οὓς ἐψεύσατο. Καὶ διὰ τοῦτο οὐδὲ τῆς πόλεως προελ‐ θεῖν ἐτόλμα, ἀλλὰ τὰ ἔνδον παρασκευάζετο, ὡς τὴν Σεβήρου μάχην ἐν τῇ πόλει ποιησόμενος. 3. Ἐκείνου δὲ ταῦτα βουλομένου, ὁ Σεβῆρος κατέ‐ λαβε τὰ τείχη, καὶ κελεύει διὰ πάσης ὁδοῦ λανθάνον‐ | |
35 | τας καὶ κρύπτοντας τὰ ὅπλα ἐν ἰδιωτῶν σχήματι εἰσ‐ δῦναι τοὺς στρατιώτας· καὶ ἤδη οἱ πολέμιοι ἔνδον ἦσαν, τοῦ Ἰουλιανοῦ ἐξυπτιάζοντος καὶ ἀγνοοῦντος τὰ πρατ‐ τόμενα. Ἐπειδὴ δὲ ταῦτα διάπυστα τῷ δήμῳ ἐγένετο, ἐν πολλῇ ταραχῇ ὄντι διὰ τὴν δύναμιν τοῦ Σεβήρου, | |
40 | τὰ ἐκείνου φρονεῖν προσεποιοῦντο, τοῦ μὲν Ἰουλιανοῦ καταγινώσκοντες ἀνανδρείαν, τοῦ δὲ Νίγρου μέλλησίν τε καὶ ῥᾳθυμίαν. Ὁ δὲ Ἰουλιανὸς ἀφασίᾳ τε [καὶ ἀπο‐ ρίᾳ] καταληφθεὶς πέμπει πρὸς τὸν Σεβῆρον, κοινωνὸν αὐτὸν τῆς βασιλείας ἀποφηνάμενος. | |
45 | 4. Ἡ δὲ σύγκλητος ὁρῶσα τὸν Ἰουλιανὸν ἐν ἀπο‐ γνώσει, τῷ δὲ Σεβήρῳ πάντας ἤδη προσχωροῦντας, συνέδριον ποιησαμένη ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ ποτε οἱ ὕπατοι τὰ πράγματα διῴκουν, ψηφίζεται τὸν μὲν ἀναιρεθῆναι, ἀποδεχθῆναι δὲ μόνον αὐτοκράτορα Σε‐ | |
126(50) | βῆρον. Πρεσβείαν τε πρὸς αὐτὸν ἐκπέμπει διὰ τῶν ἐξοχωτάτων τῆς βουλῆς, πάσας τε αὐτῷ προσφέρει τὰς σεβασμίους τιμάς· ἐπὶ δὲ τὸν Ἰουλιανὸν χιλίαρχον, ἀποκτενοῦντα ἄνανδρον καὶ ἄθλιον πρεσβύτην, ἰδίοις χρήμασιν ὠνησάμενον οὕτω πονηρὸν τέλος. Ὁ μὲν οὖν | |
55 | εὑρεθεὶς ἔρημος, αἰσχρῶς ὀλοφυρόμενος ἐφονεύθη. Ἐπεὶ δὲ τὰ παρὰ τῆς συγκλήτου ἐδηλώθη τῷ Σεβήρῳ, ἥ τε τοῦ Ἰουλιανοῦ ἀναίρεσις, ἀναβὰς ἐπὶ τοῦ βήματος, αὐτοκράτωρ καὶ Αὔγουστος ὑπὸ Ῥωμαίων ἀνηγορεύθη. | |
127 | Exc. Salm.: Σεβῆρος ἔστειλε γράμματα εἰς Ῥώμην ὑπαντῆσαι αὐτῷ τοὺς στρατιώτας. Συνελ‐ θόντας δὲ ὠνείδισεν, εἰπὼν, ὅτι κἂν μὴ αὐτοὶ ἐγέ‐ νοντο αὐτόχειρες Περτίνακος τοῦ βασιλέως, ἀλλὰ δέον | |
5 | αὐτοὺς ἀνελεῖν τοὺς ἀποκτείναντας ἐκεῖνον· τοῦτο μὴ ποιήσαντες ὑπ’ αἰτίασιν εἰσὶ φόνου. «Ἐπὶ φυλακῇ γὰρ βασιλικῇ ταχθέντες, ἔφη, οὐκ ἐν τῷ ἀριστερῷ μέρει τὰ ξίφη διαζώννυσθε, ἀλλ’ ἐν τῷ δεξιῷ.» Καὶ ἀπολα‐ βὼν τὰ ὅπλα καὶ τοὺς ἵππους, ἀπεδίωξεν αὐτούς. Εἷς | |
10 | δὲ στρατιώτης, οὐκ ἀνασχομένου τοῦ ἵππου ἀπολιπεῖν αὐτὸν, ἀλλ’ ἀκολουθοῦντος καὶ χρεμετίζοντος, ὑπεραλ‐ γὴς γενόμενος, τὸν ἵππον ἀπέσφαξε καὶ ἑαυτόν. Οὗτος ὁ βασιλεὺς τὸ Βυζάντιον παραλαβὼν τὰ τείχη καθεῖλεν. Εἶχε δὲ πύργους ἑπτὰ ἐκ τῶν Θρᾳκίων πυ‐ | |
15 | λῶν ἀρχομένους καὶ ἐπὶ τὴν ἀρκτῴαν καθήκοντας θά‐ λασσαν. Καὶ τούτων εἴ τις ἑτέρῳ τῳ πύργῳ προσῆλθεν, οὐδεμία αἴσθησις τοῖς ἄλλοις ἐγένετο· εἰ δὲ τῷ πρώτῳ ἐνε‐ | |
βόησεν ἢ λίθον ἐ[νέ]βαλεν, αὐτός τε ἤχει, καὶ σιωπήσας τῷ δευτέρῳ μετεδίδου τῆς ἠχοῦς, καὶ εἶτα τῷ τρίτῳ, | 586 | |
20 | καὶ ἐφεξῆς. | |
128 | Exc. De ins.: Ὁ δὲ Σεβῆρος θυμῷ καὶ ὀργῇ εὐθέως πρὸς τοὺς ἐν Ῥώμῃ φίλους αὐτοῦ ἐχρήσατο, καὶ τοῦ Ἀλβίνου τὴν κεφαλὴν δημοσίᾳ ἀνασταυρωθῆ‐ ναι ἔπεμψεν· αὐτὸς δὲ τὰ κατὰ τὴν Βρεττανίαν διοι‐ | |
5 | κήσας, δύο τε ἡγεμόνας ἀντὶ ἑνὸς καταστήσας, πάντας τε τοὺς Ἀλβίνου φίλους φονεύσας, εἰς τὴν Ῥώμην εἰσ‐ ήλασεν. | |
129 | Exc. De virt.: Ὅτι Σεβῆρος μετὰ τὸ εἰσ‐ ελθεῖν εἰς τὰ βασίλεια, τῶν Ἀλβίνου φίλων ἐπὶ τῆς συγκλήτου κατηγόρει, γράμματά τε αὐτῶν καὶ ἐλέγ‐ χους προέφερεν· ἄλλας τε ἄλλοις ἐπιφέρων αἰτίας, πάν‐ | |
5 | τας τοὺς ἐξέχοντας τότε τῆς συγκλήτου, καὶ τοὺς κατὰ ἔθνη πλούτῳ τε καὶ γένει ὑπερέχοντας διέφθειρε. Πάνυ δὲ ἦν αὐτῷ καὶ τὸ φιλόχρυσον, ὡς ὑπερβάλλειν τὰ πλεο‐ νεκτήματα τῆς ἀνδρείας. | |
130 | Exc. De ins.: Ὅτι Σεβῆρος τῷ υἱῷ Ἀντω‐ νίνῳ τὴν τοῦ Πλαυτιανοῦ θυγατέρα κατεγγύησεν, ὃς ἦν ἔπαρχος. Ὁ δὲ Ἀντωνῖνος ἀπαρεσκόμενος τῷ γάμῳ, τήν τε γυναῖκα ἐμυσάττετο, καὶ τῷ πατρὶ αὐτῆς ἠπεί‐ | |
5 | λει. Ὁ δὲ Πλαυτιανὸς ὁρῶν τὸν μὲν Σεβῆρον πρεσβύ‐ την καὶ ὑπὸ νόσου ὀχλούμενον, τὸν δὲ Ἀντωνῖνον ἐμ‐ βριθῆ καὶ θρασὺν νεανίαν, δεδιώς τε αὐτοῦ τὰς ἀπειλὰς, δράσαι τι μᾶλλον φθάσας ἢ παθεῖν ἀναμείνας, μηχα‐ νᾶται τὸν Σατουρνῖνον ἀναπεῖσαι, ὃς ἦν χιλίαρχος | |
10 | τῶν στρατιωτῶν, οἰκειότατος δὲ τοῦ Πλαυτιανοῦ, ὑπο‐ σχόμενος αὐτῷ τὴν ἐπαρχότητα παρασχεῖν, εἰ τῆς βα‐ σιλείας ἐπιτύχοι. Ταῦτά τε καὶ τοιαῦτα ἀκούσας ὁ ἀνὴρ, ἐξεπλάγη μὲν τὴν ψυχὴν, οὐκ ἐτόλμησε δὲ ἀν‐ τειπεῖν, ὡς μὴ παρ’ αὐτὰ κολασθείη. Εἰδὼς δὲ ἀδύνατον | |
15 | ὂν δύο βασιλεῖς διαχρήσασθαι, καὶ ταῦτα ἐν διαφόροις οἴκοις διατρίβοντας, μηνύει τε ἑαυτὸν τῷ Σεβήρῳ, καὶ διαγγέλλει ἅπαντα, δεικνύει τε αὐτῷ καὶ γραμματεῖον τῆς ὑποσχέσεως. Τοιαῦτα δέ τινα λέγοντος αὐτοῦ, ὡς εἶδε τὸν Σεβῆρον μὴ πιστεύοντα διὰ τὸ πρὸς Πλαυτια‐ | |
20 | νὸν φίλτρον, ἀλλὰ μᾶλλον καὶ τὸν υἱὸν ὑποπτεύοντα, ἔφη· «Δέσποτα, κελεύσατέ μοι δηλῶσαι αὐτῷ διά τινος τῶν ἐμῶν, ὅτι δὴ τὸ ἔργον κατείργασται, καὶ εὐθέως ὁρᾶτε αὐτὸν ἐνταῦθα προερχόμενον, οἰόμενον ἔρημα τὰ βασίλεια καταλήψεσθαι· ἡσυχίαν δὲ εἶναι τῶν πραττο‐ | |
25 | μένων κελεύσατε.» 2. Ταῦτα εἰπὼν ἐντέλλεταί τινι τῶν πιστοτάτων· ὁ δὲ ἄγει τὸν Πλαυτιανὸν παραχρῆμα ἐνδυσάμενον θώ‐ ρακα τῆς τοῦ σώματος ἀσφαλείας χάριν. Ὡς δὲ πάντες αὐτὸν ὑπεδέχοντο, οἰόμενοι ὑπὸ τῶν βασιλέων κεκλῆ‐ | |
30 | σθαι, ὅ τε χιλίαρχος ἐνεδρεύων προσεῖπεν αὐτοκράτορα, καὶ τῆς χειρὸς λαβόμενος εἰς τὸ δωμάτιον εἰσήγαγεν, ἔνθα ἔφασκεν ἐρρίφθαι τὰ τῶν βασιλέων σώματα· ἤδη δὲ παρεσκευάκει ὁ Σεβῆρος νεανίας τῶν περὶ αὐτὸν σω‐ ματοφυλάκων, οἳ συλληψόμενοι εἰσελθόντα ἐτάχθησαν. | |
35 | Ὁ δὲ Πλαυτιανὸς, ὡς εἶδε τοὺς βασιλεῖς ἑστῶτας, ἑαυ‐ τὸν δὲ συνεχόμενον, ἀπολογεῖσθαι ἐβούλετο· ὡς δὲ καὶ τὸ τοῦ θώρακος ὑπεφάνη μέρος, τότε ὁ Ἀντωνῖνος τοῖς σωματοφύλαξιν ἐπέτρεψεν ἀνελεῖν αὐτὸν, καὶ δημοσίᾳ ῥίψαι. Ὁ μὲν οὖν Πλαυτιανὸς τοιούτῳ ἐχρήσατο | |
40 | τέλει. 3. Ὁ δὲ Σεβῆρος τοῦ λοιποῦ δύο ἐπάρχους τῶν στρατοπέδων κατέστησεν, αὐτὸς δὲ τὰ πλεῖστα διέτρι‐ βεν ἐν τοῖς βασιλικοῖς προαστείοις, τοῖς παραλίοις τῆς Καμπανίας, δικάζων τε καὶ τὰ πολιτικὰ διοικῶν· τὴν | |
45 | δὲ τοῦ Πλαυτιανοῦ θυγατέρα καὶ τὸν ταύτης ἀδελφὸν εἰς Σικελίαν ἐξέπεμψεν, αὐτάρκη δοὺς περιουσίαν, μι‐ μησάμενος τὸν Σεβαστόν· καὶ γὰρ ἐκεῖνος τοῖς Ἀντω‐ νίου παισὶν οὕτως ἐχρήσατο. Ἐπειρᾶτο δὲ καὶ τοὺς παῖδας συνάγειν εἰς φιλίαν, μύθοις τε ἀρχαίοις χρώμε‐ | |
130(50) | νος, καὶ τὰ παρεσκευασμένα ὑποδεικνύς· οἱ δὲ οὐδαμῶς ἐπείθοντο, ἀλλὰ καὶ εἰς τὸ χεῖρον ἐτράποντο, οἷά τε νεανίαι ὄντες, καὶ ὑπὸ βασιλικῆς ἐξουσίας εἰς πάσας ἡδονῶν ῥοπὰς ἀπλήστως ὁρμώμενοι· καὶ ἤσχαλλεν ἐπὶ τῷ τοιούτῳ βίῳ τῶν παίδων. Νικήσας δὲ τοὺς Βρεττα‐ | |
55 | νικοὺς, καὶ ἤδη γηραιὸς ὢν, καὶ ὑπὸ τῆς νόσου ὀχλού‐ μενος, ἠναγκάζετο οἴκοι μένειν· τὸν δὲ Ἀντωνῖνον ἐπει‐ ρᾶτο ἐκπέμπειν, διοικήσοντα τὰ τῶν στρατοπέδων· ὅστις τοῦ μὲν πολέμου κατεφρόνει, μοναρχήσειν δὲ ἠπείγετο, καὶ τὸν πατέρα βραδύνοντα πρὸς τὸν θάνατον, ὀχληρὸν | |
60 | ἐνόμιζεν, καὶ τοὺς μὲν ἰατροὺς καὶ ὑπηρέτας ἀνέπειθε κακουργῆσαι περὶ τὴν θεραπείαν τοῦ γέροντος, ὡς ἂν θᾶττον αὐτοῦ ἀπαλλαγείη. Πλὴν ἀλλὰ μόλις ποτὲ Σε‐ βῆρος, λύπῃ τὸ πλεῖστον διαφθαρεὶς, ἀνεπαύσατο, βασιλεύσας ιʹ καὶ ηʹ ἔτη. | |
131(t) | ΑΝΤΩΝΙΝΟΣ Ο ΚΑΡΑΚΑΛΛΟΣ. | |
1 | Ibid.: Ὁ δὲ Ἀντωνῖνος τοῦ πατρὸς ἀποθα‐ | |
νόντος λαβόμενος ἐξουσίας, εὐθὺς πάντας φονεύειν ἤρ‐ ξατο, τούς τε ἰατροὺς μάλιστα, οἳ μὴ ὑπήκουσαν αὐτῷ· ἰδίᾳ τε δώροις καὶ μεγάλαις ὑποσχέσεσι τοὺς τῶν στρα‐ | 587 | |
5 | τιωτῶν ἡγεμόνας ἐθεράπευεν, ὡς ἂν μόνον αὐτὸν αὐτο‐ κράτορα ἀποδείξωσιν. Οὐ μὴν ἔπειθε τὸ στρατιωτικόν. Μεμνημένοι γὰρ τοῦ Σεβήρου, ἴσην αὐτοῖς τιμήν τε καὶ εὔνοιαν παρείχοντο. Ὁ δὲ Ἀντωνῖνος, ἐπεὶ μὴ προσ‐ εχώρει αὐτῷ τὰ τῶν στρατοπέδων, σπεισάμενος εἰ‐ | |
10 | ρήνην εἰς τοὺς βαρβάρους, ἐπὶ τὴν Ῥώμην ἠπείγετο. Καὶ ἐπειδὴ κατέλαβε τὴν μητέρα καὶ τὸν ἀδελφὸν ἐν τοῖς μεθορίοις τῆς Ῥώμης, ἅμα αὐτοῖς ἐπὶ τὴν πόλιν ἀφίκετο. Ὡς δὲ αὐτοὺς ὁ δῆμος δαφνηφορῶν ὑπεδέξατο, ἥ τε σύγκλητος αὐτοκράτορας προσηγόρευσεν· καὶ κη‐ | |
15 | δεύσαντες τὸν πατέρα ἀνῆλθον εἰς τὰ βασίλεια· διελό‐ μενοι δὲ αὐτὰ ἑκάτερος ᾤκει, παραφράττεσθαι κελεύσας πάσας εἰσόδους, εἴ τινες λανθάνουσαι ἦσαν· μόναις δὲ [ταῖς] δημοσίαις ἐχρῶντο, ἰδίας φρουρὰς ἐπιστήσαντες, οὐδὲ συνιόντες, [εἰ μὴ πρὸς ὀλίγον, ὅσον δημοσίᾳ εἴ‐ | |
20 | ποτε ὀφθῆναι. Ἐπετέλεσαν δὲ πρὸ ἁπάντων] τὴν πρὸς τὸν πατέρα τιμήν. [Ἐξ ἐκείνου δὲ] ἐστασίαζον πρὸς ἀλλήλους, ἐμίσουν τε καὶ ἐβουλεύοντο κατ’ ἀλλήλων, καὶ [πάντα ἔπραττεν ἑκάτερος,] τίς πρῶτος τὸν ἕτερον ἀποσκευάσεται. Ἐμερίζοντο δὲ καὶ πάντων αἱ γνῶμαι, | |
25 | ὅσοι ἐν ἀξιώμασιν ἦσαν. 2. Ὁ μὲν γὰρ Γέτας ἐπιεικείας τρόπον ἐπεδείκνυτο, ὁ δὲ Ἀντωνῖνος ὠμότητος. Τούτους δὲ ἡ μήτηρ [συν‐ άγειν ἐπειρᾶτο] μέλλοντας διαιρεῖσθαι τὴν ἀρχήν. Καὶ τοῦ μὲν Ἀντωνίνου πάντα τὰ ὑπ’ Εὐρώπην δεχομένου, | |
30 | τοῦ δὲ Γέτα τὴν ἀντικειμένην ἤπειρον Ἀσίαν καλου‐ μένην πᾶσαν, ἤρεσκε τὸν μὲν Ἀντωνῖνον ἐπὶ τῷ Βυ‐ ζαντίῳ ἱδρῦσαι τὸ στρατόπεδον, τὸν δὲ Γέταν ἐν Χαλ‐ κηδόνι τῆς Βιθυνίας· οὕτω τε τήν τε σύγκλητον καὶ τὰ ἔθνη καὶ τοὺς στρατιώτας μερίσασθαι. | |
35 | 3. Ταῦτα δὲ αὐτῶν διατυπούντων, οἱ μὲν ἄλλοι πάν‐ τες σκυθρωποῖς προσώποις εἰς τὴν γῆν ἔνευσαν· ἡ δὲ Ἰουλία, «Γῆν μὲν, ἔφη, ὦ τέκνα, καὶ θάλασσαν εὑρί‐ σκετε ὅπως νείμησθε, τὴν δὲ μητέρα πῶς ἂν διέλοισθε, καὶ πῶς ἡ ἀθλία εἰς ἑκάτερον ὑμῶν νεμηθείην; πρῶτον | |
40 | δὴ ἐμὲ φονεύσατε, καὶ διελόντες ἑκάτερος παρ’ ἑαυτῷ τὸ μέρος θαπτέτω.» Ταῦτα λέγουσα μετὰ δακρύων καὶ οἰμωγῆς, ἀμφοτέροις τε τὰς χεῖρας περιβάλλουσα, καὶ ὑπὸ τὰς ἀγκάλας λαβοῦσα, συνάγειν ἐπειρᾶτο. Πάντας δὲ οἴκτου λαβόντος, διελύθη τὸ συνέδριον, τὸ δὲ | |
45 | μῖσος καὶ ἡ στάσις ηὔξετο. Εἰς πάντα γὰρ τὰ ἐναντία ἀλλήλοις ἐφρόνουν, καὶ οἰνοχόους καὶ ὀψοποιοὺς ἀνέπει‐ θον ἐμβαλεῖν δηλητήρια φάρμακα. Οὐ ῥᾳδίως δὲ αὐ‐ τῶν οὐδετέρῳ προὐχώρει· πολλῇ γὰρ ἐχρῶντο περὶ τὰ τοιαῦτα φρουρᾷ. Τέλος δὲ μὴ φέρων ὁ Ἀντωνῖνος, | |
131(50) | ἀλλ’ ὑπὸ τῆς περὶ τὴν μοναρχίαν ἐπιθυμίας ἐλαυνόμε‐ νος, διὰ ξίφους ἐχώρησε, καὶ τὸν ἀδελφὸν ἐπὶ τοῖς στήθεσι τῆς μητρὸς καταφυγόντα διεχρήσατο. 4. Κατεργασθέντος οὖν αὐτῷ, τοῦ φόνου, προπηδᾷ τοῦ οἴκου θέων, φερόμενός τε δι’ ὅλων τῶν βασιλείων, | |
55 | ἐβόα μέγαν κίνδυνον ἐκπεφευγέναι, μόλις τε σωθῆναι· τούς τε στρατιώτας οἳ φρουροῦσι τὰ βασίλεια, κελεύει αὐτὸν ἁρπάσαντας ἀπάγειν εἰς τὸ στρατόπεδον. Πι‐ στεύσαντές τε ἐκεῖνοι, τό [τε] πεπραγμένον ἔνδον οὐκ εἰδότες, θέοντι αὐτῷ συνεξέδραμον πάντες· ταραχή τε | |
60 | τὸν δῆμον κατεῖχεν, ὁρῶντες περὶ δείλην διὰ μέσης φε‐ ρόμενον τῆς πόλεως δρόμῳ τὸν βασιλέα. Ὡς δὲ εἰσε‐ πήδησεν εἰς τὸ στρατόπεδον ἔς τε τὸν ναὸν, ἔνθα τὰ σημεῖα ἔκειτο, ῥίψας ἑαυτὸν [εἰς γῆν] ὡμολόγει χάρι‐ τας τῆς σωτηρίας· καὶ τοῖς μὲν στρατιώταις τὸ πραχθὲν | |
65 | οὐχ ὡμολόγει· ἐβούλετο γὰρ νοεῖσθαι μᾶλλον ἢ ἀκούε‐ σθαι· καὶ διὰ τοῦτο ὅσα ἐν [ἔτεσι] ιηʹ ὁ Σεβῆρος ἤθροισεν, ἐν μιᾷ ἡμέρᾳ εἰς τοὺς στρατιώτας ἐξέχεεν, ἵνα τὸν ἀδελφοῦ θάνατον κυρώσωσι, καὶ τοῦτον αὐτο‐ κράτορα ψηφίσωνται. | |
70 | 5. Καὶ ἐπιβὰς τοῦ θρόνου, τοῦ τε ἀδελφοῦ πολλὰ κατηγόρει, καὶ τοὺς αὐτοῦ φίλους δριμέα διεβλέπετο. Οἱ δὲ καὶ ὀδυρόμενοι ἐπὶ τοῖς πεπραγμένοις, αὐτο‐ κράτορα αὐτὸν καὶ μονάρχην προσηγόρευσαν. Ὁ δὲ Ἀντωνῖνος τρέμοντας καὶ ὠχριῶντας τοὺς πλείστους | |
75 | καταλιπὼν, ἀνέδραμεν ἐπὶ τὰ βασίλεια· ὅσοι τε τῆς συγκλήτου βουλῆς, καὶ ὅσοι γένει ἢ πλούτῳ περιεῖ‐ χον, [ἀνῃροῦντο,] καὶ ἡ Κομόδου ἀδελφὴ, πρεσβῦτις ἤδη καὶ ὑπὸ πάντων ὡς Μάρκου θυγάτηρ τιμωμένη, προσαπώλετο, διὸ ἐδάκρυσε παρὰ τῇ μητρὶ αὐτοῦ ἐπὶ | |
80 | τῷ τοῦ παιδὸς φόνῳ. Τήν τε γυναῖκα γενομένην αὐτῷ Πλαυτίλλαν, οὖσαν ἐν Σικελίᾳ, καὶ τὸν ἀνεψιὸν αὑτοῦ Σεβήρῳ τε ὁμώνυμον καὶ τὸν Περτίνακος υἱὸν, τῆς τε Κομόδου ἀδελφῆς Λουκίλλης υἱὸν, καὶ εἴ τι γένος ἦν βασιλικὸν [ἢ] συγκλήτῳ ἐξ εὐπατριδῶν καταβαῖνον, | |
85 | πᾶν ἐξέκοψεν. Εἴς τε τὰ ἔθνη πέμπων ἡγεμόνας τε καὶ ἐπιτρόπους, ὡς ἐκείνου φίλους, διεχρήσατο πάντας. Πᾶσά τε νὺξ ἔφερε φόνους παντοδαπῶν ἀνθρώπων, καὶ ἐν ἱπποδρομίᾳ πολλοὺς ἐφόνευσεν. | |
132 | Exc. De virt.: Ὅτι ἐπὶ Ἀντωνίνου τοῦ υἱοῦ Σεβήρου πρὸς τοῖς ἄλλοις κακοῖς καὶ ταῖς μιαι‐ φονίαις καὶ οἱ στρατιῶται, τοῦ βιάζεσθαί τε καὶ ἁρ‐ | |
πάζειν λαβόντες ἐξουσίαν, οὐκέτι κατ’ οὐδὲν διεκρίνοντο· | 588 | |
5 | Τοιαῦτα δὲ πράττων ὑπό τε τῶν ἔργων ἐλαυνόμενος, καὶ πρὸς τὴν ἐν τῇ πόλει διατριβὴν ἀπεχθῶς ἔχων, ἀπε‐ δήμει τῆς Ῥώμης, ὡς δὴ καὶ τὰ στρατόπεδα διοικήσων καὶ τὰ ἔθνη ἐποψόμενος. Ἐπεὶ δὲ τὸν Ἴστρον κατέλαβε, καὶ τοὺς ἐκεῖσε Γερμανοὺς ἐφιλοποιήσατο, ὡς καὶ συμ‐ | |
10 | μάχους παρ’ αὐτῶν λαβεῖν καὶ τοῦ σώματος φρουροὺς, καὶ ταῖς φορεσίαις αὐτῶν χρῆσθαι. Οὕτω τε ὑπὸ τῶν βαρβάρων καὶ ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο, κοινὸς ὢν πρὸς ἅπαντας, ὡς συστρατιώτης μᾶλλον ἢ βασιλεὺς παρ’ αὐτῶν χαίρειν λεγόμενος. Ἐπεὶ δὲ καὶ εἰς τὴν | |
15 | Μακεδονίαν ἀφίκετο, εὐθέως τε Ἀλέξανδρον ἑαυτὸν ὠνόμασεν· ἐκεῖθέν τε εἰς Πέργαμον παρεγένετο καὶ ἐπὶ τὸν Ἀχιλλέως τάφον, καὶ στεφάνοις κοσμήσας καὶ ἄν‐ θεσι, τὸν Ἀχιλλέα ἐμιμεῖτο. Καὶ διὰ τῆς Ἀσίας καὶ τῶν ἄλλων ἐθνῶν εἰς Ἀντιόχειαν ἀφίκετο, καὶ δια‐ | |
20 | τρίψας χρόνον τινὰ, ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο, πρόφασιν ποιούμενος ποθεῖν τὴν Ἀλεξάνδρου πόλιν. Ὡς δὲ εἰσήλασεν ἐν αὐτῇ σὺν παντὶ τῷ στρατῷ, ὑπεδέχθη παρὰ τῶν Ἀλεξανδρέων, ὡς οὔπω τις βασιλέων πρότε‐ ρον. Καὶ ἐλθὼν εἰς τὸ Ἀλεξάνδρου μνῆμα, τήν τε χλα‐ | |
25 | μύδα ἣν ἐφόρει καὶ τὸν δακτύλιον καὶ τὴν ζώνην καὶ εἴ τι πολυτελὲς, περιελόμενος ἐπέθηκε τῇ ἐκείνου σορῷ. Ὁ δὲ δῆμος ὁρῶν ὑπερέχαιρε παννυχίζων τε καὶ ἑορτάζων, οὐκ εἰδὼς τὴν τούτου λανθάνουσαν γνώμην. Ἔγνω γὰρ ἐν τῇ Ῥώμῃ ὡς ὅτι πολλὰ εἰς αὐτόν τε καὶ | |
30 | τὴν μητέρα ἀπέσκωψαν. Ὀργίλος τε ὢν φύσει ὁ Ἀν‐ τωνῖνος, ὡς εἶδε πᾶσαν τὴν πόλιν πλήθους μεγίστου πεπληρωμένην, διὰ προγράμματος τὴν νεολαίαν εἴς τι πεδίον κελεύει συνελθεῖν, φήσας εἰς τὴν Ἀλεξάνδρου τιμὴν φάλαγγα βούλεσθαι συστήσασθαι. Ταύταις αὐτοῦ | |
35 | ταῖς ὑποσχέσεσι πεισθέντες οἱ νέοι συνῆλθον ἅμα γο‐ νεῦσι καὶ ἀδελφοῖς συνηδομένοις αὐτῶν ταῖς ἐλπίσιν. Ὁ δὲ Ἀντωνῖνος ὡς εἶδεν αὐτοὺς ἑστῶτας στιχηδὸν, αὐτὸς μὲν ὑπεξῆλθε μεθ’ ἧς εἶχε φρουρᾶς· τοὺς δὲ στρα‐ τιώτας ἐπαφῆκε, καὶ πᾶσαν [τὴν] ἐν μέσῳ νεολαίαν συν‐ | |
40 | έκοψεν. Οὐκ ὀλίγοι δὲ καὶ τῶν στρατιωτῶν ἀπώλοντο. Τοσοῦτος δὲ ἐγένετο φόνος ὡς καὶ πάντα τὸν Νεῖλον ὑπὸ τοῦ αἵματος φοινιχθῆναι. Τοιαῦτά τινα ἐργασάμενος πάλιν εἰς Ἀντιόχειαν ἀφίκετο. Καὶ μετὰ τὸ ψεύσασθαι τὸν γάμον τοῦ Παρθυαίου διέτριβεν ἐν τῇ Μεσοποταμίᾳ, | |
45 | ἡνιοχείαις καὶ θηρίων σχολάζων σφαγαῖς, δύω τοὺς στρατοπέδων ἐπάρχους ἔχων ἅμα, Ἀδούεντον καὶ Μα‐ κρῖνον. Ὁ μὲν γὰρ στρατιωτικὸς, ὁ δὲ λογικός. Διὸ καὶ πολλάκις ἀπέσκωπτε τὸν Μακρῖνον ὡς διαίτῃ ἐλευθερίῳ χρώμενον. | |
133 | Exc. De ins.: Ὅτι ἔδει τὸν Ἀντωνίνου βίον τέλος λαβεῖν· περιεργότατος γὰρ ὢν, ἐβουλήθη μαθεῖν τὸν μετ’ αὐτὸν βασιλεύσοντα, ὑποπτεύων τε πάντας αὐτῷ πρὸς κολακείαν θεσπίζοντας, ἐπιστέλλει Ματερ‐ | |
5 | νιανῷ τινὶ, τότε πάσας αὐτῷ τὰς ἐν Ῥώμῃ πράξεις ἐγκεχειρισμένῳ, πιστοτάτῳ τε εἶναι δοκοῦντι, κελεύει τε αὐτῷ μάγων τοὺς ἀρίστους ζητήσαντι, νεκύᾳ τε χρη‐ σάμενον μαθεῖν. Ὁ δὲ ἀδεῶς τοῖς κελευθεῖσι χρησάμε‐ νος, καὶ μαθὼν σημαίνει τῷ βασιλεῖ. Οἱ δὲ διακομί‐ | |
10 | ζοντες ἐφίστανται τῷ Ἀντωνίνῳ, ἤδη τε σκευὴν ἡνιόχου ἀναλαβόντι καὶ τοῦ ἅρματος ἐπιβαίνοντι, προσκομί‐ ζουσί τε τὸν σύνδεσμον τῶν ἐπιστολῶν, ἐν αἷς ἦν καὶ τὰ περὶ Μακρίνου γράμματα. Ὁ δὲ Ἀντωνῖνος ὁρμὴν ἤδη περὶ τὴν ἱπποδρομίαν ἔχων, κελεύει τῷ Μακρίνῳ ἰδιά‐ | |
15 | σαντι ἐντυχεῖν τοῖς γράμμασι, καὶ εἴ τι ἐπεῖγον εἴη, ἄγειν πρὸς αὐτόν. Ὁ δὲ ἀναγνοὺς, καὶ περιτυχὼν τῇ κατ’ αὐτοῦ θανατηφόρῳ γραφῇ, ταύτην μὲν ἀποκρύπτει, περὶ δὲ τῶν λοιπῶν ἀγγέλλει. Φοβηθεὶς δὲ μὴ καὶ δεύ‐ τερον ταῦτα ὁ Ματερνιανὸς ἐπιστείλῃ, τολμᾷ δή τι | |
20 | τοιοῦτον. 2. Ἦν τις ἑκατόνταρχος Μαρτιάλιος τῶν σωματο‐ φυλάκων Ἀντωνίνου· τούτου τὸν ἀδελφὸν ἀνῃρήκει ἐπὶ ψευδεῖ διαβολῇ, ἠπείλει τε καὶ αὐτῷ τῷ Μαρτιαλίῳ. Τοῦτον ἐπιστάμενος ὁ Μακρῖνος ἀλγοῦντα, πείθει ἐπι‐ | |
25 | βουλεῦσαι τῷ Ἀντωνίνῳ. Καιροῦ δέ τινος δραξάμενος, ὅτε ὁ βασιλεὺς ἀπὸ τῆς ἐν Κάρραις αὐλῆς ἐπὶ τὸν νεὼν ἠπείγετο τῆς Σελήνης (ἀφειστήκει δὲ τῆς πόλεως οὐ μικρόν), ἐπειχθέντα αὑτὸν πρὸς χρείας ὑποτοπεῖ, καὶ μονωθέντα παίει. Καιρίου δὲ τῆς πληγῆς γενομένης, | |
30 | καὶ πεσόντος αὐτοῦ, πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιά‐ λιος, καὶ ἐπιδιωχθεὶς κατηκοντίσθη. | |
134 | Ex. Salm.: Ἀντωνῖνος ἔτη ϛʹ, μῆνας βʹ. Μετὰ Ἀντωνῖνον τὸν Καράκαλλον Μακρῖνος ἔτος αʹ, μεθ’ ὃν Βασιανὸς, ὃν ὡς ἱερωμένον ἡλίῳ, ὃν Φοίνικες Ἐλεάβαλον λέγουσιν, Ἡλιογάβαλον ἔλεγον. Ὠνομάσθη | |
5 | δὲ Ἀντωνῖνος, ὡς τοῦ Καρακάλλου λεγόμενος εἶναι υἱὸς, καὶ ἐκράτησεν ἔτη ϛʹ. μεθ’ ὃν Ἀλέξανδρος ὁ Μαμαίας, | |
ἐξάδελφος αὐτοῦ, ἔτη ιδʹ. Μετὰ Ἀλέξανδρον Μαξιμῖνος. Ἀντωνίνῳ τῷ Καρακάλλῳ Σεραπίων ὁ μάγος εἶπεν, ὡς τεθνήξεται, καὶ Μακρῖνος αὐτὸν διαδέξεται, δείξας | 589 | |
10 | αὐτὸν τῷ δακτύλῳ. Ὁ δὲ ὑπὸ θυμοῦ, μᾶλλον δὲ ὑπὸ τύχης, ἕτερον ὑπονοήσας, ἀνεῖλεν ἐκεῖνον. Τούτου τὴν τελευταίαν ἔξοδον ἀπὸ Ἀντιοχείας ποιουμένου, ξιφήρης ὁ πατὴρ [ὄναρ] ἐπέστη λέγων, «ὡς σὺ τὸν ἀδελφὸν ἀπέκτεινας, κἀγὼ σὲ [ἀποσφάξω].» Ἀπέκτεινε γὰρ | |
15 | οὗτος τὸν μικρὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ κόλπῳ τῆς μη‐ τρὸς, ὕστερον δὲ καὶ αὐτὸς ἐσφάγη. | |
135 | Exc. De ins.: Οἱ δὲ ἐν τῷ στρατοπέδῳ συν‐ έδραμον ἅπαντες· καὶ πρῶτος ὁ Μακρῖνος ἐπιστὰς τῷ πτώματι, ὀλοφύρεσθαί τε καὶ θρηνεῖν προσεποιεῖτο· οἱ δὲ λοιποὶ ἐχαλέπαινον· συστρατιώτην γὰρ καὶ οὐκ ἄρ‐ | |
5 | χοντα ᾤοντο ἀποβεβληκέναι, καὶ οὐδεμίαν ἐπιβουλὴν ὑπώπτευον ἐκ τοῦ Μακρίνου. Οὕτω μὲν οὖν ἕκαστος εἰς τὰς σκηνὰς ἐπανῄεσαν. Ὁ δὲ Μακρῖνος πυρὶ παραδοὺς τὸ σῶμα, καὶ τὴν κόνιν ἐν κάλπῃ βαλὼν ἔπεμψε τῇ μητρὶ αὐτοῦ ἐν Ἀντιοχείᾳ διατριβούσῃ. Ἐκείνη δὲ ἐπὶ | |
10 | ταῖς τῶν παίδων συμφοραῖς ἀπεκαρτέρησε. Τοιούτῳ μὲν δὴ τέλος ἐχρήσατο Ἀντωνῖνος καὶ ἡ μήτηρ αὐτοῦ. Ὁ δὲ χρόνος ἐν ᾧ ἐμονάρχησεν ἐν ἓξ ἔτεσι συνετε‐ λέσθη. | |
136(t) | ΜΑΚΡΙΝΟΣ. | |
1 | Ibid.: Ὅτι Μακρῖνος ὁ βασιλεὺς Ῥωμαίων ἐν Ἀντιοχείᾳ διατρίβων, τρόπῳ τέ τινι φιλοσόφου τὸ γένειον καὶ τὸ βῆμα φυλάττων ἐπεβουλεύθη. Οἱ γὰρ στρατιῶται παραβάλλοντες τὰς Ἀντωνίνου μνήμας, | |
5 | κατεγίνωσκον τῆς Μακρίνου διαίτης, ἐλυποῦντο δὲ διότι μὴ ἐπὶ τὴν Ῥώμην ἠπείγετο, ἀλλ’ ἐν ἀλλοδαπῇ διέ‐ τριβε χώρᾳ, ἔσθ’ ὅτε καὶ τῶν ἀναγκαίων σπανίζοντες. Ὁρῶντες δὲ τὸν Μακρῖνον ἐν τρυφῇ καὶ χλιδῇ ζῶντα, προφάσεως ὀλίγης λαβέσθαι ηὔχοντο εἰς τὸ ἀποσκευά‐ | |
10 | σασθαι τὸ λυποῦν. Ἐχρῆν δὲ ἄρα Μακρῖνον ἐνιαυτοῦ μόνου τῇ βασιλείᾳ ἐπιτρυφήσαντα ἅμα τῷ βίῳ καὶ τὴν ἀρχὴν καταλῦσαι, μικρὰν καὶ εὐτελῆ πρόφασιν τοῖς στρατιώταις τῆς τύχης παρασχούσης. 3. Μαισὰ ἦν τις ὄνομα, τὸ γένος Φοίνισσα, ἀπὸ | |
15 | Ἐμέσου καλουμένης οὕτω πόλεως, ἀδελφὴ δὲ Ἰουλίας τῆς Σεβήρου γυναικὸς, Ἀντωνίνου δὲ μητρός· παρὰ πάντα οὖν τὸν τῆς ἀδελφῆς βίον ἐν τοῖς βασιλείοις διέ‐ τριψε. Ταύτην ὁ Μακρῖνος μετὰ τὴν τῆς ἀδελφῆς τε‐ λευτὴν προσέταξεν εἰς τὴν πατρίδα ἐπανελθοῦσαν, ἐν | |
20 | τοῖς οἰκείοις καταβιῶναι, πάντα ἔχουσαν τὰ ἑαυτῆς· πλείστων γὰρ ἦν χρημάτων πλήρης. Ἐπανελθοῦσα δὲ διέτριβε [ἐν] τοῖς ἑαυτῆς. 4. Ἦσαν δὲ θυγατέρες αὐτῇ δύο, Σοαιμὶς μὲν ἡ πρε‐ σβυτέρα, ἡ δὲ ἑτέρα Μαμαία. Παῖδες ἦσαν, τῇ μὲν πρε‐ | |
25 | σβυτέρᾳ Βασσιανὸς ὄνομα, τῇ δὲ νεωτέρᾳ Ἀλεξιανός· ὑπὸ δὲ ταῖς μητράσι καὶ τῇ μάμμῃ ἀνετρέφοντο. Καὶ ὁ μὲν Βασσιανὸς περὶ ἔτη γεγονὼς τεσσαρακαίδεκα, ὁ δὲ Ἀλεξιανὸς δεκάτου ἐπιβεβηκὼς ἔτους, ἱερῶντο, σχήματι βαρβάρῳ χιτῶνάς τε χρυσοϋφεῖς φοροῦντες, | |
30 | καὶ ἁλουργίδας ἐνδιδυσκόμενοι. Οὕτω τε ὁ Βασσιανὸς ὡραῖος τοῖς στρατιώταις ἐφαίνετο, γένους τε βασιλικοῦ ὑπάρχων, καὶ ἀκμῇ ἡλικίας, ἄλλως τε καὶ τοὺς Φοινί‐ κης στρατιώτας ἔχων ὑπερασπίζοντας, ἔτι δὲ καὶ Ἀν‐ τωνίνου υἱὸς ἐφημίζετο, βασιλεύς τε παρὰ παντὸς τοῦ | |
35 | στρατεύματος ὠνομάζετο. 5. Ὡς δὲ ταῦτα διηγγέλθη, ἐπέδωκεν ἑαυτὴν ἡ πρε‐ σβῦτις, ἑλομένη πάντα κίνδυνον ἀναδέξασθαι. Νύκτωρ τε λάθρα τῆς πόλεως ὑπεξῆλθε σὺν ταῖς θυγατράσι καὶ τοῖς ἐγγόνοις. Καὶ γενόμενοι πρὸς τῷ τείχει τοῦ στρα‐ | |
40 | τοπέδου, ῥᾷστα ὑπεδέχθησαν. Εὐθέως τε τὸν παῖδα πᾶν τὸ στρατόπεδον Ἀντωνῖνον προσηγόρευσε, τῇ τε πορφυρᾷ χλαμύδι περιβαλόντες εἶχον [ἔνδον]· πάντα τε τὰ ἐπιτήδεια, καὶ παῖδας καὶ γυναῖκας, ὅσα τε εἶχον ἐν κώμαις ἢ ἀγροῖς τοῖς πλησίον, εἰσκομίσαντες, καὶ | |
45 | τὰς πύλας ἀποκλείσαντες, ἑαυτοὺς παρεσκεύαζον. 6. Ὡς δὲ ταῦτα ἀπηγγέλθη τῷ Μακρίνῳ ἐν Ἀντιο‐ χείᾳ διατρίβοντι, ἥ τε φήμη διέδραμεν ἀνὰ τὰ λοιπὰ στρατόπεδα, ὅτι τε Ἀντωνίνου υἱὸς εὑρέθη, καὶ ὅτι ἡ Ἰουλίας ἀδελφὴ χρήματα δίδωσι· πάντα τὰ λεγόμενα | |
136(50) | ἀληθῆ πιστεύσαντες τὰς ψυχὰς ἐξεπτόηντο. Ἐνῆγε δὲ αὐτοὺς εἰς πραγμάτων καινοτομίαν τὸ Μακρίνου μῖσος καὶ ἡ Ἀντωνίνου μνήμη καὶ πρό γε πάντων ἡ τῶν χρημάτων ἐλπὶς, ὡς πολλοὺς καὶ αὐτομολοῦντας φοιτᾶν. 7. Ὁ δὲ Μακρῖνος καταφρονῶν τοῦ πράγματος ὡς | |
55 | παιδαριώδους, χρώμενός τε τῇ συνήθει ῥᾳθυμίᾳ, αὐ‐ τὸς μὲν οἴκοι μένει, πέμπει δὲ ἕνα τῶν ἐπάρχων τοῦ στρατοπέδου, δύναμιν δοὺς ὅσην ᾤετο ἐκπορθήσειν τοὺς | |
ἀνθεστηκότας. Ἦν δὲ ὁ ἔπαρχος Ἰουλιανός. Οὗτος ὡς τῷ τείχει τοῦ στρατοπέδου παρέστη, οἱ ἔνδοθεν στρα‐ | 590 | |
60 | τιῶται ἀνελθόντες ἐπὶ τοὺς πύργους, τὸν παῖδα τῷ ἔξω‐ θεν στρατῷ δεικνύουσιν, Ἀντωνίνου υἱὸν εὐφημοῦντες, βαλάντιά τε χρημάτων μεστὰ ἐπεδείκνυον. Οἱ δὲ πι‐ στεύσαντες αὐτοῖς, τοῦ μὲν Ἰουλιανοῦ τὴν κεφαλὴν ἀποτέμνουσι, καὶ πέμπουσι τῷ Μακρίνῳ· αὐτοὶ δὲ | |
65 | πάντες εἰς τὸ στρατόπεδον εἰσεδέχθησαν. Οὕτως ἡ δύ‐ ναμις αὐξηθεῖσα, οὐ μόνον ἦν πρὸς τὸ ἀπομάχεσθαι πολιορκίᾳ, ἀλλὰ καὶ ἐξ ἀντιστάσεως ἀγωνίζεσθαι ἀξιό‐ χρεως. 8. Ὁ δὲ Μακρῖνος, ὡς ταῦτα ἐπύθετο, ἀθροίσας | |
70 | πάντα ὃν εἶχε στρατὸν ἀπῄει· καὶ ὁ Ἀντωνῖνος οὐκ ἀναμείνας ὑπήντησε. Συμμιξάντων δὲ ἀλλήλοις τῶν στρατοπέδων, προεδόθη τε ὁ Μακρῖνος, καὶ φοβηθεὶς ἀποδιδράσκει ἐν ἰδιώτου σχήματι. Καὶ ὁ μὲν ἔφευγεν, ὁ δὲ στρατὸς ἑκατέρωθεν ἐμάχετο, ἄχρις οὗ Ἀντωνῖνος | |
75 | διεκηρυκεύσατο, τήν τε Μακρίνου φυγὴν διαγγέλλων, καὶ ἀμνηστίαν τοῖς ὑπὲρ ἐκείνου μαχομένοις ἔνορκον ὑπισχνούμενος. Οἱ μὲν οὖν πεισθέντες προσεχώρησαν. Ὁ δὲ Ἀντωνῖνος ἐκπέμπει τοὺς διώξοντας τὸν Μακρῖ‐ νον, καὶ καταλαβόντες αὐτὸν ἐν Χαλκηδόνι τῆς Βιθυνίας | |
80 | κρυπτόμενον, τὴν κεφαλὴν ἀπέτεμον· ἐλέγετο δὲ εἰς τὴν Ῥώμην σπεύδειν. Τέλει μὲν δὴ τοιούτῳ ἐχρήσατο ὁ Μακρῖνος, συναιρεθέντος αὐτῷ καὶ τοῦ παιδὸς, βασι‐ λεύσας ἐνιαυτὸν ἕνα. | |
137(t) | ΑΝΤΩΝΙΝΟΣ Ο ΕΛΕΓΑΒΑΛΟΣ. | |
1 | Exc. De virt.: Ὅτι Ἀντωνῖνος ὁ νέος μετὰ τὸ ἀναγορευθῆναι βασιλέα ἐν Νικομηδείᾳ ὢν ἐξεβάκ‐ χευεν, ἐνδύμασί τε ξένοις χρώμενος, ὑπὸ τυμπάνοις καὶ αὐλοῖς προερχόμενος· τὴν γὰρ Ῥωμαϊκὴν πᾶσαν ἐσθῆτα | |
5 | ἐμυσάττετο. Ἡ δὲ Μαισὰ ταῦτα ὁρῶσα πάνυ ἤσχαλλε, πείθειν τε ἐπειρᾶτο μεταμφιέσασθαι τὴν Ῥωμαϊκὴν στολὴν, μέλλοντα εἰς τὴν πόλιν καὶ ἐς τὴν σύγκλητον ἐσελεύσεσθαι. Ὁ δὲ καταφρονήσας τῶν ὑπὸ τῆς πρε‐ σβύτιδος λεχθέντων, μηδὲ ἄλλῳ τινὶ πεισθείς (οὐδὲ γὰρ | |
10 | προσίετο εἰ μὴ τοὺς ὁμοιοτρόπους τε καὶ κόλακας αὑτοῦ τῶν ἁμαρτημάτων), δούς τε τὰς συνήθεις τῷ δήμῳ νομὰς ἐπὶ τῇ τῆς βασιλείας διαδοχῇ, φιλοτίμους τε ἐπι‐ τελέσας θέας, νεών τε μέγιστον κατασκευάσας, ἑκάστοτε προϊὼν ἑκατόμβας ἔθυε, καὶ περὶ τοὺς βωμοὺς ἐχόρευεν | |
15 | ὑπὸ παντοδαποῖς ἤχοις ὀργάνων. Περιειστήκει δὲ πᾶσα ἡ σύγκλητος καὶ τὸ ἱππικὸν τάγμα ἐν θεάτρου σχή‐ ματι. Ὅμως δὲ, καίτοι χορεύειν ἀεὶ καὶ ἱερουργεῖν δο‐ κῶν, πλείστους ἀπέκτεινε τῶν ἐνδόξων, διαβληθέντας αὐτῷ ὡς σκώπτοντας αὐτοῦ τὸν βίον. Ὁ αὐτὸς νεὼν | |
20 | μέγιστον ἐν τῷ προαστείῳ κατασκευάσας τούς τε θεοὺς αὐτοῦ ἐπὶ ἅρματι χρυσῷ καὶ λευκοῖς ἑξαζύγοις ἵπποις ἀναβιβάσας, αὐτός τε ἡνιόχει, καὶ πάντες οἱ Ῥωμαῖοι μετὰ παντοδαπῆς δᾳδουχίας καὶ ἀνθέων προεπόμπευον. Ὡς δὲ ἐν τῷ ναῷ ἱδρύσθησαν, ἀναβὰς ὁ Ἀντωνῖνος ἐπὶ | |
25 | πύργον ἐρρίπτει τοῖς ὄχλοις ἐκπώματα χρυσᾶ καὶ ἀρ‐ γυρᾶ ἐσθῆτάς τε καὶ ὀθόνας παντοδαπὰς, ζῶά τε πάντα ὅσα ἥμερα, πλὴν χοίρων· πολλοὶ δὲ καὶ ἐν ταῖς ἁρπα‐ γαῖς διεφθείροντο. Αὐτὸς δὲ ἑωρᾶτο πολλάκις ὀρχούμε‐ νος, ἡνιοχῶν, προῄει τε ὑπογραφόμενος τοὺς ὀφθαλμοὺς | |
30 | καὶ τὰς παρειὰς ἐρυθαίνων, φύσει τε πρόσωπον ὡραῖον ὑβρίζων βαφαῖς ἀσχήμοσιν. Ὁρῶσα δὲ ταῦτα ἡ Μαισὰ, ὑποπτεύουσά τε τοὺς στρατιώτας ἀπαρέσκεσθαι, πείθει αὐτὸν θέσθαι υἱόν. | |
138 | Ibid.: Ὅτι ἡ Μαμαία τὸν υἱὸν αὐτῆς Ἀλέξανδρον ἀπῆγε μὲν τῶν αἰσχρῶν καὶ ἀπρεπῶν τοῖς βασιλεῦσιν ἔργων, διδασκάλους τε πάσης παιδείας λά‐ θρα μετεπέμπετο, παλαίστραις τε καὶ τοῖς ἀνδρῶν | |
5 | γυμνασίοις [εἴθιζεν]. Ἐφ’ οἷς Ἀντωνῖνος ἤσχαλλε καὶ μετεγίγνωσκε, τούς τε διδασκάλους ἀπεσόβει. Ἐς το‐ σοῦτον δὲ ἐξώκειλεν, ὡς ἂν πάντας τοὺς ἀπὸ τῆς σκηνῆς καὶ τῶν δημοσίων θεάτρων μεταγαγεῖν ἐπὶ τὰς μεγί‐ στας ἀρχὰς, καὶ τοῖς μὲν στρατοπέδοις ἔπαρχον ἐπιστῆ‐ | |
10 | σαι ὀρχηστήν τινα γεγονότα, τῆς τε τῶν ἱππέων ὑπο‐ στάσεως προέστησεν ἡνίοχον. Τοῖς τε δούλοις αὐτοῦ καὶ ἀπελευθέροις τὰς τῶν μεγίστων ἐθνῶν ἐξουσίας ἐνεχεί‐ ριζε. Πάντων δὲ οὕτως τῶν πάλαι δοκούντων σεμνῶν ἐς ὕβριν καὶ παροινίαν ἐκβεβακχευμένων, οἵ τε ἄλλοι | |
15 | πάντες ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται ἤχθοντο. Ἐμυσάττοντο δὲ αὐτὸν ὁρῶντες τὸ μὲν πρόσωπον καλ‐ λωπιζόμενον, περιδεραίοις τε χρυσοῖς καὶ ἐσθῆσιν ἁπα‐ λαῖς ἀνάνδρως κοσμούμενον. Ἐπιρρεπεστέρας τοίνυν τὰς γνώμας πρὸς τὸν Ἀλέξανδρον εἶχον. | |
139 | Exc. De ins.: Ὅτι οἱ στρατιῶται ὁρῶντες τὸν νέον καλλωπιζόμενον καὶ ἀνάνδρως κοσμούμενον, ἐπιρρεπεστέρας τὰς γνώμας πρὸς τὸν τῆς Μαμαίας Ἀλέξανδρον εἶχον, καὶ ἐλπίδας κρείττους· ἐφρούρουν τε | |
5 | αὐτὸν παντοίως ὁρῶντες ἐπιβουλευόμενον ὑπὸ τοῦ Ἀν‐ τωνίνου. Ἥ τε μήτηρ αὐτοῦ οὔτε ποτὸν οὔτε ἐδώδιμόν τι εἴα τὸν παῖδα προσφέρεσθαι τῶν ὑπ’ ἐκείνου πεμπο‐ μένων. Ὀψοποιοῖς τε καὶ οἰνοχόοις ὁ παῖς ἐχρῆτο, οὐ τοῖς βασιλικοῖς, ἀλλὰ τοῖς τῆς μητρός. Ἐδίδου καὶ | |
10 | χρήματα λαθραίως τοῖς στρατιώταις. Ταῦτα μαθὼν Ἀντωνῖνος παντὶ τρόπῳ ἐπεβούλευε τῷ Ἀλεξάνδρῳ καὶ τῇ μητρὶ αὐτοῦ· ἀλλὰ τὰς ἐπιβουλὰς διεκώλυεν ἡ κοινὴ μάμμη. Ὡς δὲ τὰ τῆς ἐπιβουλῆς αὐτῷ [οὐ] προὐχώρει, παραλῦσαι τῆς τοῦ Καίσαρος τιμῆς ἠθέλησε | |
15 | τὸν παῖδα· καὶ οὔτε ἐν ταῖς προσαγορεύσεσιν οὔτε ἐν ταῖς προόδοις Ἀλέξανδρος ἐτιμᾶτο· οἱ δὲ στρατιῶται ἐπεζήτουν τε αὐτὸν, καὶ ἠγανάκτουν, μηδὲ τὴν συνήθη φρουρὰν τῷ Ἀντωνίνῳ πέμποντες. | |
2. Ὁ δὲ Ἀντωνῖνος, ἐν δέει πολλῷ γενόμενος, πα‐ | 591 | |
20 | ραλαβὼν τὸν Ἀλέξανδρον κατῆλθεν εἰς τὸ στρατόπεδον. Οἱ δὲ ἀνοίξαντες τὰς πύλας, ἐδέξαντο αὐτοὺς, ὑπερφυῶς τὸν Ἀλέξανδρον εὐφημοῦντες. Ἐφ’ οἷς ὁ Ἀντωνῖνος ἀγανακτήσας, ἐκέλευσέ τινας πρὸς τιμωρίαν ἐκδοθῆναι. Ἐκεῖνοι δὲ μᾶλλον ταραχθέντες, ἄλλως τε καὶ τὸν Ἀν‐ | |
25 | τωνῖνον ἀποσκευάσασθαι θέλοντες, ἀσχημονοῦντα βα‐ σιλέα, τότε δὴ καὶ τοῖς συλλαμβανομένοις ἐπαμύνειν δεῖν ἡγούμενοι, καιρὸν εὔκαιρον καὶ πρόφασιν δικαίαν νομίζοντες, τὸν μὲν Ἀντωνῖνον αὐτόν τε καὶ τὴν μητέρα Σοαιμίδα (παρῆν γάρ) ἀναιροῦσι, τούς τε περὶ αὐτὸν | |
30 | πάντας, ὅσοι ἔνδον κατελήφθησαν, ὑπηρέται [τε] καὶ συνεργοὶ ἐδόκουν εἶναι τῶν ἁμαρτημάτων. Τὰ δὲ σώ‐ ματα τοῦ τε Ἀντωνίνου καὶ τῆς μητρὸς παρέδοσαν σύ‐ ρειν τε καὶ ὑβρίζειν τοῖς βουλομένοις· ἅπερ ἐπὶ πολὺ διὰ μέσης τῆς πόλεως συρέντα καὶ λωβηθέντα, εἰς τοὺς | |
35 | ὀχετοὺς ἀπερρίφη τοῦ Θύβριδος. Ἀντωνῖνος μὲν οὖν, εἰς ἕκτον ἔτος ἐλάσας τῆς βασιλείας, καὶ χρησάμενος τῷ προειρημένῳ βίῳ, οὕτως ἅμα τῇ μητρὶ κατέ‐ στρεψεν. | |
140(t) | ΑΛΕΞΑΝΔΡΟΣ ΣΕΒΗΡΟΣ. | |
1 | Exc. De virt.: Ὅτι Ἀλέξανδρος ὁ Μαμαίας σὺν τῇ μητρὶ ἄρξας ὑπ’ ἐκείνῃ τὰ πάντα διῴκει, ἥτις πανταχόθεν ἐφρούρει τὴν ἀρχήν. Δικάζειν τε οὖν αὐτὸν ἔπειθεν ἐπὶ πλεῖστον, ὡς ἂν ἐν τούτοις ἀσχολούμενος μὴ | |
5 | ἔχοι καιρὸν εἰς τὸ ἐπιτηδεύειν τι τῶν ἁμαρτημάτων. Ὑπῆρχε δὲ αὐτῷ καὶ φυσικὸν ἦθος πρᾷον καὶ ἥμερον, εἴς τε τὸ φιλάνθρωπον πάνυ ἐπιρρεπές. Εἰς τεσσαρεσ‐ καιδέκατον οὖν ἐλάσας ἔτος τῆς βασιλείας, ἀναιμωτὶ ἦρξε, καίτοι τινῶν μεγίσταις αἰτίαις ὑποπεσόντων, ὡς | |
10 | μετὰ τὴν Μάρκου τελευτὴν τὴν βασιλείαν θαυμάζειν Ἀλεξάνδρου. ᾘτιᾶτο δὲ καὶ τὴν μητέρα, καὶ πάνυ ἤσχαλλεν, ὁρῶν αὐτὴν οὖσαν φιλοχρήματον, καὶ πολλὰ ἐξ ἐπηρειῶν θησαυρίζουσαν. Πολλὰ δὲ ἠναγκάζετο ὑπ’ αὐτῆς πράττειν. Ἦρχε γὰρ αὐτοῦ ὑπερβαλλόντως | |
15 | ἡ μήτηρ. | |
141 | Exc. De ins.: Ὅτι Ἀλεξάνδρου τοῦ Μα‐ μαίας μετὰ τὴν ἐν Πέρσαις συμφορὰν κατὰ τὴν Ἀν‐ τιόχειαν διατρίβοντος, ἀγγέλλεται αὐτῷ, ὅτι Γερμανοὶ Ῥῆνον καὶ Ἴστρον διαβάντες, τὴν Ῥωμαίων πορθοῦσι | |
5 | γῆν, καὶ τὰ ἐπὶ ταῖς ὀχθαῖς στρατόπεδα κατατρέχουσι, πόλεις τε καὶ κώμας ἐμπιπρᾶσι· δεῖσθαι τοίνυν τῆς αὐτοῦ παρουσίας. Δηλωθέντα δὲ ταῦτα τὸν Ἀλέξανδρον ἐτάραξε, καὶ τοὺς ἐκ τοῦ Ἰλλυρικοῦ στρατιώτας ἐλύ‐ πησε, διπλῇ δοκοῦντας κεχρῆσθαι συμφορᾷ, ἔκ τε ὧν | |
10 | ἐπεπόνθεσαν Πέρσαις μαχόμενοι, καὶ ἐξ ὧν ἐπυνθάνοντο τοὺς οἰκείους ὑπὸ Γερμανῶν ἀπολωλότας. Ἠγανάκτουν οὖν καὶ τὸν Ἀλέξανδρον εἶχον ἐν αἰτίᾳ. Ἦν δὲ καὶ αὐτῷ δέος περὶ τῆς Ἰταλίας· οὐδὲ γὰρ πολλὴν ὁδὸν ἀπέχει ἀπὸ τῶν Ἰλλυριῶν ἐθνῶν τὰ Ῥωμαίων. Ἐπαγγέλλει | |
15 | δὴ καὶ ἄκων τὴν ἔξοδον, καταλιπὼν δύναμιν αὐτάρκη ταῖς Ῥωμαίων ὄχθαις. Ἀνύσας δὲ τὴν ὁδοιπορίαν, ἐφί‐ σταται τῷ Ῥήνῳ, καὶ τὰ πρὸς τὸν Γερμανικὸν πόλε‐ μον παρεσκεύαζε· τόν τε ποταμὸν ναυσὶ γεφυρώσας, Παρθυαίους τε καὶ Μαυρουσίους πολλοὺς τῷ Ῥωμαίων | |
20 | στρατῷ συμμίξας, ἤρτυε τὸν πόλεμον. Ἔδοξε δὲ πρό‐ τερον πρεσβείαν πέμψαι πρὸς αὐτοὺς καὶ χρήματα ἐπαγγείλασθαι, ὡς ἂν τῇ φιλαργυρίᾳ πεισθέντες παύ‐ σωνται τοῦ πολέμου. Καὶ οἱ μὲν στρατιῶται χαλεπῶς ἔφερον, διατριβῆς τε ματαίας αὐτοῖς γινομένης, καὶ μη‐ | |
25 | δὲν πρόθυμον ἢ γενναῖον παρέχοντος τοῦ Ἀλεξάνδρου, ἀλλ’ ἐν ἡνιοχείαις τε καὶ τρυφαῖς σχολάζοντος. 2. Ἦν δέ τις ἐν τῷ στρατῷ Μαξιμῖνος ὄνομα, τὸ μὲν γένος Θρᾲξ μιξοβάρβαρος· πρότερον μὲν ἐν παιδὶ ποιμαίνων, ἐν ἀκμῇ δὲ γενόμενος εἰς τοὺς ἱππεῖς στρα‐ | |
30 | τιώτας ταγεὶς, εἶτα κατ’ ὀλίγον αὐτὸν χειραγωγούσης τῆς τύχης, καὶ ἐθνῶν ἀρχὰς πιστευθείς. Τότε δὴ ὁ Ἀλέξανδρος πάσης αὐτὸν τοῦ στρατοῦ νεολαίας ἐπέ‐ στησεν, ὡς ἂν ἀσκοίη τε αὐτοὺς καὶ εἰς τὸ πολεμεῖν ἐπιτηδείους παρασκευάζοι. Ὁ δὲ μετὰ πάσης σπουδῆς | |
35 | τὰ ἐγκεχειρισμένα ποιούμενος, εὔνοιαν πολλὴν παρὰ τῶν στρατιωτῶν ἐκτήσατο. Ὅθεν οἱ νεανίαι, ἐν οἷς ἦν τὸ πολὺ πλῆθος [Παιόνων] μάλιστα, τῇ μὲν ἀνδρείᾳ τῇ Μαξιμίνου ἔχαιρον, τὸν δὲ Ἀλέξανδρον ἐπέσκωπτον, ὡς ὑπὸ τῆς μητρὸς ἀρχόμενον. Ὑπεμίμνησκον δὲ ἀλλή‐ | |
40 | λους τῶν τε ὑπὸ ταῖς ἀνατολαῖς διὰ μέλλησιν αὐτοῦ πταισμάτων, καὶ ὅτι μηδὲν γενναῖον παρέχοιτο ἐς Γερ‐ μανοὺς ἐλθών. Ὄντες οὖν καὶ ἄλλως εἰς τὸ καινοτομεῖν ἐπιτήδειοι, καὶ τὸ μὲν [παρὸν] τῆς ἀρχῆς βαρὺ διὰ μῆκος ἐξουσίας ἡγούμενοι, ἀκερδές τε ἤδη, πάσης προ‐ | |
45 | ανηλωμένης φιλοτιμίας, ἐβουλεύσαντο ἀποσκευάσασθαι μὲν τὸν Ἀλέξανδρον, ἀνειπεῖν δ’ αὐτοκράτορα καὶ Αὔ‐ γουστον τὸν Μαξιμῖνον. 3. Ἀθροισθέντες οὖν εἰς τὸ πεδίον ὡπλισμένοι, ὡς ἐπὶ τὰ συνήθη γυμνάσια προελθόντα καὶ ἐπιστάντα | |
141(50) | αὐτοῖς Μαξιμῖνον, πορφύρᾳ περιβαλόντες βασιλικῇ, αὐ‐ τοκράτορα ἀναγορεύουσιν. Ὁ δὲ τὰ μὲν πρῶτα παρῃ‐ τεῖτο, καὶ τὴν πορφύραν ἀπέρριπτεν· ὡς δὲ ἐνέκειντο ξιφήρεις ἀποκτείνειν ἀπειλοῦντες, τοῦ παρόντος κινδύ‐ νου τὸν μέλλοντα προελόμενος, ἀνεδέξατο τὴν τιμήν. | |
55 | Ὡς δὲ ταῦτα ἠγγέλθη τῷ Ἀλεξάνδρῳ, ἐν μεγίστῃ τα‐ | |
ραχῇ γενόμενος, προπηδήσας τῆς σκηνῆς, ἐνθουσιῶν καὶ δακρύων καὶ τρέμων, τοῦ τε Μαξιμίνου τῆς ἀπι‐ στίας κατηγόρει, καὶ τοὺς νεανίας ἔλεγε ταῦτα [προ‐ πετῶς καὶ ἐπιόρκως] τετολμηκέναι, δώσειν τε πάντα | 592 | |
60 | ὑπισχνεῖτο ὅσα αὐτοὶ βούλοιντο. 4. Ὡς δὲ ὁ Μαξιμῖνος ὤφθη πλησίον, βοή τε καὶ ἦχος ἐξηκούσθη, πάλιν ὁ Ἀλέξανδρος τοὺς στρατιώτας ἐλιπάρει, προμαχεῖν καὶ σώζειν ὃν ἀνεθρέψαντο, καὶ ὑφ’ ᾧ βασιλεύοντι τεσσαρεσκαίδεκα ἔτεσιν ἀμέμπτως | |
65 | βεβιώκεισαν· πάντας τε εἰς οἶκτον καὶ ἔλεον προκαλού‐ μενος, ὁλπίζεσθαι ἐκέλευσεν. Οἱ δὲ στρατιῶται τὰ μὲν πρῶτα ὑπισχνοῦντο, κατ’ ὀλίγους δὲ ἀνεχώρουν, καὶ οὐδὲ ὅπλα λαβεῖν ἤθελον, ἀλλὰ καὶ τὸν ἐπάρχοντα καὶ τοὺς οἰκείους Ἀλεξάνδρου ᾔτουν πρὸς ἀναίρεσιν. (Πα‐ | |
70 | πιανὸς δὲ ἦν ὁ νομοθέτης.) Οἱ δὲ καὶ τὴν μητέρα ἐμέμ‐ φοντο. Καὶ μέχρι μέν τινος τοιαῦτα βοῶντες προσέμενον. 5. Ὡς δὲ ὁ τοῦ Μαξιμίνου στρατὸς ἤγγισεν, [καὶ] βοῶντες οἱ νεανίαι προὐκαλοῦντο τοὺς συστρατιώτας, καταλιπεῖν μὲν γύναιον μικρολόγον καὶ μειράκιον δει‐ | |
75 | λὸν μητρὶ δουλεῦον, προσιέναι δὲ συστρατιώτῃ ἐν ὅπλοις ἀεὶ καὶ πολεμικοῖς ἔργοις διῃτημένῳ· πεισθέντες οἱ στρατιῶται, τὸν μὲν Ἀλέξανδρον καταλιμπάνουσιν, αὐτοὶ δὲ προσίασι τῷ Μαξιμίνῳ· αὐτοκράτωρ τε ὑπὸ πάντων ἐκεῖνος ἀναγορεύεται. Ὁ δὲ Ἀλέξανδρος τρέ‐ | |
80 | μων καὶ λειποψυχῶν, μόλις εἰς τὴν σκηνὴν ἐπανέρχε‐ ται, καὶ τῇ μητρὶ περιπλακεὶς καὶ ἀποδυρόμενός τε καὶ αἰτιώμενος αὐτὴν, ἀνέμενε τὸν φονεύσοντα. 6. Ὁ δὲ Μαξιμῖνος ὑπὸ πάντων Σεβαστὸς προσα‐ γορευθεὶς, πέμπει τινὰς τοὺς φονεύσοντας τὸν Ἀλέξαν‐ | |
85 | δρον καὶ τὴν μητέρα, καὶ εἴ τινες ἀνθίσταντο τῶν σὺν αὐτῷ. Οἱ δὲ ἐπιπηδήσαντες τῇ σκηνῇ, αὐτόν τε ἀναι‐ ροῦσι καὶ τὴν μητέρα, καὶ εἴ τινες ἐδόκουν ἐκείνῳ φίλοι, πλὴν τῶν πρὸς ὀλίγον φυγεῖν δυνηθέντων· πάντας γὰρ ὁ Μαξιμῖνος μετ’ οὐ πολὺ συλλαβὼν ἀπέκτεινεν. Τέλος | |
90 | μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Ἀλέξανδρον καὶ τὴν μη‐ τέρα, βασιλεύσαντα ἔτεσι ιδʹ, ὅσον πρὸς τοὺς ἀρχομέ‐ νους, ἀμέμπτως καὶ ἀναιμωτί· φόνου τε γὰρ καὶ ὠμότητος ἀκρίτων τε ἔργων ἀλλότριος ἐγένετο, εἴ τε τὸ φιλάνθρωπον καὶ εὐεργετικὸν ἐπιρρεπής. Πάνυ γοῦν | |
95 | [ἂν] ἡ Ἀλεξάνδρου βασιλεία εὐδοκίμησεν εἰς τὸ ὁλόκλη‐ ρον, εἰ μὴ διεβέβλητο αὐτῷ τὰ τῆς μητρὸς εἰς φιλαρ‐ γυρίαν τε καὶ μικρολογίαν. | |
142(t) | ΜΑΞΙΜΙΝΟΣ. | |
1 | Exc. De virt.: Ὅτι Μαξιμῖνος παραλα‐ βὼν τὴν ἀρχὴν, πολλὴν τὴν μεταβολὴν ἐποιήσατο, τραχύτατα καὶ μετὰ πολλοῦ φόβου τῇ ἐξουσίᾳ χρώμε‐ νος, ἔκ τε ἡμέρου βασιλείας εἰς τυραννίδος ὠμότητα | |
5 | μεταγαγεῖν πάντα ἐπειρᾶτο. Φύσει δὲ ἦν τὸ ἦθος, ὥσπερ καὶ τὸ γένος, βάρβαρος, τό τε φονικὸν πάτριον ἔχων. Εὐθέως οὖν τούς τε φίλους πάντας, οἳ συνῆσαν τῷ Ἀλεξάνδρῳ, σύνεδροί τε ὑπὸ τῆς συγκλήτου ἐπιλε‐ χθέντες, ἀπεσκευάσατο, μόνος εἶναι βουλόμενος ἐν τῷ | |
10 | στρατῷ, καὶ μηδένα αὐτῷ παρεῖναι ἐκ συνειδήσεως εὐ‐ γενοῦς [κρείττονα]. Πλείστους δὲ αὐτῶν καὶ ἀπέκτεινεν ἐπιβουλὰς ὑποπτεύων. Τόν τε γὰρ Μάγνον καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν πρὸς Γερμανοὺς νομισθεῖσαν προδοσίαν ἀνεῖλεν. Εἴχετο γὰρ τῆς πρὸς αὐτοὺς μάχης. | |
143 | Exc. De ins.: Ὅτι ἐπὶ Μαξιμίνου τοῦ βα‐ σιλέως ἐγένετό τις καὶ Ὀσροηνῶν ἀπόστασις, οἳ πάνυ ἀλγοῦντες ἐπὶ τῇ Ἀλεξάνδρου τελευτῇ, τινὶ Κουαρτίνῳ, τὴν ὕπατον ἀρχὴν διανύσαντι, φίλῳ δὲ γενομένῳ τοῦ | |
5 | Ἀλεξάνδρου, πορφυρίδα τε ὀλεθρίαν περιέβαλον ἄκοντι, καὶ αὐτοκράτορα ὠνόμασαν. Ἐκεῖνος μὲν οὖν ἐν τῇ σκηνῇ καθεύδων ἐπιβουλευθεὶς νύκτωρ ἀνῃρέθῃ ὑπό τοῦ συνόντος αὐτῷ φίλου πρὸς χάριν τοῦ Μαξιμίνου. | |
144 | Exc. De virt.: Ὅτι καὶ ἀποστάσεις ἐγί‐ νοντο ἐπὶ Μαξιμίνου. Ἔτι γὰρ εἰς τραχύτητα μᾶλλον καὶ ὠμότητα ἠκόνησαν τὴν τοῦ Μαξιμίνου ψυχὴν, καὶ πρότερον οὕτω πεφυκυῖαν. Ἦν δὲ καὶ τὴν ὄψιν φοβε‐ | |
5 | ρώτατος καὶ μέγιστος τὸ σῶμα. | |
145 | Ibid.: Ὅτι ἐπὶ Μαξιμίνου πολλή τις ἦν περὶ τοὺς ὑπηκόους ἀπανθρωπία καὶ φόνοι πολλοί. Ἀνε‐ σείσθη γὰρ πᾶσα ἡ Ῥωμαίων πολιτεία συκοφάνταις τε καὶ δούλοις ἐκδοθεῖσα. Ἑκάστης γοῦν ἡμέρας ἦν ἰδεῖν | |
5 | τοὺς χθὲς πλουσίους μεταιτοῦντας. Τοσαύτη τις ἦν τῆς τυραννίδος ἡ φιλοχρηματία. Πολλοὶ δὲ καὶ φυγαῖς καὶ θανάτοις ἐζημιοῦντο. (Καὶ) ἐφ’ ὅσον μὲν οὖν εἰς τοὺς καθ’ ἕνα ταῦτα ἐπράττετο, οὐ πάνυ τι τοῖς δήμοις ἔμελε· τὰ γὰρ τῶν εὐδαιμονεῖν δοκούντων ἢ πλουσίων | |
10 | πταίσματα πρὸς τῶν ὄχλων οὐ μόνον ἀμελεῖται, ἀλλά τινας τῶν κακοήθων καὶ φαύλων ἔσθ’ ὅτε καὶ εὐφραίνει τῷ φθόνῳ. Ἐπεὶ δὲ ὁ Μαξιμῖνος τοὺς πλείστους τῶν ἐνδόξων οἴκων εἰς πενίαν περιστήσας, ᾠήθη μετελθεῖν εἰς τὰ δημόσια, καὶ εἴ τινα χρήματα ἦν πολιτικὰ καὶ | |
15 | εἰς εὐθηνίας ἢ νομὰς τῶν δημοτῶν ἠθροισμένα, εἰς ἑαυ‐ τὸν μετήγαγε, ναῶν τε ἀναθήματα καὶ ἀγάλματα πό‐ | |
λεων, καὶ εἴ τι καλλώπισμα ἦν, ἐχωνεύετο (ὅπερ μά‐ λιστα τοὺς δήμους ἐλύπει, πένθος τε δημόσιον ἐνεποίει, δίχα μάχης ὄψις πολιορκίας, ὥς τινας τῶν δημοτῶν | 593 | |
20 | καὶ εἰς χεῖρας ἐλθεῖν)· ἐντεῦθεν μάλιστα αἱ ψυχαὶ τῶν ἁπάντων ἀπηρέσκοντο, οἵ τε στρατιῶται ὠνειδίζοντο, ὡς δὴ δι’ αὐτοὺς ταῦτα πράττοντος Μαξιμίνου. Αἰτίαι μὲν οὖν αὗται εἰς μῖσος καὶ ἀπόστασιν ἅπαντας παρώξυνον. | |
146 | Exc. De ins.: Ὅτι διὰ τὴν τραχύτητα καὶ ὠμότητα τοῦ Μαξιμίνου εἰς μῖσος καὶ ἀπόστασιν πάν‐ τες παρωξύνοντο, ἄρξασθαι δὲ οὐδεὶς ἐτόλμα, ἄχρις οὗ Λίβυες ἐπανέστησαν, ἐξ αἰτίας τοιᾶσδε. Ἐπετρόπευέ τις | |
5 | τῆς Καρχηδονίας χώρας τραχύτατα καὶ μετὰ πάσης ὠμότητος, καταδίκας τε ποιῶν καὶ χρημάτων εἰσπρά‐ ξεις, βουλόμενος εὐδοκιμεῖν παρὰ τῷ Μαξιμίνῳ. Ἐκεῖ‐ νός (τε) γὰρ τοὺς ἁρμόζοντας τῇ αὑτοῦ γνώμῃ ἐπελέ‐ γετο. Διὸ τῆς Λιβύης ἄρχων πᾶσιν μὲν βιαίως ἐπεφέ‐ | |
10 | ρετο, νεανίσκους δέ τινας τῶν παρ’ ἐκείνοις εὖ γεγονότων [καὶ] πλουσίων, καταδίκαις περιβαλὼν, εἰσπράττειν [τὰ] χρήματα εὐθέως ἐπειρᾶτο, πατρῴων τε καὶ προ‐ γονικῶν οὐσιῶν αὐτοὺς ἀναιρεῖσθαι. Ἐφ’ οἷς ἀλγήσαντες οὗτοι, τὰ μὲν χρήματα δώσειν ὑπέσχοντο, τριῶν ἡμε‐ | |
15 | ρῶν αἰτήσαντες ἀνάθεσιν· συνωμοσίαν δὲ ποιησάμενοι, πάντας οὓς ᾔδεισαν ἢ πεπονθότας τι δεινὸν ἢ παθεῖν δεδοικότας, πείσαντες, κελεύουσι νύκτωρ κατελθεῖν τοὺς ἐκ τῶν ἀγρῶν νεανίσκους, ξύλα τε καὶ πελέκεις ἐπιφέ‐ ρεσθαι. Οἱ δὲ μέγα τι πλῆθος συνελθόντες, ἅμα τῷ | |
20 | περιόρθριον γενέσθαι εἰς τοὺς τῶν δεσποτῶν οἴκους ἀπαν‐ τῶσι, καὶ σὺν αὐτοῖς πάντες ὁρμῶσι ξιφήρεις· καὶ πρότερον μὲν τὸν ἐπίτροπον αἰφνιδίως ἀναιροῦσι, καὶ πολλοὺς τῶν περὶ αὐτὸν στρατιωτῶν· ἔπειτα καὶ τὸν τῆς χώρας ἡγούμενον. | |
25 | 2. Ὡς δὲ ταῦτα αὐτοῖς προεχώρησεν, ἐν ἔργοις μεί‐ ζοσιν ᾔδεσαν [μόνην ἑαυτοῖς σωτηρίαν ὑπάρχουσαν]· πᾶν τε τὸ ἔθνος ἀναπείσαντες εἰς ἀπόστασιν (ὅπερ ᾔδεσαν πά‐ λαι μὲν εὔχεσθαι μίσει Μαξιμίνου, φόβῳ δὲ κωλύεσθαι), μεσαζούσης ἡμέρας [ἐπίασιν] ἐπὶ τὴν τοῦ ἀνθυπατεύοντος | |
30 | οἰκίαν· Γορδιανὸς δὲ ἦν ὄνομα, κλήρῳ μὲν τὴν ἀνθύπατον λαχὼν, πρεσβύτης δὲ εἰς ἔτος πʹ ἐληλακὼς, πολλῶν τε πρό‐ τερον [ἄρξας ἐθνῶν, ἐν τε πράξεσι μεγίσταις ἐξετασθείς]. 3. *** πράξει ὑπατικὰς (Σαβῖνος δὲ ἦν ὄνομα αὐτῷ), βουλόμενον κωλῦσαι τὰ γινόμενα, ξύλῳ παισθέντα | |
35 | κατὰ τοῦ κρανίου τελευτῆσαι. Καὶ ὁ μὲν δῆμος ἐν τού‐ τοις ἦν. Ἡ δὲ σύγκλητος ἅπαξ ἀναρριφθέντος κινδύνου, πάντα ἔπραττεν εἰς τὸ ἀποστῆσαι τὰ ἔθνη, πρεσβείαν πρὸς πάντας ἡγουμένους πέμπουσα, καὶ τὴν Ῥωμαίων γνώμην δηλοῦσα, δεομένη τε συναίρεσθαι τῇ πατρίδι. | |
40 | Οἱ πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν· ὀλίγοι δέ τινες διεχρήσαντο τοὺς ἐλθόντας. 3. Καὶ τὰ μὲν κατὰ τὴν Ῥωμαίων πόλιν τε καὶ γνώμην τοιαῦτα ἦν. Ἐν δὲ τῇ Καρχηδόνι οὐχ ὡς ἤλ‐ πισαν τὰ πράγματα προὐχώρει. Καπελλιανὸς γὰρ ἦν | |
45 | τις ὄνομα τῶν ἀπὸ συγκλήτου· ἡγεῖτο δὲ Μαυρουσίων τῶν ὑπὸ Ῥωμαίοις Νομάδων, ἔχων καὶ στρατιωτῶν οὐκ εὐκαταφρόνητον δύναμιν. Τοῦτον ὁ Γορδιανὸς τῆς ἀρχῆς παραλύσας, τοῦ ἔθνους ἐξελθεῖν ἐκέλευσεν. Ὁ δὲ τὸν στρατὸν ἀθροίσας, κατῆλθεν ἐπὶ τὴν Καρχηδόνα. | |
146(50) | Ὡς δὲ ἀπηγγέλθη τῷ Γορδιανῷ ὁ στρατὸς προσιὼν τῇ πόλει, αὐτός τε ἐν ἐσχάτῳ δέει ἦν, οἵ τε Καρχηδόνιοι ταραχθέντες, οἰόμενοί τε ἐν πλήθει ὄχλου, οὐκ ἐν εὐτα‐ ξίᾳ στρατοῦ, νικᾶν, πανδημεὶ πάντες ἐξίασιν. 5. Ὁ Γορδιανὸς μὲν οὖν ὁ πρεσβύτης ἅμα τῷ τῆς | |
55 | Καρχηδόνος ἐπιβῆναι ἐν ἀπογνώσει γενόμενος, ἐννοῶν τὴν δύναμιν Μαξιμίνου, οὐδὲν δὲ ὁρῶν ἐν Λιβύῃ ἀξιό‐ μαχον, ἀνήρτησεν ἑαυτὸν βρόχῳ. Κρυπτομένης [δὲ] αὐτοῦ τῆς τελευτῆς, τὸν υἱὸν αὐτοῦ στρατηγήσοντα τοῦ πλήθους εἵλοντο. Γενομένης δὲ συμβολῆς, ἅπαντες οἱ | |
60 | Καρχηδόνιοι διεφθάρησαν· οὐχ ὑπομείναντες γὰρ τὴν ἔφοδον τῶν βαρβάρων, ἀλλὰ πάντα ἁ ἐπεφέροντο ὅπλα ῥίψαντες ἔφυγον· ὠθούμενοι δὲ ὑπ’ ἀλλήλων οἱ πλείους ἀπώλοντο. Ἔνθα καὶ ὁ τοῦ Γορδιανοῦ υἱὸς ἀνῃρέθη, καὶ οἱ περὶ αὐτὸν πάντες, ὡς διὰ πλῆθος πτωμάτων | |
65 | μηδὲ τοὺς νεκροὺς ταφῆναι μηδὲ τοῦ Γορδιανοῦ τοῦ νέου εὑρεθῆναι σῶμα. Πολλὴ δὲ οἰμωγὴ κατὰ τὴν πό‐ λιν γυναικῶν τε καὶ παίδων ἐγένετο. Τοιούτῳ μὲν δὴ τέλει ὁ Γορδιανὸς ἐχρήσατο, βιώσας τὰ πρῶτα εὐδαι‐ μόνως, ἐν εἰκόνι τε βασιλείας τελευτήσας. | |
70 | 6. Ὁ δὲ Καπελλιανὸς εἰς Καρχηδόνα εἰσελθὼν, πάν‐ τας τε τοὺς πρωτεύοντας ἀπέκτεινεν, καὶ εἴ τινες διε‐ σώθησαν ἐκ τῆς μάχης, ἐφείδετο οὐδενὸς, οὔτε ἱερῶν συλήσεως, οὔτε χρημάτων ἁρπαγῆς· ἀλλὰ καὶ τὰς λοιπὰς περιῄει πόλεις τοιαῦτα δρῶν. Ὡς δὲ ἐς τὴν Ῥώ‐ | |
75 | μην ἐδηλώθη ἡ τοῦ πρεσβύτου τελευτὴ, ἐν πολλῇ ἀφα‐ σίᾳ ἐγένοντο. Ἔδοξεν οὖν αὐτοῖς συνελθεῖν καὶ περὶ τῶν πρακτέων σκέψασθαι, καὶ προστησαμένους ἐπιλέ‐ ξασθαι βασιλέα. Συνῆλθον [οὖν] εἰς τὸ Καπιτώλιον, καὶ ψηφίζονται βασιλεῖς Μάξιμόν τε καὶ Βαλβῖνον, εὐ‐ | |
80 | θέως τε αὐτοκράτορας ὀνομάζουσιν. 7. Ὁ δὲ Μαξιμῖνος ἥσθη μὲν ἐπὶ τῇ τῶν Ἰταλιωτῶν εὐθὺς φυγῇ, ἐλπίζων πάντας τοῦτο ποιήσειν· ὁ δὲ στρα‐ | |
τὸς ἤχθετο, ἐν ἀρχῇ λιμοῦ πειρώμενος. Διανυκτερεύ‐ σαντες οὖν [οἱ μὲν ἐν τῇ πόλει, οἱ δ’ ἐν τῷ πεδίῳ] ἐπὶ | 594 | |
85 | τὰς Ἄλπεις ἤγοντο, ὄρη ὑψηλά. Ὡς δὲ ταύτας διέβησαν ἀκωλύτως, καταβαίνοντες εἰς τὸ πεδίον, ἤδη ἀνεθάρ‐ ρησάν τε καὶ ἐπαιάνισαν. Ἔνθα ἦν πόλις Ἀκυληία· πρὸς ἣν καταχθεὶς ὁ Μαξιμῖνος εὗρε μὲν τὰς πύλας κε‐ κλεισμένας, τὸν δὲ στρατὸν ἤδη ἀπαγορεύειν καὶ ἀνα‐ | |
90 | χωρεῖν βουλόμενον τῆς πολιορκίας, βαλλόμενον λίθοις τε καὶ δόρασιν. Ὁ δὲ Μαξιμῖνος ἀγανακτήσας πρὸς τοὺς στρατηγοὺς, ὡς ἀμελέστερον μαχομένους, αὐτὸς τῆς μάχης εἴχετο. 8. Οἱ δὲ ἀπὸ τῆς Ἀκυληίας πανδημεὶ ἐπὶ τῶν τειχῶν | |
95 | νύκτωρ καὶ μεθ’ ἡμέραν ἀπεμάχοντο. Ἐστρατήγουν δὲ αὐτῶν καὶ πάντα διὰ φροντίδος εἶχον ἄνδρες βʹ ἀπὸ ὑπατείας, ἐπιλεχθέντες δὲ ὑπὸ τῆς συγκλήτου· ὧν ὁ μὲν Κρισπῖνος, ὁ δὲ Μηνόφιλος ἐκαλεῖτο· καὶ μετὰ πολλῆς προνοίας τὰ ἐπιτήδεια εἰσεκομίσαντο. Ἦν δὲ καὶ ὕδα‐ | |
146(100) | τος ἀφθονία. Τῷ δὲ Μαξιμίνῳ ἔδοξε πέμπειν ἐν σχή‐ ματι πρεσβείας τοὺς κάτωθεν διαλεξομένους, εἰ ἄρα πεί‐ σειαν αὐτοὺς ἀνοῖξαι τὰ πύλας. Ὁ δὲ Κρισπῖνος περιέθεε, δεόμενος μὴ πείθεσθαι ὑποσχέσεσι τυράννου ἐπιόρκου, ἀλλὰ πρὸς τὴν Ῥωμαίων σύγκλητον εὔνοιαν φυλάττειν· | |
105 | πολλῶν δὲ καὶ χρησμῶν αὐτοῖς καὶ μαντείων αἰσίων γενομένων, ἔπεισεν αὐτοὺς ἀποδιῶξαι τοὺς πρέσβεις. 9. Ὁ δὲ Μαξιμῖνος ταῦτα μαθὼν πλείονι τῷ θυμῷ ἐχρήσατο, καὶ γεφυρώσας τὸν παραρρέοντα ποταμὸν, προσήγγισε τῷ τείχει, καὶ τειχομαχεῖν ἤρξατο παντὶ | |
110 | σθένει. Πολλῶν δὲ σχεδὸν ἑκάστης ἡμέρας γενομένων προσβολῶν, καὶ παντὸς τοῦ στρατοῦ ὥσπερ σαγηνεύον‐ τος τὴν πόλιν, μετὰ πολλῆς βίας καὶ προθύμου μάχης ἀντεῖχον οἱ Ἀκυλήσιοι πανδημεὶ ἅμα γυναιξὶ καὶ παι‐ σὶν, οὐδέ τις ἦν, ὃς μὴ μετεῖχε τῶν ὑπὲρ πατρίδος πό‐ | |
115 | νων· οὐδὲ ᾤετο Μαξιμῖνος ἄλλως αὐτῷ τὴν ἐπὶ Ῥώ‐ μην ὁδὸν ἔσεσθαι εὐπρεπῆ, εἰ μὴ πρότερον τὴν ἀντι‐ στᾶσαν τῆς Ἰταλίας πόλιν καθέλῃ. Ὑποσχέσεσί τε οὖν καὶ δωρεαῖς αὐτός τε καὶ ὁ παῖς αὐτοῦ, ὃν πεποιήκει Καίσαρα, περιθέοντες τὸν στρατὸν ἀνέπειθον. | |
120 | 10. Οἱ δὲ Ἀκυλήσιοι λίθοις τε [καὶ] κιρνῶντες θείῳ καὶ ἀσφάλτῳ πίσσαν καὶ ἔλαιον ἔβαλλον τὸν στρα‐ τόν· πυρώσαντες γὰρ ταῦτα, ὄμβρου δίκην κατεχών‐ νυον, ὥστε γυμνοῦσθαι αὐτοὺς τῶν ὅπλων καιομένους, καὶ διαφθείρεσθαι τά τε πρόσωπα καὶ τὰς χεῖρας ἀκρω‐ | |
125 | τηριαζομένους· ἀλλὰ μὴν καὶ τὰς προσαγομένας μη‐ χανὰς ταύτῃ τῇ σοφίᾳ κατέκαιον. Τῶν μὲν οὖν πρώτων ἡμερῶν ἀντίπαλός πως καὶ ἰσόρροπος ἔμενεν ἡ τύχη τῆς μάχης· χρόνου δὲ γενομένου, ὅ τε στρατὸς τοῦ Μα‐ ξιμίνου ὀκνηρὸς ἐγένετο, καὶ πταίων τῆς ἐλπίδος ἀθύμως | |
130 | διέκειτο· οἱ δὲ Ἀκυλήσιοι ἐρρώνυντό τε καὶ τῶν στρα‐ τιωτῶν κατεφρόνουν, ὥστε καὶ σκώπτειν τὸν Μαξιμῖ‐ νον, καὶ ὕβρεις αἰσχρὰς [εἰς] αὐτὸν ἀπορρίπτειν· ἐφ’ αἷς ἐκεῖνος κινούμενος τοὺς ἰδίους ἐκόλαζεν, ὡς ῥᾳθύμως καὶ ἀνάνδρως προσφερομένους τῇ πολιορκίᾳ· ὅθεν αὐτῷ | |
135 | περιεγένετο πρὸς μὲν τῶν οἰκείων μῖσός τε καὶ ὀργὴ, πρὸς δὲ τῶν ἀντιπάλων καταφρόνησις. 11. Συνέβαινε δὲ τοῖς Ἀκυλησίοις πολλὴν ὑπάρχειν τῶν ἐπιτηδείων ἀφθονίαν, πάντων ἐν τῇ πόλει σεσω‐ ρευμένων· ὁ δὲ στρατὸς τοὐναντίον ἐν σπάνει πάντων | |
140 | ὑπῆρχεν, ὑπὸ σκηναῖς τε αὐτοσχεδίοις καὶ γυμνῷ τῷ ἀέρι διατρίβων. Οἱ γὰρ Ῥωμαῖοι πάντα προκατέλαβον, ὑπατικοὺς ἄνδρας προχειρισάμενοι τῆς κατὰ τὴν Ἰτα‐ λίαν φρουρᾶς. Συνέβαινε δὲ καὶ τὸν στρατὸν δοκοῦντα πολιορκεῖν, αὐτὸν πολιορκεῖσθαι· ὅθεν ἐν ἀπογνώσει | |
145 | γενόμενοι οἱ στρατιῶται, τά τε κατὰ τὴν Ῥώμην καὶ πᾶσαν τὴν Ἰταλίαν πυθόμενοι, αἰφνιδίως, ἀναπαυο‐ μένου τοῦ Μαξιμίνου ἐν τῇ σκηνῇ, καὶ τῆς ἡμέρας ἐκείνης ἐν ἀνέσει τοῦ πολέμου οὔσης, τῶν τε πλείστων εἰς τὰς σκηνὰς ἀνακεχωρηκότων, ἔδοξε τοῖς στρατιώ‐ | |
146(150) | ταις, οἳ πρὸς τῇ Ῥωμαίων πόλει στρατόπεδον εἶχον ὑπὸ τὸ καλούμενον Ἀλβανὸν, ἔνθα παῖδας καὶ γυναῖκας καταλελοίπεσαν, φονεῦσαι τὸν Μαξιμῖνον, ὡς παύ‐ σαιντο χρονίου πολιορκίας, μηκέτι [δὲ] πορθοῖεν Ἰτα‐ λίαν ὑπὲρ τυράννου κατεγνωσμένου καὶ μεμισημένου. | |
155 | Τολμήσαντες οὖν ἐπίασι τῇ σκηνῇ περὶ μέσην ἡμέραν, συναραμένων αὐτοῖς καὶ τῶν δορυφόρων, τάς τε εἰκόνας ἐκ τῶν σημείων κατασπῶσι, καὶ αὐτὸν σὺν τῷ παιδὶ ἀναιροῦσι. Φονεύουσι δὲ καὶ τὸν ἐπάρχοντα τοῦ στρα‐ τοῦ, πάντας τε ἀναιροῦσι τοὺς ἐκείνῳ θυμήρεις· ῥίψαν‐ | |
160 | τές τε τὰ σώματα τοῖς βουλομένοις ἐνυβρίζειν, [εἴασαν κυσί τε καὶ ὄρνισι βοράν]· τούτων δὲ τὰς κεφαλὰς ἐς Ῥώμην ἔπεμψαν. Τοιούτῳ μὲν δὴ τέλει Μαξιμῖνος καὶ ὁ παῖς αὐτοῦ ἐχρήσαντο, βασιλεύσαντες ἔτη γʹ, δί‐ κας πονηρᾶς ἀρχῆς ὑποσχόντες. | |
165t | ΜΑΞΙΜΟΣ ΚΑΙ ΒΑΛΒΙΝΟΣ. | |
166 | 12. Ὁ δὲ στρατὸς ὡς ἐπύθετο τὰ γενόμενα, πρὸς τὴν Ἀκυληίαν παραγενόμενος ἐν εἰρηνικῷ σχήματι, ἐντὸς μὲν τῶν τειχῶν οὐχ ὑπεδέχθη, τοὺς δὲ ὑπὸ τῆς συγκλήτου ἀναδειχθέντας αὐτοκράτορας εὐφήμει· οὕτω | |
170 | τε ἔμεινεν παρὰ τὰ τείχη, κομιζόμενος τὰ χρειώδη παρὰ τῶν ἔνδον. Οἱ δὲ ἱππεῖς οἱ τὴν Μαξιμίνου κεφα‐ λὴν κομίζοντες, μεταξὺ Ἀλτίνου τε καὶ Ῥαβέννης πε‐ ριέτυχον Μαξίμῳ αὐτοκράτορι, διατρίβοντι ἐν Ῥα‐ βέννῃ, ἔνθα τούς τε ἀπὸ Ῥώμης ἐπιλέκτους καὶ τοὺς | |
175 | ἀπὸ Ἰταλίας λογάδας ἤθροιζεν· ἀφῖκτο δὲ αὐτῷ καὶ συμ‐ μάχων πλῆθος. Παρασκευάζοντι δὲ αὐτῷ τὰς δυνάμεις προσίασιν [οἱ] τὴν κεφαλὴν Μαξιμίνου φέροντες καὶ τοῦ παιδός· εὐθέως τε Μάξιμος πέμπει τοὺς ἱππεῖς ἐς τὴν Ῥώμην, ἀγγέλλοντας τὰ πραχθέντα τῷ δήμῳ, καὶ τὴν | |
180 | κεφαλὴν κομίζοντας τοῦ πολεμίου ἀνεσκολοπισμένην, ὡς πᾶσι περίοπτος εἴη. Καὶ οὐδὲν εἰπεῖν ἔστιν λόγῳ ἐκείνης τῆς ἡμέρας τὴν ἑορτήν. Οὐδὲ γὰρ ἡλικία τις ἦν ἣ μὴ πρὸς τοὺς βωμούς τε καὶ τὰ ἱερὰ ἠπείγετο· [οὔτε | |
τις ἔμενεν οἴκοι, ἀλλ’ ὥσπερ ἐνθουσιῶντες ἐφέροντο,] | 595 | |
185 | συνηδόμενοί τε ἀλλήλοις καὶ ἐς τὸν ἱππόδρομον συν‐ θέοντες [ὥσπερ ἐκκλησιάζοντες χωρίῳ. Ὁ δὲ Βαλβῖνος] καὶ αὐτὸς ἑκατόμβας ἔθυεν· ἀρχαί τε πᾶσαι καὶ ἡ σύγ‐ κλητος, ἕκαστός τε ὥσπερ ἀποσεισάμενος πέλεκυν τοῖς αὐχέσιν ἐπικείμενον, ὑπερευφραίνετο, εἴς τε τὰ ἔθνη | |
190 | ἄγγελοι καὶ κήρυκες διεπέμποντο. Καὶ ὁ Μάξιμος ἐπι‐ στὰς τῇ Ἀκυληίᾳ, ὑπεδέχθη μεγαλοφρόνως, πρεσβείας τε ἐκ πάσης τῆς Ἰταλίας δεχόμενος, εἰκόνας τε καὶ ἀγάλματα καὶ στεφάνους. Καὶ αὐτὸς δὲ ὁ στρατὸς ὁ τὴν Ἀκυληίαν πορθήσας προῄει ἐν εἰρηνικῷ σχήματι δα‐ | |
195 | φνηφορῶν ἀνάγκῃ· ἠγανάκτουν γὰρ ὁρῶντες τὸν μὲν ὑπ’ αὐτῶν ἐπιλεχθέντα βασιλεύειν καθῃρημένον, κρα‐ τοῦντας δὲ τοὺς ὑπὸ τῆς συγκλήτου ᾑρημένους. 13. Ὁ δὲ Μάξιμος, συγκαλέσας πάντας, βασιλικῶς ἀπεφήνατο, ἀμνηστίαν τε πάντων ὑποσχόμενος καὶ | |
146(200) | χρημάτων πολλῶν διανομάς· ὀλίγων τε ἡμερῶν διατρί‐ ψας, τὴν εἰς τὴν Ῥώμην ἐπάνοδον συνεκρότει. Καὶ τὸ μὲν ἄλλο στρατιωτικὸν ἀπέπεμψεν εἰς τὰ ἔθνη καὶ εἰς τὰ οἰκεῖα στρατόπεδα, αὐτὸς δὲ ἐπανῆλθεν εἰς τὴν Ῥώμην σὺν τοῖς δορυφόροις καὶ τοῖς ὑπὸ Βαλβίνῳ στρα‐ | |
205 | τευομένοις. Ἐπανῆλθον δὲ καὶ οἱ ἀπὸ Γερμανίας ἐλη‐ λυθότες σύμμαχοι· ἐθάρρει γὰρ αὐτῶν τῇ εὐνοίᾳ, ὡς καὶ τοῦ ἔθνους ἐπιεικῶς πρότερον ἄρξας, ὅτε ἰδιώτευεν. Εἰσ‐ ιόντι δὲ αὐτῷ εἰς τὴν Ῥώμην ὅ τε Βαλβῖνος ὑπήν‐ τετο, ἐπαγόμενος Γορδιανὸν Καίσαρα, ἥ τε σύγκλητος | |
210 | καὶ ὁ δῆμος εὐφημοῦντες ὥσπερ θριαμβεύοντα ὑπεδέ‐ χοντο· ἔχαιρέ τε ὁ δῆμος αὐτοῖς, σεμνυνόμενος εὐπα‐ τρίδαις καὶ ἀξίοις τῆς βασιλείας. 14. Οἱ δὲ στρατιῶται διοίδαινον τὰς ψυχὰς ἐβαροῦντό [τε] αὐτῶν αὐτὴν τὴν εὐγένειαν, καὶ ἠγανάκτουν ὅτι | |
215 | ἄρα ἔχοιεν ἐκ συγκλήτου βουλῆς βασιλέας. Ἐλύπουν δὲ αὐτοὺς καὶ οἱ Γερμανοὶ παρόντες· ἀντιπάλους γὰρ ἤλπιζον ἔχειν· τό τε Σεβήρου ὑπόδειγμα αὐτοὺς ἐτά‐ ραττεν, ὃς τοὺς Περτίνακα ἀποκτείναντας ἀπέσωζεν. Ἐπιτελουμένου δὲ ἀγῶνος τοῦ τῶν Καπιτωλίων, πάν‐ | |
220 | των τε περὶ τὴν πανήγυριν ἀσχολουμένων, αἰφνιδίως ἣν εἶχον γνώμην λανθάνουσαν ἐξέφηναν, καὶ τοῦ θυμοῦ μὴ κρατήσαντες ἀνῆλθον ὁμοθυμαδὸν εἰς τὰ βασίλεια, καὶ τοῖς πρεσβύταις βασιλεῦσιν ἐπεισῆλθον. Συνέβαινε δὲ κἀκείνους μὴ πάνυ τι ἀλλήλοις ὁμονοεῖν, οἷάπερ | |
225 | ἡ μοναρχίας ἐπιθυμία εἴωθε ποιεῖν· ὅπερ αὐτοῖς γέγο‐ νεν ἀπωλείας αἴτιον. Ὡς γὰρ ἐπύθετο ὁ Μάξιμος ἀφι‐ κνεῖσθαι τοὺς πραιτωριανοὺς καλουμένους, ἐβούλετο με‐ ταπέμψασθαι τοὺς Γερμανοὺς συμμάχους. Ὁ δὲ Βαλ‐ βῖνος οἰόμενος δόλον τινὰ εἶναι κατ’ αὐτοῦ καὶ σόφισμα | |
230 | (ᾔδει γὰρ τοὺς Γερμανοὺς τῷ Μαξίμῳ εὐνοοῦντας), ἐκώλυε, φάσκων οὐ διὰ τοὺς πραιτωριανοὺς αὐτοὺς ἀφίξεσθαι, ἀλλ’ εἰς τὸ περιποιῆσαι τῷ Μαξίμῳ τὴν μοναρχίαν. Ἐν ᾧ δὴ περὶ τούτων διεφέροντο, εἰσδρα‐ μόντες οἱ στρατιῶται, ἐκστάντων αὐτοῖς τῶν πυλωρῶν, | |
235 | ἁρπάζουσι τοὺς πρεσβύτας· περιρρήξαντες δὲ ἃς εἶχον ἐσθῆτας, γυμνοὺς τῆς βασιλείου αὐλῆς ἐξάγουσιν μετὰ πάσης αἰσχύνης καὶ ὕβρεως, παίοντες καὶ ἀποσκώ‐ πτοντες, γενείων τε καὶ ὀφρύων σπαραγμοῖς [καὶ πάσαις ταῖς τοῦ σώματος λώβαις ἐμπαροινοῦντες. Ἐπεὶ δὲ | |
240 | ταῦτα πυθόμενοι] οἱ Γερμανοὶ ὅπλα ἐλάμβανον ὡς ἀμυνοῦντες αὐτοῖς, μαθόντες οἱ πραιτωριανοὶ ἀφικνου‐ μένους αὐτοὺς, [φονεύουσιν] ἤδη πᾶν τὸ σῶμα λελω‐ βημένους τοὺς βασιλέας, [καὶ] ἐπὶ τῆς λεωφόρου ἀπέρριψαν· ἀράμενοί τε τὸν Γορδιανὸν αὐτοκράτορα | |
245 | ἀναγορεύουσιν, ἐπειδὴ πρὸς τὸ παρὸν ἄλλον οὐχ εὗρον· βοῶντές τε πρὸς τὸν δῆμον, ὅτι ἄρα εἴησαν ἀποκτεί‐ ναντες, οὓς ὁ δῆμος ἐν ἀρχῇ οὐκ ἐβούλετο ἄρξαι, Γορ‐ διανόν τε ἐπελέξαντο, ἐκείνου τε ἀπόγονον, καὶ ὃν αὐτοὶ Ῥωμαῖοι ἐξεβιάσαντο· ἔχοντές τε αὐτὸν ἀπῆλθον εἰς τὸ | |
146(250) | στρατόπεδον, καὶ κλείσαντες τὰς θύρας ἡσύχαζον. Οἱ δὲ Γερμανοὶ μαθόντες ἀνῃρημένους καὶ ἐρριμμένους, ὧν χά‐ ριν ἠπείγοντο, οὐχ ἑλόμενοι πόλεμον μάταιον ὑπὲρ ἀνδρῶν τεθνηκότων, ἐπανῆλθον ἐς τὸ αὐτῶν καταγώγιον. Τέλει μὲν δὴ τοιούτῳ ἐχρήσαντο οἱ προειρημένοι πρεσβῦται. | |
147(t) | ΓΟΡΔΙΑΝΟΣ. | |
1 | Ibid.: Ὅτι ἐπειδὴ καὶ Γορδιανὸν ἔμελλε τὸ κοινὸν τοῦ βίου καταλαβεῖν τέλος, ὁ τῆς Συρίας ἡγού‐ μενος ἐπιστέλλει τὸν Περσῶν βασιλέα τοὺς ἰδίους ὅρους ὑπερβάντα τὴν τῶν Ῥωμαίων γῆν κατατρέχειν, καὶ | |
5 | δεῖσθαι τῆς αὐτοῦ παρουσίας τὸν πόλεμον. Ταῦτα Γορ‐ διανὸς ὁ νέος πυθόμενος, λίαν τε ἐν ἀθυμίᾳ γενόμενος, ὅμως ἐπαγγέλλει τὴν ἐπὶ Πέρσας ἔξοδον, καὶ τὰς τοῦ Ἰανοῦ πύλας ἀναπετάσας, αἵπερ ἐπὶ τῶν μεγίστων πο‐ λέμων διηνοίγοντο, ᾤχετο πρὸς τὴν ἕω. Καὶ ὡς εἰς τὸν | |
10 | Εὐφράτην ἀφίκετο εἴς τε τὰ τοῦ Τίγρητος στόμια, συμβαλὼν τοῖς βαρβάροις, εὐτυχέστατα τὸν πόλεμον διεχείρισε, μεγάλοις ἀγῶσι τὰς Παρθικὰς δυνάμεις καταβαλών. Ἐκεῖθεν δὲ μετὰ τὸ πέρας ἐπανιὼν, ἕκτῳ τῆς ἡγεμονίας ἐνιαυτῷ, πρὸς αὐτοῖς ἤδη τοῖς ὅροις τῆς | |
15 | οἰκείας ἀρχῆς, ὑπὸ Φιλίππου, τὴν βασιλείαν διαδεξα‐ μένου, τοῦ κατ’ ἐκεῖνο καιροῦ τὴν τῶν στρατιωτῶν νεο‐ λαίαν ἀσκοῦντος, ἐδολοφονήθη· καὶ Φίλιππος ἀνηγο‐ ρεύθη βασιλεύς. | |
148(t) | ΦΙΛΙΠΠΟΣ. | |
1 | Ibid.: Ὅτι Φίλιππος βασιλεύσας καὶ τοὺς Σκύθας νικήσας, ἐπὶ τὸ Βυζάντιον ἤλαυνεν. Καὶ ἐλθὼν ἐς Πέρινθον, ὡς ἠγγέλθη αὐτῷ ἐμφυλίους στάσεις συμ‐ | |
βῆναι κατὰ τὴν Ῥώμην, ἅστινας Δέκιος ἐποίησεν, ἀπὸ | 596 | |
5 | ὑπάτων καὶ ἔπαρχος τῆς πόλεως, τοὺς δυναμένους ἐπι‐ σχεῖν τὰ πραττόμενα στέλλει, καὶ τὴν Δεκίου προκα‐ ταληψομένους ἐπανάστασιν· αὐτός τε σὺν τοῖς παισὶν ἐπακολουθεῖν ἐπηγγείλατο. Ὡς δὲ ἐς τὴν Ῥώμην ἔφθα‐ σαν οὓς ἔπεμψε Φίλιππος, δώροις τε καὶ κολακείαις τοῦ | |
10 | δήμου καὶ τῆς βουλῆς ὑπαχθέντες, ἀπαγορεύουσί τε Φιλίππῳ καὶ τὸν Δέκιον αὐτοκράτορα σὺν τοῖς Ῥω‐ μαίοις προσαγορεύουσι. Τούτων ἀγγελθέντων τῷ Φι‐ λίππῳ, κατὰ τὴν Βερόην φεύγοντι ** καὶ τοῖς ὑποκολ‐ πίοις ξίφεσιν ἀναιροῦσιν, πέμπτον ἐνιαυτὸν προστάντα | |
15 | τῶν πραγμάτων. Ἐν δὲ τῇ Ῥώμῃ τὸν παῖδα τούτου οἱ τῆς πόλεως στρατιῶται διέφθειραν. Καὶ τὰ μὲν κατὰ τούτους τοιοῦτον ἔσχε τέλος. | |
149(t) | ΔΕΚΙΟΣ. | |
1 | Exc. De virt.: Ὅτι Δέκιος ὁ Ῥωμαίων βασιλεὺς Φιλίππου διάδοχος βασιλικῷ θεσπίσματι τοὺς τὰ Χριστιανῶν δοξάζοντας ἐθανάτου καὶ τοὺς οὐ θεοὺς προσκυνεῖν θέλοντας ἠνάγκαζε. | |
150(t) | ΓΑΛΛΟΣ ΚΑΙ ΒΟΛΟΥΣΙΑΝΟΣ. | |
1 | Exc. De ins.: Ὅτι ἐπὶ Γάλλου καὶ Βου‐ λουσιανοῦ Αἰμιλιανὸς ὁ τῆς Μυσίας ἔπαρχος καινοτο‐ μεῖν ἐπεβάλετο, αὑτῷ τε τὴν βασιλείαν ἐκ προγόνων ἁρμόττειν φιλονεικῶν, καὶ τῆς Ῥωμαίων βουλῆς μεγί‐ | |
5 | στας κατηγορίας ποιούμενος· ἐφ’ οὗ οἱ τῆς Ῥωμαίων προστατοῦντες ἐξουσίας, μεγίστῳ πλήθει στρατεύσαν‐ τες, ὑπὸ τῶν οἰκείων ἐπιβουλευθέντες διεφθάρησαν, οὔπω τρίτον ἐνιαυτὸν ἐν τῇ προστασίᾳ τῶν κοινῶν διατετελε‐ κότες, οὐδέ τι λαμπρὸν ἢ βασιλείας ἄξιον κατειργα‐ | |
10 | σμένοι, ἐν μνήμῃ δὲ μόνῃ τῶν βασιλέων γενόμενοι. Ὅ γε μὴν Αἰμιλιανὸς ἐπιπηδήσας τῇ ἀρχῇ κατὰ τὴν Σκυθῶν χώραν καὶ τὴν ἐπὶ Ῥώμην ἄφιξιν προθυμού‐ μενος, τετάρτῳ μηνὶ τῆς τυραννίδος προδιεφθάρη τε καὶ ἐκ τῶν ἀνθρώπων ἠφάνισται. | |
151 | Exc. Salm.: Γάλλου βασιλεύσαντος, ιεʹ ἔτη (μῆνας?) ἐκράτησε λοιμὸς, κινηθεὶς ἀπὸ Αἰθιοπίας ἕως τῆς δύσεως· μετεδίδοτο δὲ ἀπὸ ἱματίων καὶ ψιλῆς θέας· καὶ οἱ Σκύθαι περάσαντες τὸν Ἴστρον ἔλαβον | |
5 | φʹ πόλεις. Τὰ γυναῖκας βουλομένας ἐγκύους γενέσθαι λέγουσι πίνειν ἀπὸ τοῦ Στρυμόνος ποταμοῦ καὶ κύειν. | |
152(t) | ΓΑΛΛΙΗΝΟΣ. | |
1 | Exc. De ins.: Ὅτι Γαλλιηνὸς ἀνῃρέθη πρὸς τῶν οἰκείων στρατιωτῶν, ἐς ὀργὴν ἀναφθέντων, ὅτι δὴ πόλιν Μογοντίναν, συναραμένην Λολλιανῷ, ὃν νεωτερί‐ σαντα καθεῖλε Ποστούμιος, διαρπάσαι μετὰ τὴν νίκην | |
5 | οὐ συνεχώρησε. Μετὰ δὲ τοῦτον Μάριος, ἀνὴρ εὐτελὴς καὶ τῶν περὶ τὰς βαναύσους γεγονὼς τέχνας, τὴν ἁλουρ‐ γίδα περιθέμενος, δευτέρᾳ τῆς βασιλείας ἡμέρᾳ κατα‐ κτείνεται. Ἐφ’ ᾧ Βικτωρῖνος τῶν Γαλλίων τὸ κράτος ἐκδέχεται· ἄριστος μὲν ἐν τοῖς πολέμοις, ταῖς δὲ τοῦ | |
10 | σώματος ἡδοναῖς ἡττημένος, ἀλλοτρίους τε ἐνυβρίζων γάμους, καὶ παρθένους ἁρπάζων. Ὅθεν ἐν Ἀγριππίνῳ, πόλει Γαλατικῇ, πρός τινος στρατιώτου διαφθείρεται, δευτέρῳ τῆς ἡγεμονίας ἐνιαυτῷ. Καὶ τοῦτον τῆς ἀρχῆς διαδέχεται Τέτρικος τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς· ὃς | |
15 | τὴν Ἀκυτανίαν πρότερον ἡγεμονεύων, βασιλεὺς ὑπὸ τῶν στρατιωτῶν καὶ μὴ παρὼν ᾑρέθη· περιθέμενός τε τὴν πορφύραν ἐν Βουρδογάλῳ πόλει τῆς Γαλατίας με‐ γίσταις ἀνέπεσε ταραχαῖς. 2. Ὅτι Ὀδέναθος ἐξ ἐπιβουλῆς Γαλλιηνοῦ ἀναιρεῖ‐ | 597 |
20 | ται· καὶ τῶν ἐκεῖσε πραγμάτων ἀντιλαμβάνεται Ζηνο‐ βία, συνοικοῦσα μὲν Ὀδενάθῳ, φρονήματι δὲ ἀνδρείῳ χρωμένη, καὶ διὰ τῶν ἐκείνῳ συνόντων τὸν θάνατον τοῦ ἀνδρὸς ἐκδικοῦσα. 3. Ὅτι Γαλλιηνὸς περὶ Μεδιόλανον πόλιν, σὺν τῷ | |
25 | ἀδελφῷ Βαλεριανῷ, μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, ὃς ἐβασίλευσεν ἐνιαυτοὺς ἓξ, ἀπὸ τοῦ Δελματῶν ἱππάρχου κατακτείνεται· οὗτος δὲ ἦν Ἡρακλειανὸς, ὃς συμπρα‐ ξάμενος Κλαυδίῳ διά τινος τῶν τολμηροτάτων κατὰ τὸ δεῖπνον τὸν Γαλλιηνὸν ἀποσφάττει. | |
153(t) | ΚΛΑΥΔΙΟΣ. | |
1 | Exc. De ins.: Ὅτι ἐπὶ Κλαυδίου τοῦ βα‐ σιλέως Αὐρίολος ἐπὶ χρόνον συχνὸν ἔξω τῆς Γαλλιηνοῦ καταστήσας ἑαυτὸν ἐξουσίας, ἐπικηρυκεύεται παρα‐ χρῆμα πρὸς Κλαύδιον, καὶ παραδοὺς ἑαυτὸν, ὑπὸ τῶν | |
5 | περὶ τὸν βασιλέα στρατιωτῶν ἀναιρεῖται τῇ διὰ τὴν ἀπόστασιν ἐχομένων ὀργῇ. | |
154(t) | ΚΥΝΤΙΛΛΟΣ. | |
1 | Ibid.: Ὅτι Κυντίλλος ἀδελφὸς Κλαυδίου, ὃς ἐβασίλευσε Ῥωμαίων, ἅμα τῷ γνῶναι τὴν βασιλείαν Αὐρηλιανῷ παραδεδομένην, ἑκόντα τῆς ἀρχῆς ἀποστῆ‐ ναι [λέγεται] καὶ τῶν ἰατρῶν τινὸς τεμόντος φλέβα | |
5 | αὐτῷ, καὶ ἐνδόντος ῥεῦσαι τὸ αἷμα, μέχρις αὖος ἐγέ‐ νετο. | |
155(t) | ΑΥΡΗΛΙΑΝΟΣ. | |
1 | Exc. De virt.: Ὅτι Αὐρηλιανὸς ὁ βασι‐ λεὺς τὰ πολέμια δεινῶς ἦν ἠσκημένος, ἀκάθεκτος δὲ περὶ τὴν γνώμην, καὶ πολὺ πρὸς ὠμότητα ῥέπων. Τῶν τε κατὰ πόλιν ἐπισήμων θανάτῳ πολλοὺς ἐζημίω‐ | |
5 | σεν ὑπὸ Ζηνοβίας ἐλεγχθέντας, χαλεπός τις καὶ φο‐ νικὸς ὑπάρχων, καὶ μᾶλλον ἀναγκαῖος στρατηγὸς ἤπερ αἱρετὸς βασιλεὺς, ἐν παντὶ δὲ καιρῷ δυσχερὴς καὶ ἀπρόσιτος, ὡς μηδὲ τοῦ τῶν οἰκείων αἵματος διαμεῖναι καθαρός· τὴν γὰρ τοῦ παιδὸς γαμετὴν καὶ ἀνέγκλητον | |
10 | διεχρήσατο. Τοῦ δὲ τῶν στρατιωτῶν τάγματος καὶ τῶν ἐξιτήλων καὶ διαλελυμένων ἠθῶν ὡς ἐπίπαν γενναῖος ἐπανορθωτὴς ἦν. | |
156 | Exc. De ins.: Ὅτι Αὐρηλιανὸς ἕκτῳ τῆς ἡγεμονίας ἐνιαυτῷ διαφθείρεται, τῶν εἰς τάχος γρα‐ φόντων οἰκετῶν τινὸς κατασκευάσαντος αὐτῷ τὸν θά‐ νατον· ὃς τὴν τοῦ ἀνδρὸς μιμησάμενος χεῖρα, πρός τι‐ | |
5 | νας χιλιάρχους αὐτῷ τε τῷ Αὐρηλιανῷ φίλους γραμ‐ ματίδιόν τι ἐκόμισε, τὰς τῶν ἀνδρῶν τούτων φέρον προσηγορίας σεσημειωμένας, ἐπιψευσάμενος ταῦτα τὸν Αὐρηλιανὸν ἀναγεγραφέναι. Οἱ δὲ τὸ πιστὸν ἐκ τῆς τοῦ βασιλέως πρὸς ἅπασαν πρᾶξιν ἄτοπον καὶ σκληρὰν | |
10 | ὀξύτητος εἰληφότες, φθάσαι τι δράσαντες πρὶν ἢ παθεῖν ἔγνωσαν· διαφθείρουσί τε αὐτὸν κατὰ μέσην τὴν πο‐ ρείαν, ἐκ Βυζαντίου πρὸς Ἡράκλειαν ἰόντα, περὶ τὸ λεγόμενον Καινὸν φρούριον. Οὐ μὴν ἀτιμώρητος ἐτε‐ λεύτα. Οἵ τε γὰρ φονεῖς αὐτοῦ δίκας ὑπέσχον, καὶ αὐ‐ | |
15 | τὸς τοῖς θείοις τῶν αὐτοκρατόρων * ἐψηφίσθη. | |
157(t) | ΤΑΚΙΤΟΣ. | |
1 | Ibid.: Ὅτι Τακίτου τὰ τῆς Ῥώμης ἀναδε‐ ξαμένου βασίλεια, Σκύθαι διὰ τῆς Μαιώτιδος λίμνης ἐπεραιώθησαν· οὓς καταπολεμήσας ἐπὶ τὴν εὐρώπην ἐξώρμησεν. Ἔνθα δὴ καὶ εἰς ἐπιβουλὴν ἐμπεσὼν, | |
5 | ἐξ αἰτίας ἀναιρεῖται τοιᾶσδε. Μαξιμίνῳ γένει προσή‐ κοντι τὴν Συρίας ἀρχὴν παραδέδωκεν. Οὗτος τοῖς ἐν | |
τέλει τραχύτατα προσφερόμενος, εἰς φθόνον ἅμα καὶ φόβον τὸν βασιλέα κατέστησε. Τεκόντων δὲ τούτων μῖσος, τὸ λειπόμενον εἰς ἐπιβουλὴν ἐτελεύτησεν, ἧς | 598 | |
10 | κοινωνοὺς ποιησάμενοι τοὺς Αὐρηλιανὸν ἀνελόντας, αὐτῷ μὲν ἐπιθέμενοι τῷ Μαξιμίνῳ κατέσφαξαν· διώ‐ ξαντες δὲ ἀναζευγνύντα ἐπὶ τὴν Εὐρώπην Τάκιτον ἀναιροῦσιν, ἓξ μησὶ τοῖς ὅλοις βασιλεύσαντα. | |
158(t) | ΠΡΟΒΟΣ. | |
1 | Ibid.: Ὅτι Πρόβος καὶ Φλωριανὸς οἱ δύο ἅμα συνεβασίλευσαν. Καὶ ὁ Πρόβος οὐ κατὰ τὴν αὐ‐ τοῦ προαίρεσιν ἀνεῖλε τὸν Φλωριανὸν, μήνας βʹ πρὸς ἡμέρας κʹ ἀπολαύσαντα τῆς ἐξουσίας. | |
5 | 2. Ὅτι Πρόβου βασιλεύσαντος Ῥωμαίων, Σατουρ‐ νῖνος τῷ γένει Μαυρούσιος, ὢν εἰς τὰ μάλιστα τῷ βα‐ σιλεῖ προσφιλὴς, διὰ τοῦτό τε καὶ τὴν τῆς Συρίας ἀρ‐ χὴν ἐπιτετραμμένος, τῆς βασιλέως ἀποστὰς πίστεως, εἰς ἐπαναστάσεως ἔννοιαν ἦλθεν. Ὅπερ ἀκούσαντι τῷ | |
10 | Πρόβῳ καὶ διανοουμένῳ τὸ ἐγχείρημα μετελθεῖν, ἔφθη‐ σαν οἱ κατὰ τὴν ἑῴαν στρατιῶται, συγκατασβέσαντες τῇ τυραννίδι τὸν ἄνθρωπον. Ἔπαυσε δὲ καὶ ἄλλην ἐπα‐ νάστασιν ἐν τῇ Βρεττανίᾳ, μελετηθεῖσαν διὰ Βικτωρί‐ νου Μαυρουσίου τὸ γένος. ᾯπερ πεισθεὶς ἔτυχε τὸν | |
15 | ἐπαναστάντα τῆς Βρεταννίας ἄρχοντα προστησάμενος. Καλέσας δὲ τὸν Βικτωρῖνον πρὸς ἑαυτὸν, καὶ ἐπὶ τῇ συμβουλῇ μεμψάμενος, τὸ πταῖσμα ἐπανορθώσοντα πέμπει. Ὁ δὲ ἐπὶ τὴν Βρεττανίαν εὐθὺς ἐξορμήσας, πε‐ ρινοίᾳ οὐκ ἄφρονι τὸν τύραννον ἀναιρεῖ. | |
159 | Exc. Salm.: Πρόβου ἀρχθέντος, βροχὴ γέ‐ γονε σῖτον κατάγουσα, ὃν συναγαγόντες σωροὺς μεγά‐ λους ἐποίησαν. Ἐπὶ Αὐρηλιανοῦ ψεκάδες ἀργυραῖ κα‐ τηνέχθησαν. | |
160 | Exc. De ins.: Ὅτι πολλὰ διαπραξαμένου τοῦ Πρόβου, καλῶς τε καὶ δικαίως οἰκονομήσαντος τὴν ἀρχὴν, ἐπανάστασις ἐκ τῆς ἑσπέρας ἀγγέλλεται, τῶν ἐν Ῥαιτίᾳ καὶ Νωρικῷ δυνάμεων Κάρῳ περιθέν‐ | |
5 | των τὴν ἁλουργίδα. Τοῦ δὲ δύναμιν ἐναντιωσομένην αὐτῷ στείλαντος, οἱ μὲν πεμφθέντες πρὸς Κάρον μετέ‐ στησαν· αὐτοὶ δ’ ἐπὶ πάντας ἐρήμῳ βοηθείας τῷ Πρό‐ βῳ, κωλύοντος οὐδενὸς, διεχρήσαντο βασιλεύσαντα ἐνιαυτοὺς ἓξ, μήνας δʹ. | |
t161-163 | ΚΑΡΟΣ. | |
161 | Exc. Salm.: Νουμεριανὸς τυφλωθεὶς ἐν κεκαλυμμένῳ φορείῳ ἀπὸ Περσίδος ἐβαστάζετο· ὃν λάθρα ἀνεῖλεν ὁ πενθερὸς, καὶ ἔλαθεν νεκρὸς φερόμε‐ νος ἕως ἐκ τῆς δυσωδίας ἐδηλώθη. Καρῖνος ὠμότατος | |
5 | ἦν· ὃς καὶ τούς ποτε ἐν τῷ παιδευτηρίῳ σκώψαντας εἰς αὐτὸν ἠμύνατο. | |
162 | Exc. De virt.: Ὅτι Καρῖνος ὁ τοῦ Κάρου υἱὸς βασιλεύσας πρᾶγμα μὲν εἰς κοινὸν ὄφελος φέρον οὐδὲν εἰργάσατο, τρυφῇ δὲ καὶ ἐκδεδιῃτημένῳ βίῳ τὰ καθ’ ἑαυτὸν παραδοὺς, παρανάλωμα τῆς τρυφῆς ἐποιεῖτο | |
5 | φόνους οὐδὲν ἠδικηκότων ἀνθρώπων, κατά τι προσκε‐ κρουκέναι νομισθέντων αὐτῷ. Βαρυνομένων δὲ πάντων ἐπὶ τῇ πικρᾷ τυραννίδι συναναμιχθείσῃ νεότητι, καὶ πάντα ἐκμελῶς καὶ δίχα λογισμοῦ πραττούσῃ **. | 599 |
163 | Exc. De ins.: Ὅτι Καρίνου βασιλεύσαντος τοῦ υἱοῦ Κάρου, καὶ πάντα ἐκμελῶς καὶ λογισμοῦ δίχα πράττοντος, ἀγγελθείσης τοῖς ἐν Ἰταλίᾳ τῆς Νουμε‐ ριανοῦ τελευτῆς, ἐπὶ τῇ Καρίνου περὶ πάντα ἐκμελείᾳ | |
5 | καὶ ὠμότητι δυσχεράναντες οἱ τῶν ἐκεῖσε στρατοπέδων ἡγούμενοι, Σαβινῷ Ἰουλιανῷ τὴν ὕπαρχον ἀρχὴν ἔχοντι βασιλικὴν στολὴν περιθέντες, μάχεσθαι σὺν αὐτῷ διενοοῦντο Καρίνῳ. Καρῖνος δὲ γνοὺς τὴν ἐπα‐ νάστασιν, ἐπὶ τὴν Ἰταλίαν ἐστέλλετο. Τότε δὴ τῶν | |
10 | στρατιωτῶν συμφρονῆσαι σφίσιν τοὺς ἀπὸ Περσῶν ἐπανελθόντας ἀναπεισάντων, Διοκλητιανὸν ἤδη κατὰ τὴν Νικομήδειαν τὴν ἁλουργίδα περιθέμενον ἄγουσι κατὰ τὴν Ἰταλίαν. Ἔτι δὲ ὄντος αὐτοῦ κατὰ τὴν ὁδὸν, συμβαλὼν ὁ Καρῖνος τοῖς Σαβινοῦ Ἰουλιανοῦ στρατιώ‐ | |
15 | ταις, καὶ στρέψας ἐν τῇ μάχῃ τούτους, τῶν σὺν αὐτῷ τινῶν ἐπελθόντων, αἰφνίδιον ἀναιρεῖται, τῶν χιλιάρχων ἑνὸς, οὗ τὴν γυναῖκα διαφθείρας ἔτυχεν, ἀνελόντος αὐτόν. | |
t164-167 | ΔΙΟΚΛΗΤΙΑΝΟΣ. | |
164 | Ibid.: Ὅτι ἐπὶ Διοκλητιανοῦ Καραύσιός τις ἀνὴρ τεχθεὶς μὲν ἐν ἀφανεστάτῃ πόλει, περὶ δὲ στρα‐ τιωτικὰ σπουδῇ καὶ γενναιότητι διαφέρων κατὰ μικρὸν δόξαν ἀρίστην κτησάμενος, ἐκ τοιαύτης αἰτίας νεωτε‐ | |
5 | ρίζειν ἤρξατο. Βελγικὸν καλούμενον κλῖμα, κατὰ τὴν τῆς ἁλμυρίδος θάλασσαν, Φράγκοι τε καὶ Σάξονες, ἔθνη Κελτικὰ, διετάραττον, ληϊζόμενοι τοὺς ἐμπόρους, καὶ τῶν χωρίων πορθοῦντες τὰ ἐπιθαλάσσια. Σταλεὶς τοίνυν οὗτος ἐκ Βονωνίας πόλεως Γαλατικῆς, ἐπειδὴ | |
10 | πολλοὺς μὲν τῶν βαρβάρων ἐχειρώσατο, τὴν δὲ λείαν τὴν ἐκ τοῦ πολέμου οὔτε τοῖς ἐποίκοις τῶν ἐθνῶν ἀπε‐ δίδου οὔτε τοῖς βασιλεῦσιν ἀπέπεμπεν, ἑκουσίως προ‐ πέμπειν τοὺς πολεμίους ὑπωπτεύθη· ἀναιρεθῆναι τοίνυν ὑπὸ τοῦ Ἑρκουλίου προσταχθεὶς, τήν τε πορφύραν πε‐ | |
15 | ριέθετο, καὶ τὴν Βρεττανίαν καταλαμβάνει. Καὶ τού‐ του τοῦτο πεπραχότος, καὶ κεκινημένων πάντων τῶν πραγμάτων, καὶ Ἀχιλλεὺς κατὰ τὴν Αἴγυπτον ἐνεω‐ τέριζεν, καὶ ἡ Ἀφρικὴ πρὸς πέντε ἀνδρῶν, Γεντιανῶν τὴν προσηγορίαν, ἐπεπολέμητο. | |
165 | Exc. De virt.: Ὅτι Διοκλητιανὸς μνήμῃ καὶ ὀργῇ τῶν περὶ τὴν ἀρχὴν νεωτερισθέντων περὶ τὴν Αἴ‐ γυπτον, οὐ μετρίως οὐδὲ ἡμέρως τῷ κρατεῖν ἀπεχρή‐ σατο, ἀλλὰ προγραφαῖς τε καὶ φόνοις τῶν ἐπισήμων | |
5 | μιαίνων ἐπῆλθε τὴν Αἴγυπτον. Ὅτε δὴ καὶ τὰ περὶ χη‐ μείας ἀργύρου καὶ χρυσοῦ τοῖς παλαιοῖς αὐτῶν γεγραμ‐ μένα βιβλία διερευνησάμενος ἔκαυσε, πρὸς τὸ μηκέτι πλοῦτον Αἰγυπτίοις ἐκ τῆς τοιαύτης περιγίνεσθαι τέχνης μήτε χρημάτων αὐτοὺς θαρροῦντας περιουσίᾳ τοῦ λοι‐ | |
10 | ποῦ Ῥωμαίοις ἀνταίρειν. Διοκλητιανὸς μὲν ποικίλος τις καὶ πανοῦργο ἦν, τῷ δὲ λίαν συνετῷ καὶ ὀξεῖ τῆς γνώμης ἐπεκάλυπτε πολλάκις τὰ τῆς οἰκείας φύσεως ἐλαττώματα, πᾶσαν σκληρὰν πρᾶξιν ἑτέροις ἀνατιθείς. Ἐπιμελὴς δὲ ὅμως καὶ ταχὺς ἐν ταῖς τῶν πρακτέων | |
15 | ἐπιβολαῖς, καὶ πολλὰ τῶν τῆς βασιλικῆς θεραπείας ἐπὶ τὸ αὐθαδέστερον παρὰ τὰ καθεστηκότα Ῥωμαίοις πάτρια μετεσκεύασεν. | 600 |
166 | Ibid.: Ὅτι Ἑρκούλιος καὶ δίχα παντὸς προκαλύμματος ἄγριός τε ἦν καὶ τυραννικὸς, τὸ τῆς οἰκείας γνώμης τραχὺ τῷ καταπληκτικῷ τοῦ προσώπου παραδηλῶν. Τῇ γοῦν ἑαυτοῦ φύσει παντάπασιν ἐνδι‐ | |
5 | δοὺς, καὶ τῷ Διοκλητιανῷ πρὸς ἅπαν ἄτοπόν τε καὶ σκληρὸν βούλευμα ἑκούσιος ὑποῦργος καθίστατο. | |
167 | Exc. Salm.: Θρίαμβος ὠνομάσθη ἀπὸ τῶν πρώτων ἐπῶν τῶν εἰς τὸν Διόνυσον· θρίασιν γὰρ τὴν τῶν ποιητῶν μανίαν φασίν· ἢ ἀπὸ τῶν θρίων, τῶν φύλλων, τῆς συκῆς ἀνακειμένης Διονύσῳ· πρὶν γὰρ | |
5 | ἐπινοηθῆναι τὰ προσωπεῖα, συκῆς φύλλοις τὰ ἑαυτῶν ἐκάλυπτον πρόσωπα, καὶ δι’ ἰάμβων ἀπέσκωπτον. Ἐποίουν δὲ τοῦτο καὶ οἱ στρατιῶται, καὶ εἰς τοὺς θριαμ‐ βεύοντας ἔσκωπτον. 2. Διοκλητιανὸς καὶ Μαξιμιανὸς μὴ δυνηθέντες πε‐ | |
10 | ριγενέσθαι τοῦ Χριστιανισμοῦ, καὶ μανέντες, τὴν βα‐ σιλείαν κατέθεντο. Καὶ Διοκλητιανὸς μὲν δώδεκα ἔτη πρωτεύσας ἀπέθανε· Μαξιμιανὸς δὲ βουληθεὶς πάλιν ἀναλαβέσθαι τὴν βασιλείαν, καὶ ἀποτυχὼν, ἀπήγξατο. | |
t168-169 | ΚΩΝΣΤΑΝΤΙΟΣ ΚΑΙ ΓΑΛΕΡΙΟΣ. | |
168 | Exc. De virt.: Ὅτι Κωνστάντιος ὁ ἀπὸ Καίσαρος βασιλεύσας, μετὰ τὴν διακλήρωσιν ἀποχρῆν ἡγούμενος τήν τε τοῦ Αὐγούστου καὶ αὐτοκράτορος ἐπί‐ κλησιν, τῆς τε Ἰταλίας καὶ Λιβύης ἑκουσίως ἀπέστη τῷ | |
5 | συνάρχοντι, τὸ εὔδαιμον οὐκ ἐν μεγέθει ἀρχῆς, ἀλλ’ ἐν τῷ ἡσύχῳ τε καὶ ἀπράγμονι θέμενος. Ἀνὴρ ἄριστος καὶ δημοτικὸς διαφερόντως τὸν τρόπον, καὶ τοὺς μὲν τῶν ἰδιωτῶν οἴκους περιέπων, τὰς δὲ τῶν βασιλείων θησαυ‐ ρῶν αὐξήσεις οὐ σφόδρα διὰ σπουδῆς ἄγων. Βέλτιον γάρ | |
10 | οἱ εἶναι ἐδόκει τὰς δημοσίας χορηγίας ἐν ταῖς τῶν ὑπη‐ κόων περιουσίαις ἔχειν τὸ βέβαιον, ἢ ὑπὸ ἓν κλεῖθρον τὸν ἁπάντων κατακεκλεῖσθαι πλοῦτον. Οὕτω δὲ ἄρα μέτριός τις ἦν καὶ λιτὸς ἔς τε τὰ ἄλλα καὶ ἐς τὴν καθ’ ἡμέραν τοῦ βίου δίαιταν, ὡς μήτε κοῖλον ἄργυρον ἐς | |
15 | πλῆθος κεκτῆσθαι, μηδὲ ἕτερόν τι πρὸς τρυφὴν βλέπον, ἀλλὰ παρὰ τὰς ἱερὰς καὶ δημοτελεῖς εὐφροσύνας τῷ τῶν ἰδιωτῶν ἀργύρῳ καὶ στρωμναῖς κοσμεῖν τὰ βασίλεια, ὅθεν καὶ Παῦπερ ὠνομάζετο. Ἐποίει γὰρ δὴ πολλὴν τὴν ἐπ’ αὐτὸν τῶν ἀρχομένων εὔνοιαν ὅ τε οἰκεῖος τρό‐ | |
20 | πος πρὸς τὸ βέλτιστον καὶ ὠφελιμώτατον ἠσκημένος, καὶ οὐχ ἥκιστα ἡ τῶν ἔμπροσθεν ἡγησαμένων φύσις, ἀσμένως τῶν Γαλατῶν (τήν τε ὕποπτον Διοκλητιανοῦ σύνεσιν καὶ τὴν Μαξιμιανοῦ ὠμότητα ἐννοούντων) τοὺς αὐχένας ὑποκλινάντων τῇ τούτου πρᾳότητι. | |
169 | Exc. De virt.: Ὅτι ὁ Γαλέριος ἐπειδὴ τῶν κατὰ τὴν Ῥώμην ᾔσθετο νεωτερισθέντων, ἐν μεγάλῳ τὸ πραχθὲν ποιούμενος, ἐπὶ καταλύσει τῆς τε τῶν Πραι‐ τωριανῶν στάσεως, οἵτινες Μαξιμιανὸν Ἑρκούλιον | |
5 | ἀνεῖπον βασιλέα, καὶ τῆς Μαξεντίου ἀρχῆς Σεβῆρον σὺν ἀποχρώσῃ στρατιᾷ καταπέμπει τὸν Καίσαρα. Ὃς ἀφικόμενος πρὸς τὴν Ῥώμην, τὰ μὲν πρῶτα πε‐ ριιὼν ἐπολιόρκει τὸν Μαξέντιον. Καταληφθεὶς δὲ ἀδο‐ κήτως ὑπὸ τῶν τῆς ἐναντίας γενομένων μοίρας, φεύγει, | |
10 | καὶ ἁλοὺς ἐν Ῥαβέννῃ διαφθείρεται. Συνέβη γοῦν ἐντεῦθεν τὰς τοῦ Μαξεντίου αὐξηθῆναι δυνάμεις, καὶ τὴν ἀρχὴν αὐτῷ βεβαιωθῆναι. Ἀλλ’ ὅμως ὁ Ἑρκούλιος μανικῶς τῆς δυναστείας ἐρῶν, οὐ πολλῷ ὕστερον, ἐγερθέντων εἰς τὸ αὐτὸ τῶν στρατοπέδων, ἀφελέσθαι | |
15 | τὸν παῖδα τῆς ἁλουργίδος ἐπεχείρησε. Καταστασια‐ σθεὶς δὲ ὑπὸ τῶν στρατιωτῶν, καὶ κινδυνεύσας ἀναιρε‐ θῆναι, ἀπῆλθεν ἐς τὴν Γαλατίαν, ἐξεῶσθαι πρὸς τοῦ | |
υἱοῦ τῆς Ἰταλίας πλαττόμενος, ὡς ἂν ὑπὸ τοῦ Κων‐ σταντίνου, κηδεστοῦ ὄντος, ἀνυπόπτως ὑποδεχθείη. | 601 | |
20 | Γνώμην δὲ ἐποιεῖτο καιροῦ πρὸς ἐπιβουλὴν ἀφικόμενος τοῦ κατακτεῖναι τὸν Κωνσταντῖνον. Πολλὴ δέ τις κα‐ τεῖχεν εὔνοια τοὺς στρατιώτας εἰς τὸν Κωνσταντῖνον, διά τε τὰ ἄλλα καὶ τὴν ἐν πολέμοις εὐτυχίαν. Φράγ‐ κους γάρ τε καὶ Ἀλαμανοὺς, οἳ Κελτῶν εἰσὶ δυνατώ‐ | |
25 | τεροι, πανστρατιᾷ διαφθείρας, καὶ τοὺς ἡγεμόνας τού‐ των ἑλὼν, ἐν τῇ τῶν ἐπινικίων πανηγύρει διαγωνίσασθαι πρὸς θηρία παρεσκεύασεν. Ἀνοιχθείσης οὖν τῆς ἐπι‐ βουλῆς διὰ Φαύστης τῆς τοῦ Μαξιμιανοῦ θυγατρός (αὐτὴ γὰρ συνοικοῦσα τῷ Κωνσταντίνῳ κατεμήνυσε | |
30 | τὸν τοῦ πατρὸς δόλον), φεύγει μὲν ὁ Ἑρκούλιος, κα‐ ταληφθεὶς δὲ περὶ Μασσαλίαν, ὡς πρὸς τὸν παῖδα πάλιν ἀπαίρειν εἰς Ἰταλίαν διεγνώκει, τιμωρίαν ἐξέτισεν, ἀναιρεθεὶς ἐν δίκῃ. | |
170(t) | ΚΩΝΣΤΑΝΤΙΝΟΣ. | |
1 | Exc. De virt.: Ὅτι Κωνσταντῖνος, ὥς φησιν οὗτος ὁ Ἰωάννης, τῆς ἀδελφῆς τὸν υἱὸν Κομμό‐ δης διαφθείρει δόλῳ, καὶ τῶν φίλων πολλοὺς καὶ ἐπιτη‐ δείων. Διὸ δὴ τὰ πρῶτα δόξας ἄριστος εἶναι βασιλεὺς, | |
5 | καὶ τοῖς ἐπαινετοῖς τῶν αὐτοκρατόρων ἄξιος παραβάλ‐ λεσθαι, μετ’ ὀλίγον τοῖς εἰρημένοις μειονεκτήμασι πρὸς τὸ χεῖρον τῆς δόξης μεταβέβληκεν· καίτοι τῆς φύσεως αὐτὸν, καὶ τῶν ὅσα παρὰ τοῦ δαιμονίου φοιτᾶν ἀνθρώ‐ ποις εἴωθεν, ἄριστον ἀναμφιβόλως ἀποφαινόντων. Οὐ | |
10 | γὰρ ῥᾴδιον εἰπεῖν ὁπόσαι τῆς ψυχῆς τε καὶ τοῦ σώματος διέλαμπον ἀρεταὶ τὸν ἄνδρα, τὴν ἐκ τῶν πολεμικῶν δόξαν μεταδιώκοντα, καὶ παρὰ τὰς μάχας τύχῃ τε ὁμοῦ δεξιωτάτῃ καὶ τῶν στρατηγικῶν ἐπιστήμῃ οὐ μείονι χρώμενον. Οὐ γὰρ ἐν τοῖς ἐμφυλίοις πολέμοις | |
15 | μόνοις περιῆν τῶν ἐναντίων, ἀλλὰ καὶ μετὰ τούτους Σκύθαις πολλάκις προσπολεμήσας ὑποκύψαι τούτους ἠνάγκασεν, ἔς τε σπονδῶν αἴτησιν καταφυγεῖν. Ὧν μεταδοὺς καὶ οὐκ ἀποχρησάμενος τοῖς προτερήμασι, μεγίστας παρὰ τοῖς βαρβάροις ἔθνεσι δικαιοσύνης τε καὶ | |
20 | ἰσχύος μνήμας ἀπέλιπεν. Ἔχαιρε δὲ ἀνέκαθεν ἐλευθε‐ ρίοις μαθήμασι καὶ ἐν ἐπαίνῳ παιδείαν ἐποιεῖτο καὶ λόγους. Δίκαιόν γε μὴν ἐξ ἁπάντων ἔρωτα θηρώμενος ἐτύγχανε τῆς σπουδῆς, τῷ δεξιῷ τε τῆς φύσεως καὶ περὶ τὰς δωρεὰς δαψιλεῖ. Ὡς γὰρ δὴ πρός τινας τῶν γνωρί‐ | |
25 | μων ὑπούλως τε καὶ οὐχ ὑγιῶς ἔσχεν, οὕτως ἄρα πρὸς τοὺς πολλοὺς βέβαιος ὤφθη καὶ πιστότατος, οὐδένα και‐ ρὸν παρεὶς, οὐδὲ ἀπολιπών τι φροντίδος, ὡς δυνατωτέ‐ ρους τε χρήμασι καὶ λαμπροτέρους ταῖς τύχαις ἀπο‐ φαίνοι τοὺς ἐπιτηδείους. | |
171 | Exc. Salm.: Κωνσταντῖνος ὁ μέγας λίθους πολυτελεῖς πέμψας τοῖς πέρας Ἴστρου ἔθνεσιν, ἐπέ‐ γραψε «Τῷ μείζονι τῷ δῶρον.» Τοῦτο γέγονεν αὐτοῖς αἴτιον ἀπωλείας. | |
171a | Codinus De aedif. Const. Περὶ δὲ τοῦ Βοσπορίου ἐπωνυμίας ταῦτα φησὶν Ἰωάν‐ νης ὁ Ἀντιοχεὺς, ὅτι εἰς τὸ σιγματοειδὲς τοῦ τείχους εἶχον ἔθος πωλεῖν τοὺς βόας (ὃ καὶ ἐκράτει μέχρι τοῦ | |
5 | Κοπρωνύμου), εἷς δέ ποτε βοῦς οἰστρηλατήσας εἰσῆλθε τὴν θάλασσαν καὶ ἐπέρασεν εἰς Χρυσόπολιν, καὶ διὰ τοῦτο ἐκλήθη Βοσπόριον. | |
t172-176 | ΚΩΝΣΤΑΣ ΚΑΙ ΚΩΝΣΤΑΝΤΙΟΣ. | |
172 | Exc. De virt.: Ὅτι Κώνστας ὁ παῖς τοῦ | |
μεγάλου Κωνσταντίνου χρόνον τινὰ προὔστη τῆς ἡγε‐ μονίας ὀρθῶς· τὸ δὲ τελευταῖον ἀτόπους νοσῶν ἐπιθυμίας καὶ φίλων ὁμιλίαις οὐχ ὑγιαινούσαις χρώμενος πρὸς | 602 | |
5 | βαρύτατα κατηνέχθη μειονεκτήματα. Δι’ ἃ δὴ φορτικὸς τοῖς τῶν ἐθνῶν ἐποίκοις καὶ οὐ πρὸς θυμοῦ τοῖς στρα‐ τιώταις ἦν. Ὅτι καὶ ἐν τοῖς οἴκοι διαιτήμασιν οὐκ ἐπαινετὸς γέγονεν. Ἐν δὲ δὴ τοῖς ἐπὶ τῶν στρατοπέδων ἄριστος | |
10 | ὡς τὸ πολὺ καὶ εὐτυχέστατος. Τοῖς τε γὰρ στρατιωτι‐ κοῖς τέλεσιν ἐν παντὶ φοβερὸς τῷ βίῳ, καίπερ ἐς οὐδε‐ μίαν πώποτε προαχθεὶς ἀπηνῆ τε καὶ σκληρὰν τῶν ἁμαρτανομένων κόλασιν. Κωνστάντιός τε μὴν ἐναν‐ τίαν ταῖς εἰρημέναις εἰλήχει τύχην, ἄριστος μὲν ὢν τὰ | |
15 | πολιτικὰ, οὐ δεξιῷ δὲ παρὰ τὰς μάχας δαίμονι χρώ‐ μενος. | |
173 | Ibid.: Ὅτι Βετρανίων ὁ ἐν Ἰλλυριοῖς ἀνα‐ γορευθεὶς βασιλεὺς πρὸς μακρὸν ἤδη γῆρας ἐληλακὼς, ἐμπειρίας τε καὶ τύχης ἕνεκα τῆς ἐν τοῖς στρατηγικοῖς ἀνὴρ δεδοκιμασμένος καὶ ἀρχαῖος τὸ ἦθος τῷ τε κοινῷ | |
5 | καὶ δημοτικῷ τῶν τρόπων προσαγόμενος τὸ ὑπήκοον· πλὴν ὅσον παιδείας γε παντάπασιν ἀμαθῶς τε καὶ ἀμυήτως ἔχων, ὡς μηδὲ τὰ πρῶτα παρὰ τοῖς γραμμα‐ τισταῖς ἐκμεμαθηκὼς στοιχεῖα, ἀλλὰ καὶ τούτων ἐν γήρᾳ καὶ μόλις παρὰ τὸν καιρὸν τῆς βασιλείας τὴν | |
10 | γνῶσιν παρειληφώς. | |
174 | Exc. De ins.: Ὀγδόῃ γάρ που καὶ εἰκοστῇ μετὰ τὴν ἐπανάστασιν ἡμέρᾳ πρὸς τῶν Μαγνεντίου στρατηγῶν ἁλοὺς διεφθάρη, τῆς κεφαλῆς ἀφαιρεθείς· ἣν ἐπὶ κοντοῦ τινὸς αἰωρήσαντες, περὶ πᾶσαν τὴν πό‐ | |
5 | λιν οἱ ἁλόντες ἤγαγον· ἐφ’ ᾧ δὴ χρημάτων τε ἀπαγωγαὶ βαρεῖαι καὶ φόνοι τῶν ἐπιφανεστάτων Ῥωμαίων ὑπο‐ νοίᾳ τῆς πρὸς Νεπωτιανὸν κοινωνίας ἐγένοντο. Οὐ πολλῷ γε μὴν ὕστερον Μαγνέντιος Μορσῆς πόλεως πλησίον ἐξεωσθεὶς τῆς παρατάξεως πρὸς τῶν περὶ τὸν | |
10 | Κωνστάντιον, καὶ οὐ πολὺ ἀποσχὼν καὶ αὐτὸς ὑπὸ χεῖρα τοῖς πολεμίοις πεσεῖν, φεύγει, πολλῆς ἑκατέρω‐ θεν Ῥωμαϊκῆς ἐν τούτῳ τῷ ἀγῶνι διεφθαρμένης, ἣ πρὸς ὀθνείους τε καὶ βαρβαρικοὺς ἀχθεῖσα πολέμους, ἀξιόχρεως ἂν ἐγένετο, καὶ πολλῶν ἐπινικίων πομπῶν | |
15 | ἀσφαλείας τε τοῖς ὁμοφύλοις κατέστη πρόξενος. Κων‐ στάντιος δὲ πρὸς τὸν ἐμφύλιον τρέπεται πόλεμον. Μεθ’ ὃ δὴ Μαγνέντιος συχναῖς ἐλαττωθεὶς μάχαις, ἑαυτὸν αὐτοχειρὶ θανάτῳ περὶ Λούγδουνον πόλιν ἐξάγει τοῦ βίου, τὴν μητέρα προανελὼν, τετάρτῳ τῆς βασιλείας | |
20 | ἐνιαυτῷ καὶ μηνὶ ἑβδόμῳ. Ὁ ἀδελφὸς αὐτῷ κοινωνεῖ τοῦ θανάτου, Καῖσαρ ἐπὶ φυλακῇ τῶν Γαλλιῶν ἀπο‐ δεδειγμένος. Περὶ τούτους γε μὴν τοὺς χρόνους ὑπὸ Κωνσταντίου τοῦ βασιλέως Γάλλος ὁ Καῖσαρ ἐπὶ πολλαῖς καὶ ἀτό‐ | |
25 | ποις ἀναιρεῖται πράξεσιν, ἀνὴρ ἄγριος τὴν φύσιν ὢν, καὶ τυραννίδα τὴν ἀρχὴν καταστησόμενος ἂν, εἴπερ αὐτοκράτορι γνώμῃ προστῆναί οἱ τῆς ἡγεμονίας ἐξεγέ‐ νετο. Σιλβανός τέ τις κατὰ τὴν Γαλλίαν νεωτέρων ἁπτό‐ μενος, πρὸ τριακοστῆς ἡμέρας ἐκποδὼν κατέστη. | |
175 | Exc. De virt.: Ὅτι Κωνστάντιος ὁ παῖς τοῦ μεγάλου Κωνσταντίνου μόνος τῆς Ῥωμαίων ἀρχῆς ἁπάσης καταστὰς, βαρὺς ἦν τοῖς μὴ βουλομένοις τὰ Ἀρείου φρονεῖν, ποικίλαις τε τιμωρίαις αἰκίζων ἄνδρας | |
5 | τε καὶ γυναῖκας. Καὶ ξέναι παρὰ τὰς Ἑλλήνων κολά‐ σεις ὑπὸ τῶν χριστιανίζειν λεγόντων ἐγίνοντο. 2. Ὅτι Κωνστάντιος ἀνὴρ ἦν ἤπιος καὶ γαληνὸς τὸν τρόπον, καὶ τοῖς φίλοις τε καὶ οἰκείοις ἐς τὰ μά‐ λιστα πιστός· ἀπό τε τῆς τοῦ ἤθους πρᾳότητος καὶ | |
10 | ταῖς οἰκείαις τῶν γυναικῶν πέρα τοῦ μετρίου κεχαρι‐ | |
σμένος. | 603 | |
176 | Exc. Salm.: Ἰουλιανὸς Καῖσαρ προβληθεὶς εἶπεν, ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή· ὡς καὶ τοῦ ἀδελφοῦ αὐτοῦ ἐν τούτῳ τῷ σχήματι ἀπολω‐ | |
5 | λότος. Κωνσταντῖνος πρὸ ὀλίγων ἡμερῶν τῆς αὐτοῦ τε‐ λευτῆς ἔδοξε κρατεῖν σφαῖραν, ταύτην δὲ παῖδα τινὰ προσελθόντα ἁρπάζειν ἐκ τῶν χειρῶν αὐτοῦ. | |
t177-180 | ἸΟΥΛΙΑΝΟΣ. | |
177 | Exc. De ins.: Ὅτι Ἰουλιανὸς ὁ παραβά‐ της μέχρι μέν τινος δεύτερα λόγων διετέλει τῷ αὐτο‐ κράτορι. Ἐπεὶ δὲ πρὸς φθόνον τῶν οἱ δρωμένων κινηθεὶς Κωνστάντιος τὰς Γερμανικὰς καλουμένας φάλαγγας, | |
5 | ἐπὶ φυλακῇ τῆς Γαλατίας ἐκ τοῦ παλαιοτάτου καθιδρυ‐ μένας, ἀπιέναι τῆς συνήθους ἠνάγκαζε διατριβῆς, ὡς μονωθεὶς Ἰουλιανὸς αὐτῷ τε καὶ τοῖς βαρβάροις εὐε‐ πιχείρητος εἴη, καταινέσει τῶν στρατιωτῶν, αἰσθομέ‐ νων τῆς τοῦ Κωνσταντίου γνώμης, αὐτοκράτωρ ἀπο‐ | |
10 | δείκνυται· ἐνιαυτόν τε καταμείνας αὐτόθι, τὴν Γαλατίαν κατεστήσατο. Ἄρας δὲ τὸν στρατὸν, οὔτε ἐπὶ Ἰταλίας τὴν πορείαν ἐποιεῖτο, οὔτε εὔδηλος ἦν πρὸς τὸν ἐμφύ‐ λιον ὡρμημένος πόλεμον· ἀλλ’ ἐπὶ τοὺς βαρβάρους αὖθις ἵετο. Γενόμενος δὲ πρὸς τῷ ποταμῷ, καὶ ἐπιστρέψας | |
15 | τὴν πορείαν ἐχώρει [ἐπὶ] τῶν Ἑρκυνίων καλουμένων δρυμῶν· ἐκεῖ δὲ ναῦς ποταμίας κατασκευασάμενος, καὶ τῆς στρατιᾶς ὅσον ἦν κράτιστον ἀναλαβὼν, παρὰ τὴν ποταμίαν ὄχθην ἐκομίζετο, ὡς ἂν λάθοι. Καὶ πολλὰ εἰργάσατο. Ὁ δὲ Κωνστάντιος ἐπεὶ ᾔσθετο τοῦτο, πρὸς | |
20 | τὸν ἐμφύλιον πόλεμον σὺν ὀργῇ τρέπεται· οὐ μὴν ἐξε‐ γένετό οἱ διὰ μάχης ἐλθεῖν τῷ Ἰουλιανῷ, βραβεύσαν‐ τος τοῦ θεοῦ τὸν πόλεμον, καὶ κατὰ μέσην αὐτῷ τὴν πορείαν ἐπιγενομένης τῆς τελευτῆς περὶ Μοψουεστίαν πόλιν, ἐν ὅροις Κιλίκων τε καὶ Σύρων κειμένην, μεʹ | |
25 | τῆς ἡλικίας ἐνιαυτῷ, τῆς δὲ βασιλείας ληʹ. | |
178 | Exc. Salm.: Ἀδαρνάσης παιδίον ὢν ἠρω‐ τήθη ὑπὸ τοῦ ἰδίου πατρὸς Ναρσαίου, βασιλέως Περ‐ σῶν, εἰ καλὴ εἴη ἡ σκηνὴ ἡ προσαχθεῖσα αὐτῷ ἐκ δερ‐ μάτων Βαβυλωνίων· ὁ δὲ εἶπεν, ὡς, εἰ καὶ κρατήσει | |
5 | τῆς βασιλείας, καλλίονα ταύτης ποιήσει ἐξ ἀνθρωπίνων δερμάτων· καὶ κρατήσας ἐξέπεσε τῆς βασιλείας, ἔχων δύο ἀδελφοὺς, ὧν τὸν μὲν ἕνα Σάπωρον κρατήσας ἐτύ‐ φλωσε, τὸν δ’ ἕτερον Ὁρμίσδην εἶχεν ἐν φυλακῇ· οὗ ἡ μήτηρ, συνειδυίας καὶ τῆς αὐτοῦ γυναικὸς, δεσμοὺς | |
10 | σιδηροῦς τέχνῃ τινὶ κατασκευάσασα μαργαριτῶν ἔσωθεν ἐνέπλησε, καὶ δεηθεῖσα τῶν φυλάκων, τοὺς μὲν προ‐ τέρους δεσμοὺς ὡς βαρεῖς ἀφείλετο, ἐκείνους δὲ ἐπιτέ‐ θεικεν, ὡς ἂν, εἰ δυνηθείη φυγεῖν, ἄνευ βάρους πλοῦτον ἐπιφέροιτο. Ἡ δὲ γυνὴ αὐτοῦ ῥινίον αὐτῷ δέδωκεν, | |
15 | καὶ δειπνίσασα τοὺς φύλακας ὑπνῶσαι ἐποίησεν. Ὁ δὲ καιρὸν εὑρὼν ἐπιτήδειον τὰ δεσμὰ ῥήξας ἔφυγε, καὶ ἵππῳ χρησάμενος κατὰ διαστήματα ἐν σχήματι δου‐ λικῷ παρὰ Λικιννίου φιλοτίμως ὑπεδέχθη. Ἦν δὲ ἀκον‐ τιστὴς τοιοῦτος, ὥστε ἐκεῖνον μόνον ἀναίμακτον λέγε‐ | |
20 | ται ἐσχηκέναι τὸ δόρυ, ὃ μετὰ ταῦτα ἐν εἰκόνι κατέχων ἐγράφη. 2. Ἰουλιανὸς ὡράθη τισὶ συναιρεσιώταις αὐτοῦ ὑπὲρ πελάγους ἀπείρου καὶ ἀγρίου ἐν τῷ ἀέρι κρεμάμενος, εἰς τὴν θάλασσαν ἀεὶ πεσεῖσθαι προσδοκῶν, καὶ σιδη‐ | |
25 | ροῦς κόραξ εἴχετο αὐτοῦ τοῖς ὄνυξι, ῥάμφει δὲ σιδηρῷ τὴν αὐτοῦ κορυφὴν ἀπαύστως ἔπληττεν. Οὗτος ἐλθὼν εἰς Ταρσὸν, εὐδαίμονά τινα μονόφθαλμον ἱερέα Ἀσκλη‐ πιοῦ διὰ τὴν τυφλότητα αἰσχυνόμενον ὁραθῆναι αὐτῷ, ἀναζητήσας, τὸν ἠτυχηκότα ὀφθαλμὸν αὐτοῦ ἐνώπιον | |
30 | πάντων κατεφίλησε. 3. Νουμεριανὸς κατηγορεῖτο ὑπὸ τινὸς ὡς κεκλοφὼς δημόσια χρήματα· ὁ δ’ ἔξαρνος ἦν· ὁ δὲ κατήγορος οὐκ ἔχων ἐλέγχους, «Καὶ τίς, ἔφη, βασιλέων ἄριστε, τῶν ὑπαιτίων δίκην ὑπόσχῃ, εἰ πρὸς ἐκφυγεῖν τὸ ἀρνηθῆναι | |
35 | μόνον ἀρκεύει;» Ὁ δὲ Ἰουλιανὸς,» Καὶ τίς, ἔφη ἀναίτιος εὑρεθήσεται, εἰ ὁ κατήγορος ἐλέγχων χωρὶς πιστεύοιτο;» 4. Ἰοβιανὸς ἠκολούθει ποτὲ Ἰουλιανῷ, καὶ, συμβὰν οὕτω, τὴν χλαμύδα αὐτοῦ ἐπάτησεν. Ὁ δὲ στραφεὶς | |
40 | πρὸς αὐτὸν, καὶ ὥσπερ ἑρμηνεύων τὸ μέλλον εἶπεν, «Εἴθε γοῦν ἄνθρωπος ἦν.» Καὶ μετὰ θάνατον αὐτοῦ Ἰοβιανὸς αὐτὸν διεδέξατο. | |
179 | Exc. De virt.: Ὅτι Ἰουλιανὸς ὁ μισόθεος καὶ μισόχριστος διανυκτερεύων λόγους συνέγραφε, καὶ τούτους ἐπὶ τῆς συγκλήτου βουλῆς ἐπεδείκνυτο. Ἐτίμα δὲ καὶ τοὺς περὶ παιδείαν ἀσχολουμένους, μάλιστα | |
5 | τοὺς φιλοσοφίαν ἐπαγγελλομένους. Ταῦτα αὐτοῦ ἀσκοῦν‐ τος οἱ τῶν ἐπαρχῶν ἄρχοντες λαμβάνειν τὰ τῶν Χρι‐ στιανῶν βουλόμενοι πολλοὺς τιμωρίαις ὑπέβαλλον. Καὶ ὁ μὲν Ἰουλιανὸς κατ’ ἀρχὰς τοῖς προσιοῦσιν ἤπιος ὢν, οὐχ ὁμοίως τότε διεγένετο, ἀλλὰ πολλὰ τῶν πρατ‐ | |
10 | τομένων ὑπὸ τῶν ἑλληνίζειν δοκούντων παρεώρα. Καί ποτε Χριστιανοὺς ἐκώλυσεν Ἑλληνικῆς παιδείας με‐ ταλαμβάνειν, καὶ πρὸς τὴν βασιλικὴν δορυφορίαν στρα‐ τεύεσθαι. Ἐν οἷς ἦν Ἰοβιανός τε καὶ Βαλεντινιανὸς καὶ Οὐάλης, οἱ μετ’ αὐτὸν βασιλεύσαντες. Ἐπεὶ δὲ | 604 |
15 | εἶχε τῆς ἐπὶ Πέρσας ὁδοῦ, διά τε τῆς Ἀσίας ἐπὶ Συρίαν καὶ τὴν Ἀντιόχου διελθὼν πόλιν πλεῖστα παρὰ τῶν Χριστιανῶν ἐπορίσατο χρήματα, καὶ μικροῦ δεῖν κατὰ τοῦ δήμου διεγερθεὶς, ὡς εἰς αὐτὸν ἀποσκώψαντος, ὑπὸ Σαλουστίου τοῦ τῶν πραιτωρίων ἐπάρχου παρεκλήθη. | |
180 | Ibid.: Ὅτι φησὶν ὁ Ἰωάννης οὑτοσὶ περὶ τοῦ Παραβάτου Ἰουλιανοῦ, ὡς μόνος τὸ Ῥωμαϊκὸν καλῶς διῴκησεν, ἀνώρθωσέ τε αὐτὸ, εἰ μὴ ἐς ἐναντίω‐ σιν τὰ ἐκ τοῦ δαιμονίου κατέστη· πάσης γὰρ παιδείας τά | |
5 | τε Ῥωμαίων, οὐχ ἥκιστα δὲ καὶ Ἑλληνίδα γλῶτταν ἐς ἄκρον συνειλήφει, ὀξὺς μὲν ὢν συνιδεῖν τὸ πρακτέον, ἑτοιμότερος δὲ τοῦτο ἐξαγγεῖλαί τε καὶ ἑρμηνεῦσαι, μνήμην τε ἁπάντων βεβαίαν ἔχων, σοφὸς μὲν τὰ οὐρά‐ νια, ἔμφρων δὲ τὰ ἀνθρώπινα. Πρὸς δὲ τοὺς φίλους | |
10 | μεγαλόφρων τε καὶ ἐλευθέριος, πλὴν ὅσον οὐκ ἐξητα‐ σμένος οὐδὲ ἀκριβὴς ἦν ἐν ταῖς τούτων κτήσεσι τὸν ἁρμόζοντα τοιῷδε βασιλεῖ τρόπον. Ἐγένοντο γοῦν τινες οἳ μῶμον τῇ τοῦ ἀνδρὸς δόξῃ τοῖς ἑαυτῶν ἀνέθεσαν μειονεκτήμασι, πολλὰ τῶν ἀλλοτρίων λαμβάνοντες | |
15 | προφάσει τῆς Ἑλληνικῆς δοκήσεως, οὐ μόνον ἀγνοοῦν‐ τος τοῦ βασιλέως, ἀλλὰ καὶ κωλύοντος. Τοῖς γε μὴν τῶν ἐθνῶν ἐποίκοις τὰ τῶν δασμῶν καθόσον ἠδύνατο καθῄρει μέτρα καὶ τὸ δημοτικὸν καὶ κοινὸν τοῦ ἤθους πρὸς ἅπαν‐ τας ὁμοίως τοὺς ὑπηκόους ἐξέφερε· χρημάτων μὲν ἀθροί‐ | |
20 | σεως ὀλίγα πεφροντικὼς, δόξης δὲ ἐπιθυμητικῶς τε καὶ ἀκορέστως ἔχων, ὡς πολλάκις καὶ τὸ μέτρον ὑπερβαί‐ νειν ταῖς ἐγχειρήσεσι. Ἐβέβλαπτο δὲ μόνον περὶ τὴν τοῦ σωτῆρος Χριστοῦ δόξαν ἐναντίως ἔχων καὶ ἐνιστά‐ μενος τοῖς τὰ Χριστιανῶν μετιοῦσι δάγματα, οὐ μὴν | |
25 | ὥστε ὠμὸν ἢ φονικόν τι ἐργάσασθαι πώποτε. Συνελόντι δὲ εἰπεῖν, Μάρκῳ Ἀντωνίῳ προσόμοιος ἦν, ὃν δὴ καὶ ζηλοῦν ὡς ἐπίπαν ἐσπούδαζεν. | |
t181 | ΙΟΒΙΑΝΟΣ. | |
181 | Ibid.: Ὅτι Ἰοβιανὸς ὁ βασιλεὺς Ῥωμαίων ὁ μετὰ Ἰουλιανὸν ἄρξας τῇ τοῦ πατρὸς μᾶλλον ἤπερ τῇ οἰκείᾳ δόξῃ τοῖς περὶ τὸ στρατόπεδον ἔγνωστο. Ὃς ἡνίκα Ἰουλιανὸς αἵρεσιν τοῖς στρατευομένοις ἐτίθει, | |
5 | θύειν ἢ ἀποστρατεύεσθαι, μᾶλλον τὴν ζώνην ἀποθέ‐ σθαι ἐβούλετο. Ἐλθὼν δὲ εἰς Νίσιβιν πόλιν πολυάνθρω‐ πον καὶ εὐδαίμονα, δύω μονῶν ἡμερῶν ἐνδιατρίψας αὐτῇ, ὅσαπερ εἶχε χρήματα κατηνάλωσε, τοῖς ἐν αὐτῇ κατοικοῦσι μηδενὸς μεταδοὺς ἢ λόγου φιλανθρώπου | |
10 | ἢ πράξεως ἀγαθῆς· νυκτός τε ὑπεχώρησε χαίρειν αὐτῇ πολλὰ φράσας, ὥσπερ ἐχθρῷ καὶ νεκρῷ σώματι μηδὲ δάκρυον ἐπισταλάξας, δι’ ἣν αὐτός τε ἐσώθη καὶ τοὺς ὑπολειφθέντας ἐκ τῶν τοῦ πολέμου κινδύνων διέσωσεν· ἄνθρωπος οὐ δι’ ἀρετὴν οἰκείαν, ἀλλὰ διὰ τὴν τοῦ | |
15 | πατρὸς δόξαν εἰς τοσοῦτον τύχης προελθών. Ἦν μὲν γὰρ οὐδὲ παντάπασιν ἀσθενὴς τὸ σῶμα, οὔτε πολεμι‐ κοῖς ἔργοις ἀγύμναστος· ἀμελέτητος δὲ ὢν καὶ ἄγευστος παιδεύσεως, καὶ ἣν εἶχε φύσιν διὰ ῥᾳθυμίαν ἠμαύρου καὶ ἠφάνιζε. Διόπερ καὶ τὴν Νισιβηνῶν πόλιν φεύγων, | |
20 | ὡς εἰπεῖν, ᾤχετο, ἀπολαῦσαι σπουδάζων τῷ συμβάντι αὐτῷ παρ’ ἐλπίδα ἀξιώματι, καὶ γίνεσθαι τῶν Ῥωμαϊ‐ κῶν ἐθνῶν ἐντὸς εἰς ἐπίδειξιν τῆς τύχης· καὶ ἤλαυνεν ἐπὶ Συρίαν μετὰ τοῦ στρατοῦ παντός. Οἱ δὲ Ἀντιοχεῖς οὐχ ἡδέως διέκειντο πρὸς αὐτὸν, ἀλλ’ ἀπέσκωπτον αὐτὸν | 605 |
25 | ᾠδαῖς καὶ παρῳδίαις καὶ τοῖς καλουμένοις φαμώσσοις, μάλιστα μὲν διὰ τὴν τῆς Νισίβιος προδοσίαν, οὐχ ἥκιστα δὲ καὶ περὶ σφῶν αὐτῶν δεδιότες, μή ποτε καὶ αὐτοὺς πρόοιτο, ἀγαπήσας καὶ ἐν ὀλίγῳ μέρει τῆς Ῥωμαϊκῆς οἰκουμένης κρατεῖν· καθαπτόμενοι καὶ τῆς | |
30 | γυναικὸς αὐτοῦ διὰ τὴν τοῦ ἱεροῦ καταστροφήν. Ἀδρια‐ νὸς μὲν γὰρ ὁ βασιλεὺς εἰς ἀποθέωσιν καὶ τιμὴν τοῦ πατρὸς Τραϊανοῦ ἔκτισε μικρόν τινα καὶ χαριέστατον ναὸν, ὃν Ἰουλιανὸς ὁ παραβάτης βιβλιοθήκην κατε‐ σκεύασεν· ὃν σὺν τοῖς βιβλίοις Ἰοβιανὸς κατέκαυσε. Καὶ | |
35 | πολλὰ εἰς αὐτὸν εἰπόντων τῶν Ἀντιοχέων, [ἐπράχθη ἂν ἄτοπα,] εἰ μὴ Σαλούστιος παραγενόμενος ἔπαυσε τὴν στάσιν καὶ τὸν Ἰοβιανὸν μὴ βουλόμενον παρώρμη‐ σεν ὁδοιπορῆσαι, καὶ ταῦτα χειμῶνος ὄντος, ἐπὶ Κιλι‐ κίαν καὶ Γαλατίαν. Καὶ Ἰοβιανὸς μὲν ἐν Δαδαστάνοις | |
40 | ἀφίκετο τὴν τοῦ Χριστοῦ δόξαν ἀνακηρύττων. Ὅτι Ἰοβιανὸς κατὰ τὴν ἡγεμονίαν κοινός τε καὶ ἐλευθέριος ἔδοξεν εἶναι. | |
t182-184 | ΟΥΛΕΝΤΙΝΙΑΝΟΣ ΚΑΙ ΟΥΑΛΗΣ. | |
182 | Exc. De virt.: Ὅτι Οὐαλεντινιανὸς χρι‐ στιανὸς ὢν καὶ τὰ τοῦ ὁμοουσίου φρονῶν, οὐδὲν τοὺς ἐναντίους ἠδίκει. Ἐγένετο δὲ καὶ πρὸς τὸ νομοθετεῖν ἑτοιμότατος, φροντίζων καὶ τῆς τῶν θησαυρῶν δικαίας | |
5 | ὑποδοχῆς, πρὸς δὲ ταῖς τῶν ἀρχόντων αἱρέσεσιν ἀκρι‐ βὴς καὶ τιμωρὸς τῶν ἀπειθούντων ἀπαραίτητος, ἐπὶ δὲ τοῖς πολέμοις ἄριστος. Ὁ δὲ Οὐάλης τῆς Ἀρείου δόξης μεταποιούμενος μέγιστον ἐκίνει κατὰ τῶν Χρι‐ στιανῶν διωγμὸν, ὡς πολλοὺς μὲν ἐν τοῖς δικαστηρίοις | |
10 | ἀναιρεῖσθαι, πολλοὺς δὲ καὶ ἐξορίαις ὑποβάλλεσθαι, καὶ αὐτοὺς δὲ τοὺς κατὰ τὴν ἔρημον ἐμφωλεύοντας τῶν ἰδίων σηκῶν ἀπελαύνεσθαι. Καθ’ ὃν χρόνον τῆς μὲν ἐν Ῥώμῃ ἐκκλησίας Λιβέριος προειστήκει, τῆς δὲ ἐν Ἀλεξανδρείᾳ Ἀθανάσιος, καὶ τῆς ἐν Κωνσταντίνου πό‐ | |
15 | λει Εὐδόξιος τῆς Ἀρείου θρησκείας διδάσκαλος. | |
183 | Exc. Salm.: Οὐαλεντινιανὸς ὁ μέγας. Οὐα‐ λεντινιανῷ προσῆλθε γυνὴ χήρα, τῆς οὐσίας αὐτῆς ὑπὸ Ῥοδανοῦ πραιποσίτου ἁρπαγείσης· ὁ δὲ ἐπέτρεψε Σα‐ λουστίῳ κρῖναι αὐτὴν, καὶ κατεκρίθη ὁ Ῥοδανὸς ἀπο‐ | |
5 | δοῦναι τὰ ἁρπαγέντα. Ὡς δ’ οὐκ ἐπείθετο, καὶ ἡ γυνὴ ὤχλει, ἔκαυσεν αὐτὸν ἐν τῷ ἱπποδρόμῳ ὁ βασιλεύς. | |
184 | Exc. De insid.: Ὅτι ἐπὶ Οὐάλεντος τοῦ ἀρειανόφρονος καὶ Γρατιανοῦ, Προκόπιος τῆς σχολῆς ἐπιλαβόμενος, ἐπανίσταται τῇ Κωνσταντίνου πόλει, ἐθορύβει τε τὰ ἐν αὐτῇ βασίλεια ἱκανῶς, πολλῶν τε | |
5 | γίνεται φόνων καὶ συμφορῶν αἴτιος. Καὶ μέχρι μὲν οὖν τινὸς τῆς τύχης διαφόρως αὐτῷ τε καὶ Οὐάλεντι βρα‐ βευούσης, ἔμενεν ὁ τύραννος ἀκλινής· ἐπειδὴ δὲ ὑπὸ τῶν ἰδίων ἐγυμνώθη, δέσμιος ἐν Νακολείᾳ πόλει Οὐά‐ | |
λεντι προσήχθη· ἐκεῖ τε δύω δένδρων ἐκδεθεὶς διεσπα‐ | 606 | |
10 | ράχθη. Καὶ ὁ Οὐάλης τῇ κατὰ Βιθυνίαν ὀργισθεὶς Χαλ‐ κηδόνι, οἷα τῷ τυράννῳ συνελθούσῃ, καὶ αὐτὸν ἐξυ‐ βρισάσῃ, τοὺς μὲν εἰς αὐτὴν οἰκοῦντας διέφθειρε, καὶ τὴν τοῦ τείχους αὐτῆς κατάλυσιν ἐποιεῖτο, τοὺς ἐκεῖθεν λίθους εἰς τὸ λεγόμενον Κωνσταντίνου λουτρὸν μετα‐ | |
15 | φέρων· ἔνθα καὶ χρησμὸν εὑρεθῆναι ἐγκεκολαμμένον ἐντὸς τῶν ἀφελκομένων λίθων. 2. Ὅτι Οὐάλης ὁ ἀρειανόφρων τὸ τῶν Γότθων γένος χριστιανίζειν παρασκευάσας, ὑπ’ αὐτῶν ὕστερον ἐπο‐ λεμεῖτο, ὡς καὶ μέχρι τειχῶν τῆς πόλεως ἀφικέσθαι. | |
20 | Ἀπέσφαξε δὲ καὶ τὸν Μάρκελλον καὶ πολλοὺς ἄλλους, ἐκ τῆς εἰς βασιλείαν ὑποψίας· καὶ ἁπλῶς εἰπεῖν, ἐκιν‐ δύνευον ἅπαντες, ὅσοι τὸ Θ ἀρχὴν τῆς προσηγορίας ἐλάμβανον, μάλιστα Θεοδόσιοι καὶ Θεόδοτοι· τοῦτο γὰρ ἡ τῆς νεκυίας αὐτῷ μαντεία ἀπέφηνεν· αὐτίκα | |
25 | δὲ κατὰ τῶν βαρβάρων ἐχώρει· καὶ τελευτᾷ ἡττηθείς. | |
t185 | ΓΡΑΤΙΑΝΟΣ. | |
185 | Exc. De virt.: Ὅτι Γρατιανὸς ὡς ἐπύθετο τὴν τοῦ Οὐάλεντος τοῦ θείου τελευτὴν, αὐτίκα πρὸς τὴν ἑῴαν Ῥώμην διέθει, καὶ καταγνοὺς τῆς τοῦ θείου Οὐά‐ λεντος περὶ τοὺς Χριστιανοὺς ὠμότητος, τοὺς μὲν ὑπ’ | |
5 | ἐκείνου ἐξορισθέντας διὰ ταχέων ἀνεκαλεῖτο, οὐσίας τε αὐτοῖς ἀποδιδοὺς καὶ θεραπεύων τὰς βλάβας· πᾶσί τε νόμον παρεῖχεν ἀδεῶς καὶ ἀδηρίτως ἐν ταῖς ἰδίαις ἐκ‐ κλησίαις συνάγεσθαι, μόνους δὲ τῶν εὐκτηρίων εἴργε‐ σθαι Εὐνομιανοὺς, Φωτεινιανοὺς, Μανιχαίους. | |
t186-190 | ΘΕΟΔΟΣΙΟΣ. | |
186 | Exc. De ins.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βα‐ σιλέως Μάξιμος ἐκ τῶν περὶ τὰς Βρεττανίας μερῶν ἐπαναστὰς τῇ Ῥωμαίων ἀρχῇ, κάμνοντι τῷ Γρατιανῷ εἰς τὸν κατὰ Ἀλαμανῶν πόλεμον ἐπιτίθεται, καὶ δι’ | |
5 | Ἀνδραγαθίου, τοῦ τῆς τυραννίδος κοινωνοῦ, πρὸ Λου‐ γδούνου τῆς ἐν Γαλλίᾳ πόλεως ποταμὸν διαβαίνοντι ἐπιβουλεύεται δολίως. Ἐτελεύτα μὲν οὖν Γρατιανὸς, βιώσας ἔτη κδʹ, βασιλεύσας ἔτη ιεʹ. 2. Αἰτία δὲ τῆς κατὰ Γρατιανοῦ κινήσεως τῷ Μα‐ | |
10 | ξίμῳ γέγονεν ἥδε. Οὗτος Θεοδοσίῳ τῷ βασιλεῖ κατὰ τὴν Βρεττανίαν συστρατευσάμενος ἐν τοῖς Οὐάλεντος χρόνοις, δυσανασχετῶν ὅτι Θεοδόσιος ἀπὸ Γρατιανοῦ βασιλείας ἠξιώθη, αὐτὸς δὲ οὐδὲ εἰς ἀρχὴν ἔντιμον ἔτυχε προελθὼν, ἤγειρε τοὺς ἐν Βρεττανίᾳ στρατιώτας | |
15 | εἰς τὸ κατὰ τοῦ βασιλέως ἔχθος· καὶ ἀνηγορεύθη παρ’ αὐτῶν βασιλεύς. 3. Τοῦ τοίνυν Γρατιανοῦ κατὰ τὸν εἰρημένον τρόπον ἀναιρεθέντος, περιῆλθεν ἡ ἀρχὴ εἰς Οὐαλεντινιανὸν τὸν νέον καὶ Θεοδόσιον. Ὁπηνίκα δὲ τὸν τοῦ βασιλέως | |
20 | φόνον εἰργάσατο Μάξιμος, εὐθέως ἐπὶ τὴν Ῥώμην ἀφίκετο. Τότε δὴ καὶ ὁ βασιλεὺς Θεοδόσιος ἐν φροντίδι μεγίστῃ καθίστατο, δύναμίν τε κατὰ τοῦ τυράννου ηὐ‐ τρέπιζεν, εὐλαβούμενος μὴ καὶ τῷ νεωτέρῳ Οὐαλεντι‐ νιανῷ ἐπιβουλεύσειεν. Καὶ ὁ μὲν βασιλεὺς εἰς τὸν κατὰ | |
25 | Μαξίμου πόλεμον ἤλαυνε, καταλιπὼν ἐν τῇ Κωνσταν‐ τίνου πόλει Ἀρκάδιον βασιλεύοντα. Καὶ καταλαβὼν τὴν Θεσσαλονίκην, εὑρίσκει τοὺς περὶ Οὐαλεντινιανὸν ἐν πολλῇ ἀθυμίᾳ διάγοντας, ὅτι δι’ ἀνάγκην τὸν τύ‐ ραννον ὡς βασιλέα ἐδέξαντο. Ἀναλαβὼν οὖν τὰς δυ‐ | |
30 | νάμεις τῶν στρατιωτικῶν ταγμάτων, ἐπὶ τὴν Μεδιό‐ λανον ἐχώρει· ἐκεῖ γὰρ ὁ Μάξιμος τὰ τοῦ πολέμου διήρτυεν. Οἱ δὲ περὶ τὸν τύραννον, ὡς τὴν τοῦ βασι‐ λέως ἄφιξιν ἐπύθοντο, οὐ πρὸς μικρὸν τὴν ὁρμὴν ἐνεγ‐ κεῖν ἠδυνήθησαν, ἀλλὰ καταπτήξαντες δέσμιον αὐτῷ | |
35 | τὸν Μάξιμον ἄγουσιν, ὃς ἀνῃρέθη ἐν τῇ κʹ τοῦ Αὐγού‐ στου μηνός. Ἀνδραγάθιος δὲ ὁ τοῦ βασιλέως φονεὺς, τῆς ἥττης γενομένης, εἰς τὸν παρακείμενον ποταμὸν ῥίψας ἑαυτὸν ἀπεπνίγη. Τότε οὖν οἱ βασιλεῖς νικηφό‐ ροι ἐπὶ τὴν Ῥώμην ἐχώρουν, συμπαρομαρτοῦντος | |
40 | αὐτοῖς καὶ τοῦ Θεοδοσίου παιδὸς Ὁνωρίου. Ἦσαν οὖν ἐν τῇ Ῥώμῃ ἐπινικίους ἑορτὰς ἐπιτελοῦντες· ὅτε δὴ καὶ τὴν ἑαυτοῦ ἀγαθότητα Θεοδόσιος περὶ τὸν Σύμ‐ μαχον ἐπεδείξατο. Οὗτος γὰρ εἰς τοὺς ἀπὸ ὑπατίας τελῶν βασιλικὸν λόγον εἰς τὸν Μάξιμον διεξῆλθεν, καὶ | |
45 | δεδιὼς τὸ τῆς καθοσιώσεως ἔγκλημα, τοῖς τῶν ἐκκλη‐ σιῶν ἀσύλοις προσκατέφυγεν· ὃν ὁ βασιλεὺς πάσης φι‐ λανθρωπίας ἠξίωσε, καὶ τῷ τῆς βουλῆς τάγματι συγκα‐ τέγραψεν. | |
187 | Ibid.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως, Οὐαλεντινιανὸς ὁ νέος βασιλεὺς ἀγγέλλεται ἐξ ἐπιβου‐ λῆς τοιᾶσδε τεθνηκέναι. Ὁ τούτου πατὴρ Οὐαλεντινια‐ νὸς γυναιξὶ πλείοσιν ἐχρήσατο παρὰ τοὺς διατεταγμέ‐ | 607 |
5 | νους Ῥωμαίων νόμους. Ἡ τοίνυν τούτου δευτέρα γυνὴ θυγάτηρ μὲν ἐλέγετο γεγενῆσθαι Ἰούστου, Μαγνεντίου δὲ γυνὴ τοῦ τυραννήσαντος κατὰ Κωνσταντίου χρόνους, [ἣ] διὰ νεότητα οὐ τυχοῦσα τέκνων ἐξ ἐκείνου χηρεύουσα καὶ ἐγκρατευομένη διετέλει· ἧς διὰ κάλλους ὑπερβολὴν | |
10 | ἐρασθεὶς ὁ βασιλεὺς, ἄγεται ταύτην κατὰ δεύτερον γά‐ μον· ἐξ ἧς Οὐαλεκτινιανὸς ὁ νέος, ὁ Θεοδοσίῳ συμβα‐ σιλεύσας, ἐτέχθη, καὶ Γάλλα ἡ Θεοδοσίῳ συναφθεῖσα μετὰ τὴν Φλακίλλης τελευτὴν, καθ’ ὃν καιρὸν τόν τε Μάξιμον ἐνίκα καὶ τὸν Οὐαλεντινιανὸν ἔσωζεν· ὥστε | |
15 | ὑπῆρχεν αὐτῷ πρὸς τὰ κοινὰ τῆς βασιλείας καὶ ἡ τῆς κηδείας συνάφεια. Τότε δὴ οὖν τῆς τοῦ Οὐαλεντινια‐ νοῦ ἀναιρέσεως διαγγελθείσης, μέγιστον κατεῖχε πένθος αὐτόν τε τὸν βασιλέα τῆς ἕω καὶ τὴν ἀδελ‐ φὴν τοῦ τετελευτηκότος, βασιλίδα Γάλλαν· μεγάλη τε | |
20 | ἐμελετᾶτο τοῦ πολέμου σπουδὴ κατὰ τοῦ τὸν φόνον ἐργασαμένου. Ἀρβογάστης δὲ ἦν, ἐκ τοῦ Φράγκων γένους, Βαύδωνος, τοῦ πρὸς Γρατιανοῦ τοῦ βασιλεύ‐ σαντος τὴν στρατοπεδαρχικὴν ἐξουσίαν ἐπιτραπέντος, υἱὸς, φλογοειδής τε καὶ βάρβαρος τὴν ψυχήν· ὃς τὸν | |
25 | Οὐαλεντινιανὸν βιασάμενος, εἰς τὴν τοῦ πατρὸς παρῆλθε στρατηλασίαν· οὐ γὰρ ἦν ἀντιλέγειν αὐτῷ, διὰ τὴν ἐν τοῖς πολέμοις ῥώμην· οὗτος γὰρ πολλοὺς τῶν ἐν ἀξιώ‐ ματι παρὰ τὴν τοῦ βασιλέως βουλὴν διεχειρίζετο, καὶ τούτους οὐ μόνον ἀγνοοῦντος τοῦ κρατοῦντος, ἀλλὰ | |
30 | καὶ κωλύοντος· ἐν οἷς καὶ τὸν Ἀρμόνιον, ὃς Ταύρου μὲν ἦν παῖς, τοῦ τὴν ὕπατον διέποντος, ἐπειδὴ δὲ τὸν Ἀρ‐ βογάστην ἐλύπησεν, ὁ μὲν ἐπὶ τὸ ξίφος τὴν χεῖρα ἔτρε‐ ψεν, ὁ δὲ Ἀρμόνιος τῷ βασιλεῖ τὸ σῶμα παραδοὺς, σὺν τῇ ἁλουργίδι κατετέμνετο· ἐκ τούτου τε πολλὴ πρὸς τὸν | |
35 | στρατοπεδάρχην καὶ τὸν βασιλέα γέγονεν ἡ ὑπόνοια. Καὶ ὁ μὲν Οὐαλεντινιανὸς τὴν Θεοδοσίου λάθρα μετε‐ πέμπετο συμμαχίαν, ὡς μὴ δυνάμενος φέρειν τὴν τοῦ τυράννου θρασύτητα· πλὴν ὥς τι σοφὸν κατὰ τοῦ τυ‐ ράννου πράττειν ἡγούμενος, γραμματεῖον αὐτῷ τῆς δια‐ | |
40 | δοχῆς ἐπὶ τοῦ συνεδρίου δίδωσι· ὅπερ δεξάμενος ὁ βάρ‐ βαρος καὶ ἀναγνοὺς, παραχρῆμα τοῖς ὄνυξι διεσπάρα‐ ξεν, λεοντώδει δὲ τῇ φωνῇ κατὰ τοῦ βασιλέως ὀργισθεὶς, ἀπῄει πρόκωπον ἔχων τὸ ξίφος. Πολέμιος τοίνυν ἀπε‐ δείχθη φανερὸς τῇ Ῥωμαίων ἀρχῇ· καὶ ὁ μὲν Οὐαλεν‐ | |
45 | τινιανὸς ἐβούλετο παραχρῆμα πρὸς τὸν Θεοδόσιον ἐξιπ‐ πεύσασθαι. Ὁ δὲ βάρβαρος, τὴν κατ’ αὐτοῦ κίνησιν ἐπιτείνας, πρός τι πολισμάτιον Ἰταλικὸν, Βέρναν λε‐ γόμενον, διατρίβοντι καὶ ῥᾳθυμότερον περὶ τὴν τοῦ πο‐ λιχνίου φρουρὰν διαγενομένῳ προσπεσὼν καὶ ἀφύλακτον | |
187(50) | τοῦτον εὑρὼν, ξίφει διεχρήσατο. Οὕτω μὲν οὖν Οὐαλεν‐ τινιανὸς ὁ νέος βιώσας ἔτη κʹ, βασιλεύσας δὲ ἔτη ηʹ, καταστρέφει τὸν βίον. Ὁ δὲ Ἀρβογάστης, Εὐγένιον αὐτῷ ἐπὶ σοφιστικὸν ἐγκαθήμενον θρόνον, καὶ ὑπὸ γλώττης εὐδοκιμοῦντα, | |
55 | ὁ θεῖος ἐπέστησε Ῥιχομήριος, ἡνίκα παρὰ τὸν Θεοδό‐ σιον μετὰ τὴν Μαξίμου νίκην ἐν τοῖς ἑῴοις βασιλείοις ἀπήγετο. Καὶ ὁ μὲν Ῥιχομήριος τὸ σῶμα καμὼν ἐτε‐ λεύτα κατὰ τὴν Κωνσταντίνου· τὸν δὲ Εὐγένιον ὁ βάρ‐ βαρος βασιλέα τῶν ἑσπερίων ἀποδείξας, ἄκοντί γε πε‐ | |
60 | ριτίθησι τὸ σχῆμα. Ὅστις εὐθέως πρεσβείαν πρὸς τὸν Θεοδόσιον ἔστειλε, πειρώμενος εἰ ὁμολογοίη φίλος εἶναι, καὶ δέχοιτο αὐτὸν βασιλεύοντα. Οὓς δὴ ὁ Θεοδόσιος ποικίλοις διακρουσάμενος λόγοις, καὶ φιλανθρώποις ἀποκρίσεσι δελεάσας, ἀπεπέμψατο. Αὐτὸς δὲ Ῥωμαϊ‐ | |
65 | κὸν μὲν Τιμάσιον, Σκυθικὸν δὲ τὸν Γαϊνὰν, ἐξ Ἀλα‐ νῶν δὲ τὸν Σαοὺλ, ἄρχοντας τῶν στρατοπέδων παρα‐ λαβὼν, ἅμα δὲ καὶ Στιλίχωνα τοῖς στρατεύμασιν ἐπι‐ στήσας (ὃς ἦν μὲν καὶ αὐτὸς ἀνέκαθεν τοῦ Σκυθικοῦ γένους, τῆς δὲ τοῦ βασιλέως ἀδελφῆς Σερήνης αὐτῷ | |
70 | προσμανείσης, βασιλέως οὐδὲν ἀπελείπετο), πολλούς τε τῶν Θρᾳκῶν Οὔννων, σὺν τοῖς παρεπομένοις φυ‐ λάρχοις διαναστήσας, εἴχετο τῆς πρὸς τὴν Ἰταλίαν πορείας, ὡς ἂν τὸν Εὐγένιον, μηδέν τι προσδοκῶντα, ἀπαράσκευον καταλάβοι. Ἐξιόντι δὲ αὐτῷ τῆς αὐλῆς | |
75 | ἡ βασίλισσα τελευτᾷ. Ὁπηνίκα δὲ τοῖς τῆς Ἰταλίας προσῆλθεν ὅροις, τῷ παραλόγῳ τῆς ὀξύτητος καὶ τῷ τάχει τῆς ἀφράστου διαδρομῆς ὁ Εὐγένιος ἔπτηξεν, ἀνὴρ ἄπειρος πολέμου καὶ σάλπιγγος. Ὁ δὲ Ἀρβογάστης ἀντεμάνη, ἐπιθυ‐ | |
80 | μῶν πολέμου καὶ μάχης καὶ φόνων, καὶ πολὺ τῆς ἡμέρας διαγωνισάμενος· καθ’ ἣν ὁ ἥλιος ἀφανὴς ἐγένετο τοῖς ἀνθρώποις περὶ μέσην τῆς ἡμέρας ὥραν, ὥστε καὶ ἀστέρας φανῆναι, καὶ νυκτομαχοῦντες ἅπαντες ἀνηλί‐ σκοντο συνδαπανώμενοι ξίφεσιν. Ἄχρι μὲν οὖν περὶ | |
85 | τρίτην φυλακὴν τῆς νυκτὸς ἐν τούτοις τὰ τῶν στρατο‐ πέδων ὑπῆρχεν. Ἐπειδὴ δὲ Θεοδόσιος, τότε μὲν ὑπανα‐ | |
χωρήσας, τὸν δὲ Θεὸν ἱκετεύσας, καθεύδουσι τῇ ἑξῆς τοῖς ἐναντίοις ἐπιπίπτει, τὸ μὲν πλεῖστον ἐν ταῖς εὐναῖς, τὸ δὲ ἀνιστάμενον τῶν ὅπλων γεγυμνωμένον διεχειρί‐ | 608 | |
90 | ζετο, αὐτόν τε τὸν Εὐγένιον ζωγρήσας, τῆς κεφαλῆς ἀποτέμνει, καὶ μακρῷ δόρατι περιπήξας, ἐν ὅλοις τοῖς τῆς Ἰταλίας ὅροις διεπόμπευσεν· ὡς ἅπαν τὸ τῶν πολε‐ μίων πλῆθος πρὸς τὸν νενικηκότα χωρεῖν, καὶ τοῖς αὐτοῦ πείθεσθαι διατάγμασιν. Ὁ δὲ Ἀρβογάστης ἐν | |
95 | τούτῳ τε τὸ μανικὸν τῆς βαρβάρου φύσεως ἀποδείξας, αὐτοχειρίᾳ διεφθάρη, τῷ σφετέρῳ περιπεσὼν ξίφει. Ἐπὶ τούτοις τε θρίαμβοι κατὰ τὴν Ῥώμην ἐγένοντο· καὶ στεφανηφορεῖν τὴν ἁπανταχοῦ τῶν ὑπηκόων γῆν ἐδόκει, καὶ πανηγυρίζειν ἐπὶ τῇ καθαιρέσει τοῦ τυράννου. | |
188 | Exc. De virt.: Ὅτι οἱ ἐπίτροποι Ἀρκαδίου καὶ Ὁνωρίου Ῥουφῖνος καὶ Στελίχων ἄμφω τὰ πάντων συνήρπαζον, ἐν τῷ πλούτῳ τὸ κράτος τιθέμενοι. Καὶ οὐδεὶς εἶχεν ἴδιον οὐδὲν εἰ μὴ Ῥουφίνῳ καὶ Στελίχωνι | |
5 | ἔδοξε· δίκαι τε ἅπασαι πρὸς τούτων ἐκρίνοντο· καὶ πολὺς ἦν ὄχλος τῶν περιθεόντων εἴ πού τινι χωρίον κάλλιστον ἦν· καὶ ὁ δεσπότης εὐθὺς συνηρπάζετο. Ἑκά‐ τερός τε αὐτῶν τὴν βασιλείαν περιεσκόπει. | |
189 | Ibid.: Ὅτι Εὐτρόπιος ὁ τοῦ Ἀρκαδίου πρόκοιτος οὐδὲν τῶν δεινῶν ἀπελίμπανε, τὰς μὲν ἀρχὰς δημο‐ σίᾳ πιπράσκων, καὶ τούς τι δυναμένους συκοφαντῶν, ἐξορίαις τε τοὺς μεγιστᾶνας ὑποβάλλων, καὶ πᾶσαν | |
5 | ὕβριν τοῖς τῆς συγκλήτου βουλῆς ἐπάγων. Ἀλλ’ οὐδὲ τῆς τῶν βαρβάρων ἀπείχετο συμμαχίας, ὡς ἂν αὐτὸς ἐλπίζων εἰς τὴν τοῦ βασιλέως μεταβαίνειν ἀξίαν. Καί ποτε καὶ τοὺς ἐν ταῖς ἐκκλησίαις πεφευγότας συλλαμ‐ βάνειν βουλόμενος νόμον προὔθηκεν ἐπιτρέποντα καὶ | |
10 | τοὺς ἐκ τῶν θυσιαστηρίων ἀφέλκεσθαι. Καὶ ὁ μὲν νόμος ἐγέγραπτο, δίκη δὲ εὐθέως τῆς ὠμότητος ἠκολούθει. Μετ’ οὐ πολὺ γὰρ προσκρούσας τῷ βασιλεῖ Εὐτρόπιος ἐν τοῖς πρόσφυξιν ἐγένετο καὶ ὑπὸ τὸ θυσιαστήριον ἔκει‐ το, Ἰωάννου ἐπισκοποῦντος τοῦ Χρυσοστόμου, ἐκεῖ‐ | |
15 | θέν τε ἀφαιρεθεὶς νυκτὸς τὴν κεφαλὴν ἀποτέμνεται. Οὕτω μὲν οὖν Εὐτρόπιος δίκας τῆς ἁμαρτάδος ὑποστὰς καὶ ἐξ αὐτοῦ τοῦ καταλόγου τῶν ὑπάτων ἠλείφθη, μό‐ νου τοῦ συνυπατεύσαντος Θεοδώρου γεγραμμένου. | |
190 | Exc. De ins.: Ὅτι Ῥουφῖνος, ὁ ἐπίτροπος Ἀρκαδίου, ἐξ ἐπιβουλῆς Εὐτροπίου τοῦ προκοίτου τῆς Ἀρκαδίου διήμαρτε κηδίας· ἀλλ’ ὅμως τῇ πλεονεξίᾳ καὶ τῇ χαλεπότητι τῶν τρόπων πᾶσιν ὑπέροπτος ἦν, | |
5 | τόν τε βασιλέα οἰκειότητι τῶν βαρβάρων καταπλήττων, καὶ βαρεῖαν ἐπιτιθεὶς ἀνάγκην πρὸς τὸ κοινωνῆσαι τῆς ἁλουργίδος αὐτῷ, ποτὲ δὲ καὶ πλῆθος βαρβάρων εἰσαγα‐ γὼν, ὧν Ἀλάριχος ἡγεῖτο, πᾶσαν ὁμοῦ τὴν Ἑλλάδα καὶ τὰ περὶ τὴν Ἰλλυρίδα διεπόρθει· ὡς καὶ δῆλος | |
10 | ἅπασι γενέσθαι τῇ τῆς τυραννίδος ἐπιβουλῇ. Ὁ μὲν γὰρ ὑπέχαιρε, καὶ τὸν κοινὸν ὄλεθρον ἰδίαν κρηπῖδα τῆς βασιλείας ὑπελάμβανεν· ὁ δὲ βασιλεὺς ἐν ἀφασίᾳ διετέλει· οὐ μὴν καὶ ὁ Στελίχων ἐνταῦθα ὅμοιος ἦν, ἀλλὰ διέπλευσε μὲν αὐτὸς ἐς τὴν Ἑλλάδα, καίτοι | |
15 | μηδὲν προσήκουσαν τοῖς τῆς ἑσπερίας τέρμασι, τὰς τῶν ἐνοικούντων οἰκτείρας συμφορὰς, καὶ τοὺς βαρ‐ βάρους σπάνει τῶν ἀναγκαίων διαφθείρας, ἔπαυσε τῆς [κατὰ] τῶν ἐπιχωρίων ὁρμῆς. Συγκαλεσάμενος δὲ Γαϊνὰν, ὃς τότε τῶν ἑσπερίων στρατοπέδων ἔξαρχος | |
20 | ἦν, ἀρτύει τὴν κατὰ Ῥουφίνου σκευήν· ὅτε δὴ καὶ ὁ τοῦ Ἀρκαδίου στρατὸς ἔκ τε τῆς Εὐγενίου καθαιρέ‐ σεως καὶ τῆς τῶν βαρβάρων τῶν κατὰ τὴν Ἰλλυρίδα διώξεως ἐπὶ τὴν Κωνσταντίνου πόλιν ἐχώρει. Ὁ μὲν γὰρ βασιλεὺς κατὰ τοὺς παλαιοὺς νόμους εἰς ὑπάντησιν | |
25 | τῶν στρατοπέδων ἐκ τῆς πόλεως προῆλθεν· καὶ ὁ Γαϊ‐ νὰς αὐτὸν ἐφρούρει· πᾶσα δὲ ἦν ἀνάγκη καὶ τὸν τῆς αὐλῆς ἔπαρχον συνεξιέναι (Ῥουφῖνος δὲ ἦν). Καὶ ἅμα τε ὁ βασιλεὺς ὑπὸ τῶν στρατοπέδων Αὔγουστος ὀνομάζεται, καὶ Ῥουφῖνος κατετέμνετο, ταύτης τε | |
30 | ἔτυχε τῆς τελευτῆς. Παῖδες δὲ αὐτοῦ καὶ γαμετὴ πρὸς τὴν ἐκκλησίαν κατέφυγον· διηρπάζοντο δὲ ἀκωλύτως ἅπαντα ὅσα κατὰ τὴν δυναστείαν ἐκτήσατο. | |
[Τότε] Γαϊνὰς ὁ τῶν ἑῴων στρατοπέδων ἔξαρχος, βάρβαρος ὢν τὸ γένος, καὶ ὑπὸ Ῥωμαίων κατ’ ὀλίγου | 609 | |
35 | ἐπὶ τὴν στρατηγίδα προελθὼν, ἄρχειν διενοεῖτο, ὅπως ἂν καὶ αὐτῆς τῆς βασιλείας κρατήσοι. Καὶ πᾶν μὲν τὸ Γότθων ἔθνος ἐκ τῆς ἑαυτοῦ χώρας μετεπέμψατο, τοὺς δὲ αὐτῷ ἐπιτηδείους τῶν στρατιωτῶν ἀριθμὸν ἔχειν κατέστησεν· Τριβιγίλδου δὲ ἑνὸς τῶν ὑποστρατήγων | |
40 | αὐτῷ, χιλιαρχοῦντος τῶν ἐνιδρυμένων τῇ Φρυγίᾳ στρα‐ τιωτῶν, καὶ γνώμῃ αὐτοῦ Γαϊνᾶ νεωτερίσαντος, καὶ τὰ Φρυγῶν ἔθνη παντάπασιν ἀνατρέποντος, ἐπειδὴ Ἀρκάδιος μηδὲν προειδόμενος τὸν Γαϊνὰν ἔπεμψεν, εὐθὺς ἐπορεύετο, τῷ μὲν λόγῳ κατὰ Τριβιγίλδου, τῷ | |
45 | δὲ ἔργῳ τυραννῆσαι βουλόμενος. Ἦγε δὲ μετ’ αὐτοῦ Γότθων τε καὶ ἑτέρων βαρβάρων οὐκ ὀλίγας μυριάδας· καὶ καταλαβὼν τὴν Φρυγίαν, πάντα ἀνέτρεπεν. Εὐθὺς οὖν ἐν ταραχῇ τὰ Ῥωμαίων, οὐ μόνον διὰ τὸ προσὸν τῷ Γαϊνᾷ [πλῆθος βαρβάρων], ἀλλὰ ὅτι καὶ τὰ τῆς ἑῴας | |
190(50) | ἐπίκαιρα μέρη κινδυνεύειν ἔμελλεν. Ἀλλὰ τότε μὲν ὁ βασιλεὺς διαπεμψάμενος πρὸς τὸν βάρβαρον, λόγοις αὐτὸν καὶ ἔργοις θεραπεύειν ἕτοιμος ἐγίνετο· τοῦ δὲ ἐξαιτοῦντος δύω τῶν προεστώτων τῆς συγκλήτου λαβεῖν ἀπὸ τῶν ὑπάτων ἀνδρῶν, Σατορνῖ‐ | |
55 | νόν τε καὶ Αὐρηλιανὸν, ἀκοντὶ αὐτοὺς ὁ βασιλεὺς τῇ ἀνάγκῃ τοῦ καιροῦ παρεῖχε. Καὶ οἱ μὲν ὑπὲρ [τοῦ] κοινοῦ προαποθνήσκειν αἱρούμενοι, γενναίως τῇ τοῦ βα‐ σιλέως κελεύσει ὑπήκουον, καὶ πόρρω τῆς Χαλκηδόνος ἐν χωρίῳ ἱπποδρόμῳ ὑπήντων, ἕτοιμοι πάσχειν πᾶν | |
60 | ὅ τι ὁ βάρβαρος ἤθελεν. Ἀλλ’ οὗτοι μὲν οὐδὲν φαῦλον ὑπέμειναν, ὁ δὲ παρῆν ἐπὶ τὴν Χαλκηδόνα. Ἀπήντα δὲ ἐκεῖσε καὶ ὁ βασιλεὺς Ἀρκάδιος. Γενόμενοι δὲ πρὸς τῷ οἴκῳ τῆς μάρτυρος Εὐφημίας, ὅρκοις ἐπιστοῦντο ἀλλήλους. Καὶ ὁ μὲν βασιλεὺς ἐφύλαττεν· Γαϊνὰς δὲ | |
65 | παρεσπόνδει, καὶ τοῦ οἰκείου σκοποῦ οὐκ ἐξέβαινεν· ἀλλ’ ἐμπρησμόν τε καὶ λαφυραγωγίας ἐμελέτα ποιή‐ σασθαι κατὰ τῆς Κωνσταντίνου πόλεως καὶ κατὰ πάσης τῆς Ῥωμαίων ἀρχῆς. Βεβαρβάρωτο γοῦν ἡ πόλις ὑπὸ τοῦ πολλοῦ πλήθους, καὶ πάντες οἱ κατ’ αὐτὴν ἐν | |
70 | αἰχμαλώτων μοίρᾳ ἐγένοντο. Τοσοῦτος [δὲ] ἦν ὁ ἐπι‐ κρεμασθεὶς τῇ πόλει κίνδυνος, ὡς καὶ κομήτην μέγι‐ στον τοῦ οὐρανοῦ φανῆναι. Ὁ μέντοι Γαϊνὰς πρῶτον μὲν ἐπειράθη ἁρπαγὴν τῶν ἐργαστηρίων ποιήσασθαι· ὡς δὲ, τῆς φήμης προμη‐ | |
75 | νυσάσης τὴν ἔφοδον, ἐφυλάξαντο προθεῖναι ἐν ταῖς τρα‐ πέζαις τὸν ἄργυρον, αὖθις ἐπὶ ἑτέραν ἐχώρει γνώμην. Νυκτὸς γὰρ ἐπιμεσούσης, ἐκπέμπει πλῆθος βαρβάρων ἐπὶ τῷ ἐμπρῆσαι τὰ βασίλεια καὶ τὴν πόλιν. Ὅτε δὴ καὶ ἡ τοῦ Θεοῦ περιφανῶς ἐδείχθη πρόνοια περί τε τὴν | |
80 | Ῥωμαίων ἀρχὴν καὶ τὴν πόλιν. Ἀπροόπτως γὰρ τοῖς ἐπελθοῦσιν ἐφάνησαν ἄγγελοι, ἐν σχήματι ὁπλιτῶν, μέγαλα ἔχοντες σώματα· οὓς ὑποτοπήσαντες οἱ πολέμιοι ἀληθῆ στρατὸν εἶναι πολὺν καὶ γενναῖον, καταπλαγέν‐ τες ὑπεχώρησαν. Ὡς δὲ ἀπαγγελθέντος τούτου Γαϊνᾷ, | |
85 | ἄπιστον κατεφαίνετο (ἠπίστατο γὰρ μὴ παρεῖναι τὸ πολὺ τῶν Ῥωμαίων ὁπλιτικὸν, κατὰ γὰρ τὰς πόλεις ἐνίδρυτο), πέμπει καὶ αὖθις ἑτέρους τῇ ἐχομένῃ νυκτὶ, καὶ μετὰ ταῦτα πολλάκις. Ὡς δὲ καὶ διαφόρως ἀπο‐ στείλαντι τὰ αὐτὰ ἀπηγγέλλετο (ἀεὶ γὰρ τοῖς ἐπιβου‐ | |
90 | λεύουσιν οἱ ἄγγελοι τὴν αὐτὴν παρεῖχον φαντασίαν), τέλος αὐτὸς σὺν πλήθει πολλῷ παρελθὼν πεῖραν τῶν ἀκουσθέντων λαμβάνει· ὑπονοήσας δὲ ἀληθῶς στρατιω‐ τῶν εἶναι πλῆθος, ὑποκρίνεται ὡς ἐπὶ τὸν μάρτυρα Ἰωάννην ὁδεύειν, ὃς ζʹ σημείοις τῆς πόλεως ἀφειστήκει, | |
95 | συνεξῄεσαν δὲ αὐτῷ καὶ οἱ βάρβαροι, πὰ ὅπλα λαθραίως κομίζοντες. Ὡς δὲ οἱ φρουροὶ τῶν πυλῶν διεκώλυον, οἱ βάρβαροι τὰ ξίφη γυμνώσαντες, τοὺς ἐπὶ ταῖς πύλαις διεχειρίσαντο. Ἐντεῦθεν πολέμιος ἀπεδείχθη Γαϊνάς· καὶ οἱ μὲν | |
190(100) | περὶ τὴν πόλιν ἅπαντες πρὸς τὴν τείχους φυλακὴν διέθεον. Ὁ δὲ βασιλεὺς κελεύει τοὺς ὑπολειφθέντας ἐν τῇ πόλει βαρβάρους ἀναιρεῖσθαι. Συμβαλόντες οὖν οἱ στρατιῶται τοῖς πολεμίοις περὶ τὴν ἐκκλησίαν τῶν Γότ‐ θων (ἐνταῦθα γὰρ οἱ περιλειφθέντες ἠθροίσθησαν), | |
105 | διαφθείρουσιν ἅπαντας, ἐμπιπρῶσι δὲ καὶ αὐτὴν τὴν ἐκκλησίαν. Γαϊνὰς δὲ μαθὼν ἀνῃρῆσθαι τοὺς μὴ φθά‐ σαντας τῶν πυλῶν, γνοὺς δὲ αὐτῷ μηκέτι προχωρεῖν τὰς ἀπαντήσεις, ἄρας ἀπὸ τοῦ μαρτυρίου, ἤλαυνεν ἐπὶ τὰ Θρᾴκια μέρη· καὶ καταλαβὼν τὴν Χερρόνησον, ἐξ | |
110 | αὐτῆς διαπεραιοῦσθαι καὶ καταλαμβάνειν τὴν Λάμψα‐ κον ἔσπευδεν, ὅπως ἂν τῶν ἑῴων κρατῆσαι δυνήσηται. Ὡς δὲ ὁ βασιλεὺς ἔφθη δύναμιν ἀποστείλας διά τε γῆς καὶ θαλάσσης, ἐνταῦθα πάλιν τῆς τοῦ Θεοῦ προ‐ νοίας ἐδείκνυτο θαύματα. Ὡς γὰρ οἱ βάρβαροι σχεδίας | |
115 | συμπήξαντες ἐπεραιοῦντο, αἵ τε τῶν Ῥωμαίων νῆες παρῆσαν, οἱ μὲν στρατιῶται ῥᾳδίως ταῖς ὁλκάσι διέ‐ πλεον, οἱ δὲ βάρβαροι ἐν ταῖς σχεδίαις διώλλυντο ὑπὸ τοῦ κλύδωνος ἐκριπτούμενοι. Πολλοὶ δὲ καὶ ὑπὸ τῶν Ῥωμαίων ἐφθείροντο· καὶ τὸ πλεῖστον τῶν πολεμίων | |
120 | ἀπώλετο. Γαϊνὰς δὲ ἀναζεύξας διὰ τῆς Θρᾴκης, καὶ | |
φυγῇ χρησάμενος περιπίπτει Ῥωμαϊκῇ δυνάμει, καὶ ἀναιρεῖται ἅμα τοῖς σὺν αὐτῷ βαρβάροις. Φλαυιανὸς μὲν οὖν ὁ στρατηγὸς τοῦδε τοῦ πολέμου γενόμενος, ἐπὶ τὴν ὕπατον προῆλθεν ἀρχὴν, καθ’ ἣν ἐτέχθη Ἀρκαδίῳ | 610 | |
125 | τῷ βασιλεῖ ὁ μικρὸς Θεοδόσιος. | |
t191-202 | ΘΕΟΔΟΣΙΟΣ Ο ΝΕΟΣ. | |
191 | Exc. De virt.: Ὅτι Θεοδόσιος ὁ νέος διὰ τὴν ἄγαν τῆς ἡλικίας νεότητα οὐδὲ πρὸς τὸ φρονεῖν, οὐδὲ πρὸς τὸ πολεμεῖν ἱκανὸς ἦν· ἀλλὰ μόνον ὑπογραφὰς τοῖς βουλομένοις παρεῖχε, μάλιστα δὲ τοῖς περὶ τὴν βασι‐ | |
5 | λείαν εὐνούχοις. Ἐξ ὧν ἅπαντες, ὡς εἰπεῖν, τὰς οὐσίας ἡρπάζοντο. Οἱ μὲν γὰρ ἔτι ζῶντες ἐκληρονομοῦντο, οἱ δὲ τὰς γαμετὰς ἑτέροις παρέπεμπον, καὶ τέκνων ἐστη‐ ροῦντο βιαίως, ἀντιλέγειν τοῖς τοῦ βασιλέως διατάγμα‐ σιν οὐ δυνάμενοι. Ἐν τούτοις μὲν οὖν τὰ Ῥωμαίων | |
10 | ὑπῆρχεν. | |
192 | Ibid.: Ὅτι Θεοδόσιος ὁ βασιλεὺς χαίρειν εἰπὼν τοῖς παιγνίοις, ἐπὶ λόγους ἐλευθέρους μετέβαλε τὴν γνώμην, Παυλίνου τε καὶ Πλακίτου συναναγιγνω‐ σκόντων αὐτῷ· οἷς καὶ ἀρχὰς καὶ ἐξουσίας ἐχαρίσατο | |
5 | μεγάλας. | |
193 | Ibid.: Ὅτι Θεοδόσιος ὁ νέος ἐν βασιλείᾳ τεχθεὶς οὐδὲν εἶχεν ὑπέρογκον, ἀλλ’ οὕτως γέγονε φρό‐ νιμος, ὡς τοῖς ἐντυγχάνουσι νομίζεσθαι πεῖραν πολλῶν εἰληφέναι πραγμάτων· καρτερικός τε οὕτως ὡς κρύος | |
5 | καὶ καῦμα γενναίως ὑπομένειν. Τὸ δὲ ἀνεξίκακον καὶ φιλάνθρωπον αὐτοῦ πάντας ἀνθρώπους, ὡς εἰπεῖν, ὑπερέβαλεν. Ἰουλιανὸς μὲν γὰρ ὁ βασιλεὺς καίτοι φι‐ λοσοφεῖν ἐπαγγελλόμενος οὐκ ἤνεγκε τὴν ὀργὴν κατὰ τῶν Ἀντιοχέων αἰνιξαμένων αὐτὸν, ἀλλὰ βασάνους | |
10 | [τῷ Θεοδώρῳ] προσήγαγε. Θεοδόσιος δὲ χαίρειν τοῖς Ἀριστοτέλους φράσας συλλογισμοῖς τὴν δι’ ἔργων ἤσκει φιλοσοφίαν, ὀργῆς τε κρατῶν καὶ λύπης καὶ ἡδονῆς, φόνων τε παντελῶς ἀπεχόμενος· καί ποτέ τινος τῶν ἐγγὺς ἐρομένου αὐτὸν διὰ τί τοὺς ἀδίκους μὴ θανατοῖ, | |
15 | ἔφη, «Εἴθε δυνατὸν ἦν καὶ τοὺς τελευτήσαντας ἐπαν‐ αγαγεῖν εἰς τὴν ζωήν.» Εἰ γάρ τις καὶ ἄξια κεφαλικῆς τιμωρίας πεπραχὼς ἀπήγετο, ἡ τῆς φιλανθρωπίας ἀνά‐ κλησις τὸν ἐκείνου θάνατον παρελάμβανεν. | |
194 | Ibid.: Ὅτι Θεοδόσιος τὴν ἀρχὴν παρὰ Ἀρκαδίου τοῦ πατρὸς διαδεξάμενος ἀπόλεμος ἦν καὶ δειλίᾳ συνέζη, καὶ τὴν εἰρήνην χρήμασι καὶ οὐχ ὅπλοις ἐκτήσατο. Καὶ ὑπὸ τοῖς εὐνούχοις πάντα ἔπραττε. Καὶ | |
5 | ἐς τοσοῦτο τὰ πράγματα ἀτοπίας φέρεσθαι οἱ εὐνοῦχοι παρεσκεύασαν, ὡς συνελόντι εἰπεῖν ἀποβουκολοῦντες τὸν Θεοδόσιον, ὥσπερ τοὺς παῖδας ἀθύρμασιν, οὐδὲν ὅ τι καὶ ἄξιον μνήμης διαπράξασθαι συνεχώρησαν, καί‐ τοι ἀγαθῆς ὑπάρχοντα φύσεως· ἀλλ’ εἰς πεντήκοντα | |
10 | ἐνιαυτοὺς συνελάσαντα βαναύσοις τέ τισι τέχναις καὶ θήραις προσκαρτερεῖν παρέπεισαν, ὥστε αὐτούς τε καὶ τὸν Χρυσάφιον ἔχειν τὸ τῆς βασιλείας κράτος, ὅνπερ ἡ Πουλχερία μετῆλθε, τοῦ ἀδελφοῦ τελευτήσαντος. Suidas: Θεοδόσιος, βασιλεὺς Ῥωμαίων, ὁ μικρός. | |
15 | Οὗτος διαδεξάμενος παρὰ πατρὸς τὴν ἀρχὴν, ἀπόλεμος ὢν καὶ δειλίᾳ συζῶν, καὶ τὴν εἰρήνην χρήμασιν, οὐχ ὅπλοις κτησάμενος, πολλὰ προσεξένησε κακὰ τῇ Ῥω‐ μαίων πολιτείᾳ. Ὑπὸ γὰρ τοῖς εὐνούχοις τραφεὶς πρὸς πᾶν σφίσιν ἐπίταγμα εὐπειθὴς ἦν· ὥστε καὶ τοὺς λο‐ | |
20 | γάδας τῆς ἐκείνων δεῖσθαι ἐπικουρίας, καὶ πολλὰ νεο‐ χμεῖσθαι ἐν τοῖς πολιτικοῖς καὶ στρατιωτικοῖς τάγμασι, μὴ παριόντων εἰς τὰς ἀρχὰς ἀνδρῶν τῶν διέπειν ταῦτα δυναμένων, ἀλλὰ τῶν χορηγούντων χρυσίον, διὰ δὲ τὴν τῶν εὐνούχων πλεονεξίαν καὶ τῶν Σεβαστιανοῦ δορυ‐ | |
25 | φόρων πειρατικὸν συστὰν τόν τε Ἑλλήσποντον καὶ τὴν Προποντίδα διαταράξαι. Ἐς τοῦτο τὰ πράγματα οἱ εὐνοῦχοι ἀτοπίας παρεσκεύασαν, ἀποβουκολοῦντες τὸν Θεοδόσιον, ὥσπερ τοὺς παῖδας ἀθύρμασιν· οὐδὲν ὅ τι καὶ ἄξιον μνήμης διαπράξασθαι παρεσκεύασαν· ἀλλ’ εἰς | |
30 | νʹ ἐτῶν ἡλικίαν ἐληλυθὼς διετέλεσε βαναύσους τέ τι‐ νας μετιὼν τέχνας καὶ θήρᾳ προσκαρτερῶν· ὥστε τοὺς εὐνούχους καὶ τὸν Χρυσάφιον ἔχειν τὸ τῆς βασιλείας κράτος· ὅνπερ ἡ Πουλχερία μετῆλθε, τοῦ ἀδελφοῦ τε‐ λευτήσαντος. | |
195 | Exc. De ins.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ νέου, [Ἰωάννης] πρωτοστάτης ὢν τῶν βασιλικῶν ὑπογρα‐ φέων, μὴ ἐνεγκὼν τὴν εὐτυχίαν τῆς ἰδίας ἀξίας, τὴν βασιλείαν ἁρπάζει, καὶ πρεσβείαν ἀποστέλλει πρὸς τὸν | |
5 | Θεοδόσιον δεχθῆναι εἰς βασιλέα δεομένην· οὓς δὲ ὁ βα‐ σιλεὺς ἐν φρουρᾷ ποιησάμενος, πέμπει τὸν στρατοπε‐ δάρχην Ἀρδαβούριον, ὃς τὸν Περσικὸν πόλεμον ἠγω‐ νίσατο. Καὶ ὁ μὲν εἰς Σαλώνας παραγενόμενος, ἔπλει ἐπὶ τὴν Ἀκυληίαν, καὶ χρῆται τύχης ἐναντιότητι, μᾶλ‐ | |
10 | λον δὲ θειότητι, ὡς ὕστερον ἀπεδείχθη. Ἄνεμος γὰρ οὐκ αἴσιος πνεύσας εἰς τὰς χεῖρας αὐτὸν τοῦ τυράννου | |
ἐνέβαλεν· ὃς συλλαβὼν αὐτὸν, ἤλπιζεν εἰς ἀνάγκην τὸν αὐτοκράτορα καταστῆσαι τοῦ ψηφίσασθαι αὐτὸν συμ‐ βασιλεύοντα. Ἀλλ’ ὁ μὲν Θεοδόσιος ἐν ἀγῶνι ἐγένετο | 611 | |
15 | καὶ ὁ τοῦ Ἀρδαβουρίου παῖς Ἄσπαρ, καὶ ἀφασία κα‐ τεῖχε τὰ Ῥωμαίων πράγματα. Ὁ δὲ Θεὸς ἄγγελον ἐν σχήματι ποιμένος ἀπέστειλεν ὁδηγεῖν τὰ Ῥωμαίων στρατόπεδα καὶ τὸν στρατηγὸν Ἄσπαρα, ἄγει τε ἅπαν‐ τας διὰ τῆς παρακειμένης τῇ Ῥαβέννῃ λίμνης (ἐν | |
20 | ταύτῃ γὰρ τῇ πόλει ὁ τύραννος διέτριβεν), ὅθεν οὐδεὶς οὐδέποτε διαβεβηκέναι ἱστόρηται. Οὕτως οὖν διαβάν‐ τες τὴν ἄβατον, καὶ βατὴν διὰ ξηρᾶς τὴν πορείαν εὑ‐ ρόντες, ἀνεῳγμένας τε τὰς πύλας κατιδόντες, τῆς πό‐ λεως ἐγκρατεῖς ἐγένοντο· καὶ τοῦτον ἀνελόντες γνώριμα | |
25 | τῷ βασιλεῖ τὰ πεπραγμένα ἐποιήσαντο· ὃς εὐχαριστή‐ σας τῷ Θεῷ ἐσκόπει τίνα τῶν ἑσπερίων ἀναδείξει βα‐ σιλέα. | |
196 | Exc. Salm.: Πλακιδία εἶχε δύο στρατη‐ γοὺς, ὧν τῷ μὲν ἑνὶ Βονιφατίῳ τὴν Λιβύην ἐπέτρεψεν, Ἀέτιον δὲ παρακατέσχεν. Ἐφθόνησεν Ἀέτιος καὶ ἔγραψε Βονιφατίῳ, ὅτι «ἡ βασίλισσα ἔχει κατὰ σοῦ, | |
5 | καὶ τούτου σημεῖον, ὅτι μετακαλέσεταί σε ὑπ’ οὐδεμιᾶς αἰτίας. Ἐὰν οὖν γράψῃ σοι ἐλθεῖν, μὴ ὑπακούσῃς· ἀναιρήσει γάρ σε.» Εἶτα κατῆλθε τὴν βασίλισσαν λέ‐ γων, ὡς ἀποστασίαν μελετᾷ ὁ Βονιφάτιος. «Καὶ τοῦτο γνώσῃ σαφῶς· ἐὰν γὰρ μετακαλέσῃ, φησὶν, αὐτὸν, οὐκ | |
10 | ἐλεύσεται.» Καὶ ἐπεὶ ἔγραψεν αὐτῷ ἐλθεῖν ἡ βασίλισσα, ἀληθῆ νομίσας ἐκεῖνος τὰ ὑπὸ Ἀετίου αὐτῷ μηνυθέντα, τὴν Λιβύην ἐνεχείρισε Γότθοις, καὶ οὐδὲ ἐκεῖνος ἐλθεῖν ἐπείθετο. Ὕστερον δὲ σταλέντων τινῶν πρὸς αὐτὸν, καὶ συμβάσεως γενομένης, τὸ ψεῦδος ἠλέγχθη. Κἀκεῖ‐ | |
15 | νον μὲν πλέον ἠγάπησεν ἡ βασίλισσα, τὸν δ’ Ἀέτιον ἐμυσάττετο μὲν τοιαῦτα ῥᾳδιουργήσαντα, οὐ μέντοι δράσαι τι κακὸν ἠδυνήθη. Τὴν Λιβύην οὔποτ’ ἴσχυσεν ἐξ ἐκείνου ἐπανασώσασθαι. | |
197 | Ibid.: Οὐαλεντινιανὸς μικρὸς, οὐχ ὁ τοῦ μεγάλου Οὐαλεντινιανοῦ υἱὸς, [ὃς] ἦν αὐτῷ ἐκ τῆς δευτέρας γαμετῆς, ἣν ἐπέγημεν ἔτι ζώσης τῆς αὐτοῦ γυναικὸς, ἀλλ’ ὁ υἱὸς Κωνσταντίου Κόμητος, τοῦ τι‐ | |
5 | μηθέντος εἰς βασιλείαν Ῥώμης παρὰ Ὀνωρίου τοῦ βασιλέως, καὶ Πλακιδίας ἀδελφῆς Ὀνωρίου καὶ Ἀρ‐ καδίου τῶν βασιλέων. | |
198 | Exc. De ins.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ νέου, Χρυσάφιος διῴκει τὰ πάντα, τὰ πάντων ἁρπάζων, καὶ ὑπὸ πάντων μισούμενος. Τότε μὲν οὖν Ἀττήλας, πρό‐ φασιν τὴν Κωνσταντίου προβαλλόμενος αἴτησιν, ἣν | |
5 | αὐτὸν περὶ τοῦ γάμου τῆς Σατορνίλου θυγατρὸς ᾔτει, ἐπανίσταται τῇ Ῥωμαίων ἀρχῇ, καὶ τὸν εὐνοῦχον Χρυ‐ σάφιον ἐκδοθῆναί οἱ παρεκελεύετο, ὡς φωραθέντα τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς. Ἐντεῦθεν πάλιν Ἀνατόλιος καὶ Νόμος πρὸς τὸν Ἀττήλαν παραγίνονται, καὶ πείθουσιν | |
10 | αὐτὸν δώροις ἀποσχέσθαι τῆς κατὰ τοῦ εὐνούχου ὀργῆς. | |
199 | Ibid.: Ὅτι Θεοδόσιος ὁ νέος πρὸς τὸν Ζή‐ νωνα ἐχαλέπαινεν· ἐδεδίει γὰρ μή ποτε καὶ τυραννίδι ἐπιθῆται, ἀκινδύνου αὐτῷ γενέσθαι * τῆς ἁρπαγῆς. Ὅπερ ἔτι μάλιστα ἐξετάραττεν αὐτόν. Καὶ πᾶσι τοῖς | |
5 | ἁμαρτήμασι ῥᾳδίως νέμων συγγνώμην, χαλεπός τε καὶ ἀμετάτρεπτος ἦν οὐ μόνον κατὰ τῶν τυραννίδα μελετη‐ σάντων, ἀλλὰ καὶ τῶν βασιλείας ἀξίων νομισθέντων, καὶ σφὰς ἐκποδὼν ποιεῖν διὰ παντὸς ἐχώρει τρόπου. Καὶ πρὸς τοῖς εἰρημένοις προσώποις καὶ Βαύδωνα καὶ | |
10 | Δανίηλον, ὡς τυραννίδι ἐπιθεμένους, ἐξέβαλεν. Ἀπὸ τῆς αὐτῆς τοίνυν προαιρέσεως καὶ τὸν Ζήνωνα ἀμύνασθαι ἐσπουδακὼς, τῆς προτέρας εἴχετο βουλῆς, ὥστε δια‐ βῆναι μὲν τὸν Μαξιμῖνον εἰς τὴν Ἰσαυρόπολιν, καὶ τὰ ἐκεῖ χωρία προκαταλαβεῖν, στεῖλαι δὲ διὰ θαλάσσης | |
15 | ἐπὶ τὴν ἕω δύναμιν τὴν τὸν Ζήνωνα παραστησομένην· καὶ τῶν αὐτῷ δεδογμένων οὐκ ἀφίστατο· μείζονος δὲ αὐτὸν ἐκταράξαντος φόβον, τὴν παρασκευὴν ἀνεβάλετο. 2. Ἧκε γάρ τις ἀγγέλλων, τὸν Ἀττήλαν τοῖς κατὰ τὴν Ῥώμην ἐπιθέσθαι βασιλείοις, Ὀνωρίας τῆς Βα‐ | |
20 | λεντινιανοῦ ἀδελφῆς ἐς ἐπικουρίαν ἐπικαλεσαμένης αὐτόν. Ἡ γὰρ Ὀνωρία τῶν βασιλικῶν καὶ αὐτὴ ἐχο‐ μένη σκήπτρων, Εὐγενίῳ τινὶ, τὴν ἐπιμέλειαν τῶν αὐ‐ τῆς ἔχοντι πραγμάτων, ἥλω ἐς λαθραῖον ἐρχομένη λέ‐ χος, καὶ ἐπὶ τῷ ἁμαρτήματι ἀνῃρέθη μὲν ἐκεῖνος, ἡ δὲ | |
25 | τῶν βασιλείων ἐλαθεῖσα, Ἑρκουλάνῳ κατεγγυᾶται, ἀνδρὶ ὑπατικῷ καὶ τρόπων εὖ ἔχοντι, ὡς μήτε πρὸς βασιλείαν μήτε πρὸς νεωτερισμὸν ὑποτοπεῖσθαι. Ἐν συμφορᾷ δὲ καὶ ἀνίᾳ δεινῇ τὸ πρᾶγμα ποιουμένη, παρὰ | |
τὸν Ἀττήλαν Ὑάκινθον εὐνοῦχον ἐκπέμπει τινὰ, ὥστε | 612 | |
30 | ἐπὶ χρήμασιν αὐτῇ τιμωρήσει τῷ γάμῳ· ἐπὶ δὲ τούτοι καὶ δακτύλιον ἔπεμψε, πιστουμένη τὸν βάρβαρον. Καὶ ὁ μὲν παρεσκεύαζεν ἑαυτὸν χωρεῖν κατὰ τῆς τῶν ἑσπε‐ ρίων βασιλείας. Ἐβούλετο δὲ ὅπως τὸν Ἀέτιον προκα‐ ταλάβοι· μὴ γὰρ ἄλλως τεύξεσθαι τῆς ἐλπίδος, εἰ μήγε | |
35 | ἐκεῖνον ποιήσοιτο ἐκποδών. Ταῦτα τοίνυν Θεοδόσιος μεμαθηκὼς, ἐπιστέλλει τῷ Βαλεντινιανῷ τὴν Ὀνωρίαν ἐκπέμπειν τῷ Ἀττήλᾳ. Καὶ ὁ μὲν συλλαβὼν τὸν Ὑάκινθον ἅπαντα διηρεύνησε, καὶ μετὰ πολλοὺς τοῦ σώματος αἰκισμοὺς, τῆς κεφα‐ | |
40 | λῆς ἀποτμηθῆναι ἐκέλευσεν. Ὀνωρίαν δὲ τὴν ἀδελφὴν Βαλεντινιανὸς τῇ μητρὶ δῶρον ἔδωκε πολλὰ αἰτησα‐ μένῃ αὐτήν. Οὕτως μὲν οὖν Ὀνωρία τότε τῆς ** ἀπελύετο. | |
200 | Exc. Salm.: Οὐαλεντινιανὸς ἐρασθεὶς τῆς γυναικὸς Μαξίμου συγκλητικοῦ συνεπέττευεν αὐτῷ· ἐπεὶ δὲ ἡττήθη ὁ Μάξιμος, καὶ οὐκ εἶχεν ὅ τι δοίη, ἔλα‐ βεν ὁ βασιλεὺς τὸν δακτύλιον αὐτοῦ, καὶ ἀναστὰς (ὡς) | |
5 | ἐπιδίδωσι τὸν δακτύλιόν τινι συνήθει Μαξίμου, ὥστε ἀπελθόντα ὑποδεῖξαι τῇ γυναικὶ αὐτοῦ, ὡς τοῦ ἀνδρὸς κελεύσαντος ἥκειν εἰς τὰ βασίλεια συνδειπνήσουσαν τῇ αὐτοῦ. Ἡ δὲ ἀληθὲς τοῦτο νομίσασα ἧκε, καὶ μηνυ‐ θὲν τῷ βασιλεῖ ἀνέστη, καὶ ἀγνοοῦντος τοῦ Μαξίμου, | |
10 | συνεφθάρη αὐτῇ. Μετὰ δὲ τὴν παιδιὰν ἐλθόντι ὑπαν‐ τιάζει ἡ γυνὴ κλαίουσα, καὶ ὀνειδίζουσα αὐτὸν ὡς προ‐ δότην αὐτῆς· ὁ δὲ μαθὼν τὸ πᾶν ἐνεῖχε τὸν βασιλέα. Εἰδὼς δὲ ὡς ζῶντος τοῦ Ἀετίου οὐ δυνήσεται τιμωρῆ‐ σαι αὐτὸν, παρεσκεύασε διὰ τῶν εὐνούχων τοῦ βασι‐ | |
15 | λέως ἀνελεῖν αὐτὸν δῆθεν ὡς ἐπίβουλον. Ἐπεὶ δὲ ἀνῃ‐ ρέθη, εἶπεν ὁ βασιλεὺς πρός τινα τῶν στοχάζεσθαι δυ‐ ναμένων· «Οὐ καλῶς μοι ὁ θάνατος Ἀετίου εἴργασται;» ὁ δὲ, «Εἰ καλῶς, φησὶν, ἢ μὴ, οὐκ οἶδα· γιγνώσκω δὲ ὅτι τῇ λαιᾷ χειρὶ τὴν δεξιάν σου ἀπέκοψας.» | |
20 | 2. Οὗτος οὖν ὁ Μάξιμος ἔρημον Ἀετίου τὸν βασι‐ λέα εὑρὼν, ἀπέκτεινε, καὶ τῇ βασιλίδι Εὐδοξίᾳ συν‐ ῆλθεν. Ἦν δὲ αὐτὴ Εὐδοξία θυγάτηρ τοῦ μικροῦ Θεο‐ δοσίου βασιλέως. Δοκῶν δὲ εἰς εὔνοιαν ἐφελκύσαι αὐτὴν, φησὶν ὅτι «διὰ τὸν πρός σε ἔρωτα αὐθέντης Οὐαλεντι‐ | |
25 | νιανοῦ γέγονα·» ἡ δὲ ἐλευθερογνώμων οὖσα, καὶ λογι‐ σαμένη ὡς «φεῦ, εἰ παραίτιος ἐγὼ τῆς τοῦ συνεύνου καὶ βασιλέως τελευτῆς,» γράφει Γιζερίχῳ ἤδη Λιβύην κατέχοντι, διὰ τάχους ἐλθεῖν καὶ τὴν Ῥώμην παραλα‐ βεῖν. Ὁ δὲ ἐλθὼν τὴν πόλιν εἷλε, καὶ Εὐδοξίαν καὶ τὴν | |
30 | θυγατέρα αὐτῆς. Μάξιμος δὲ μισηθεὶς διὰ τὸν βασιλέως φόνον διώκεται καὶ ῥᾳδίως ἀναιρεῖται. | |
201 | Exc. De ins.: Ὅτι τὰ τῶν ἑσπερίων Ῥω‐ μαίων ἐν ταραχῇ ἦν. Μάξιμός τις ἀνὴρ εὐγενὴς καὶ δυνατὸς καὶ δεύτερον ὑπατεύσας, Ἀετίῳ τῷ στρατηγῷ τῶν κατὰ τὴν Ἰταλίαν ταγμάτων δυσμενὴς ὢν, ὡς | |
5 | ἔγνω καὶ τὸν Ἡράκλειον (εὐνοῦχος δὲ οὗτος καὶ τὴν μεγίστην παρὰ τῷ βασιλεύοντι ἔχων ῥοπήν) τῆς αὐτῆς τῷ Ἀετίῳ ἔχθιστον ὄντα προαιρέσεως (ἄμφω γὰρ τῆς ἐκείνου τὴν σφετέραν ἐπειρῶντο ἀντεισάγειν δύναμιν), ἐς συνωμοσίαν ἔρχεται· καὶ πείθουσι τὸν βασιλέα, ὡς | |
10 | εἰ μὴ φθάσοι τὸν Ἀέτιον ἀνελεῖν ταχέως, ὑπ’ αὐτοῦ φθαρήσεται. 2. Ὁ δὲ Βαλεντινιανὸς, ἐπειδὴ αὐτῷ ἐχρῆν γενέ‐ σθαι κακῶς τὸ τεῖχος τῆς ἑαυτοῦ ἀρχῆς καταλύοντι, προσίετό τε τοὺς λόγους Μαξίμου τε καὶ Ἡρακλείου, | |
15 | καὶ διαρτύει τῷ ἀνδρὶ τὸν θάνατον, ὅτε δὴ ὁ Ἀέτιος ἐν τοῖς βασιλείοις ἐγίνετο, κοινωνεῖν τῷ κρατοῦντι μέλλων ἐπὶ τοῖς βουλεύμασιν, καὶ προνοίας χρυσίον εἰσάγειν πειρώμενος. Ὡς δὲ τὰ περὶ τῶν πόρων Ἀέτιος πρού‐ θηκε καὶ ἀναλογισμὸν ἐποιεῖτο τῶν ἐκ τῆς εἰσφορᾶς | |
20 | ἀθροισθέντων χρημάτων ἀθρόων, ὁ Βαλεντινιανὸς ἀνα‐ κραγὼν ἀνέθορέ τε τοῦ θάκου, καὶ οὐκέτι ἔφη οἴσειν τοσαύταις ἐμπαροινούμενος μοχθηρίαις· ἐπ’ αὐτὸν γὰρ φέροντα τὴν κακῶν αἰτίαν παρελέσθαι αὐτὸν, ὥσπερ τῆς ἑῴας βασιλείας, καὶ τοῦ τῆς ἑσπέρας βούλεσθαι | |
25 | κράτους παραδηλῶν (τῆς ἀρχῆς). Τὸ δὲ παράδοξον τῆς ὀργῆς ὡς ἀπεθαύμαζεν ὁ Ἀέτιος, καὶ ἐπειρᾶτο τῆς ἀλόγου ** τοῦ κολεοῦ τὸ ξίφος, σὺν τῷ Ἡρακλείῳ ὥρ‐ μησεν, ἤδη καὶ αὐτῷ τὴν κοπίδα εὐτρεπῆ ὑπὸ τὴν χλα‐ μύδα φέροντι (Πριμικέριος γὰρ τῶν κοιτώνων ἦν)· καὶ | |
30 | ἄμφω κατὰ τοῦ Ἀετίου κεφαλῆς συνεχεῖς ἐπενεγκόντες | |
πληγὰς, ἀνεῖλον αὐτὸν, πολλὰ ἀνδρὸς ἔργα διαπραξά‐ μενον πρός τε ἐμφυλίους καὶ ὀθνείους πολέμου. (3) Τὴν μὲν γὰρ Πλακιδίαν, ἥτις τοῦ Βαλεντινιανοῦ μήτηρ ἦν, καὶ τὸν παῖδα, νέον ὄντα, ἐπετρόπευσε, διὰ τῆς τῶν | 613 | |
35 | βαρβάρων συμμαχίας· τὸν δὲ Βονιφάτιον, σὺν πολλῇ διαβάντα χειρὶ ἀπὸ τῆς Λιβύης, κατεστρατήγησεν, ὥστε ἐκεῖνον μὲν ὑπὸ φροντίδων νόσῳ τελευτῆσαι, αὐ‐ τὸν δὲ τῆς αὐτοῦ γαμετῆς καὶ τῆς περιουσίας κύριον γενέσθαι. Ἀνεῖλε δὲ καὶ Φήλικα δόλῳ, τὴν στρατηγι‐ | |
40 | κὴν σὺν αὐτῷ λαχόντα ἀρχὴν, ὡς ἔγνω ὑποθήκῃ τῆς Πλακιδίας ἐς τὴν αὐτοῦ ἀναίρεσιν παρασκευαζόμενον. Κατηγωνίσατο δὲ καὶ Γότθους τοὺς ἐν Γαλατίᾳ τῇ πρὸς ἑσπέραν τῶν Ῥωμαίων ἐμβατεύσαντας χωρίοις. Πα‐ ρεστήσατο καὶ Αἰμοριχιανοὺς ἀφηνιάσαντας Ῥωμαίων· | |
45 | ὡς δὲ συνελόντα εἰπεῖν, μεγίστην κατεστήσατο δύνα‐ μιν, ὥστε μὴ μόνον βασιλεῖς, ἀλλὰ καὶ παροικοῦντα ἔθνη τοῖς ἐκείνου ἥκειν ἐπιτάγμασιν. 4. Μετὰ δὲ τὸν Ἀετίου φόνον καὶ Βοήθιον ὁ Βα‐ λεντινιανὸς, ὕπαρχον ὄντα, ἀνεῖλεν, ἐκείνῳ εἰς τὰ μά‐ | |
201(50) | λιστα κεχαρισμένον. Ὡς δὲ ἀτάφους αὐτοὺς ἐπὶ τὴν ἀγορὰν προὔθηκεν, εὐθέως τὴν γερουσίαν μετακαλεσά‐ μενος, πολλὰς τῶν ἀνδρῶν ἐποιεῖτο κατηγορίας, εὐ‐ λαβούμενος, μή πως διὰ τὸν Ἀέτιον ἐπανάστασιν ὑπο‐ μείνοι. Ὁ δὲ Μάξιμος μετὰ τὴν Ἀετίου ἀναίρεσιν | |
55 | παρὰ τὸν Βαλεντινιανὸν ἐφοίτα, ὡς ἂν ἐπὶ τὴν ὕπατον ἀρχὴν προαχθείη· ταύτης δὲ διαμαρτὼν τῆς πατρικιό‐ τητος τυχεῖν ἐβούλετο· ἀλλ’ οὐδὲ ταύτης ὁ Ἡράκλειος τῆς ἐξουσίας συνεχώρει· ἐκ τῆς αὐτῆς γὰρ ὁρμώμενος, τὰς τοῦ Μαξίμου ἀνέκοπτεν ὁρμὰς, παραπείθων τὸν Βα‐ | |
60 | λεντινιανὸν, ἀπηλλαγμένον τῆς Ἀετίου βαρύτητος, μὴ χρῆναι τὴν ἐκείνου πάλιν εἰς ἐκείνους μεταφέρειν δύνα‐ μιν. Ἐντεῦθεν ὁ Μάξιμος ἀμφοτέρων διαμαρτὼν ἐχα‐ λέπαινεν, καὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν μεταπεμ‐ ψάμενος, ἄνδρας Σκύθας καὶ κατὰ πόλεμον ἀρίστους, | |
65 | σὺν Ἀετίῳ δὲ στρατευσαμένους, καὶ Βαλεντινιανῷ προσοικειωθέντας, ἐς λόγους ἦλθε, καὶ πίστεις δοὺς καὶ λαβὼν, τὸν βασιλέα ἐν αἰτίᾳ ἐτίθετο τοῦ φόνου τοῦ Ἀετίου ἕνεκα, καὶ μετιέναι αὐτὸν ἄμεινον ἐδίδα‐ σκεν· ἔσεσθαι γὰρ αὐτοῖς τὰ μέγιστα ἀγαθὰ ἐν δίκῃ | |
70 | τῷ πεσόντι τιμωροῦσιν. 5. Ἡμερῶν δὲ διαγενομένων οὐ πολλῶν, ἐδόκει τῷ Βαλεντινιανῷ ἱππασθῆναι κατὰ τὸ Ἄρεος πεδίον, ὀλί‐ γοις ἅμα δορυφόροις, καὶ τοῖς περὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν. Ὡς δὲ ἀποβὰς τοῦ ἵππου, ἐπὶ τὴν το‐ | |
75 | ξείαν ἐχώρει, ἔνθα δὴ ἐπέθεντο Ὀπτήλας καὶ οἱ περὶ αὐτόν. Καὶ ὁ μὲν Ὀπτήλας κατὰ τοῦ κροτάφου παίει τὸν Βαλεντινιανόν· ἐπιστραφέντα δὲ ἰδεῖν τὸν πατά‐ ξαντα, δευτέραν κατὰ τῆς ὄψεως ἐπαγαγὼν, καταβάλ‐ λει. Ὁ δὲ θραυστήλας τὸν Ἡράκλειον καθεῖλεν, καὶ | |
80 | ἄμφω τε τὸ διάδημα τοῦ βασιλέως καὶ τὸν ἵππον λα‐ βόντες, ἐς τὸν Μάξιμον ἀπέτρεχον· ** εἴτε δὲ καὶ τὴν ἐν τοῖς πολέμοις τῶν ἀνδρῶν δόξαν τῶν παρόντων ἐπτοημένων, ἀκίνδυνος αὐτοῖς ἡ ἐπιχείρησις ἦν. Δαι‐ μόνιον δέ τι ἐπὶ τῷ Βαλεντινιανοῦ θανάτῳ συνέβη. Με‐ | |
85 | λισσῶν γὰρ ἐσμὸς ἐπιγενόμενος τὸ ἐς τὴν γῆν ἀπ’ αὐτοῦ ῥυὲν αἷμα ἀνιμήσατο καὶ ἅπαν ἐμύζησεν. Τελευτᾷ μὲν οὖν ὁ Βαλεντινιανὸς, ἔτη βιώσας ἑπτὰ καὶ τριάκοντα. 6. Τὸ ἐντεῦθεν δὲ ἡ Ῥώμη ἐν θορύβῳ καὶ ταραχαῖς ἦν, τά τε στρατιωτικὰ διῃρεῖτο πλήθη, τῶν μὲν τὸν | |
90 | Μάξιμον βουλομένων παράγειν ἐς τὴν ἀρχὴν, τῶν δὲ Μαξιμιανὸν ἐσπουδακότων χειροτονεῖν· ὃς ἦν μὲν πα‐ τρὸς Δομνίνου, Αἰγυπτίου πραγματευτοῦ, εὐημερή‐ σαντος δὲ κατὰ τὴν Ἰταλίαν, καὶ τῷ Ἀετίῳ τὴν τοῦ δομεστίκου διακονούμενος χρείαν· τῷ δὲ Μαιουρίνῳ | |
95 | ἐσπουδάκει καὶ Εὐδοξία ἡ τοῦ Βαλεντινιανοῦ γαμετὴ γενομένη· ἀλλὰ τῇ τῶν χρημάτων χορηγίᾳ ὁ Μάξιμος περιὼν, τῶν βασιλείων ἐκράτει. Οἰηθεὶς δὲ βεβαίαν αὐτῷ ἔσεσθαι τὴν ἀρχὴν, βιάζεται τὴν Εὐδοξίαν, θά‐ νατον ἀπειλῶν. Οὕτω μὲν οὖν Μάξιμος ἐπὶ τὴν Ῥω‐ | |
201(100) | μαίων ἡγεμονίαν ἦλθε. Καὶ Γιζέριχος, ὁ τῶν Βανδή‐ λων ἄρχων, τὴν Ἀετίου καὶ Βαλεντινιανοῦ ἀναίρεσιν ἐγνωκὼς, ἐπιτίθεσθαι ταῖς Ἰταλίαις καιρὸν ἡγησάμε‐ νος, ὡς τῆς μὲν εἰρήνης θανάτῳ τῶν σπεισαμένων λυ‐ θείσης, τοῦδε εἰς τὴν βασιλείαν παρελθόντος μὴ ἀξιό‐ | |
105 | χρεων κεκτημένου δύναμιν, οἱ δέ φασι καὶ ὡς Εὐδοξίας τῆς Βαλεντινιανοῦ γαμετῆς ὑπὸ ἀνίας διὰ τὴν τοῦ ἀν‐ δρὸς ἀναίρεσιν καὶ τὴν τῶν γάμων ἀνάγκην, λάθρα ἐπι‐ καλεσαμένης αὐτὸν, σὺν πολλῷ στόλῳ καὶ τῷ ὑπ’ αὐ‐ τὸν ἔθνει ἀπὸ τῆς Ἄφρων ἐς τὴν Ῥώμην διέβαινεν. | |
110 | Ἐπειδὰν δὲ ἐν τῷ Ἀζέστῳ (τόπος δὲ οὗτος τῆς Ῥώμης ἐγγύς) τὸν Γιζέριχον ὁ Μάξιμος ἔγνω στρατοπεδευόμε‐ νον, περιδεὴς γενόμενος, ἔφευγεν ἵππῳ ἀναβὰς, καὶ αὐτῶν τῶν βασιλικῶν δορυφόρων καὶ τῶν ἀμφ’ αὐτὸν ἐλευθέρων οἷς μάλιστα ἐκεῖνος ἐπίστευεν, ἀπολιπόν‐ | |
115 | των, οἳ ὁρῶντες ἐξελαύνοντα ἐλοιδόρουν τε καὶ δειλίαν ὠνείδιζον· τῆς δὲ πόλεως ἐξιέναι μέλλοντα βαλών τις | |
λίθῳ κατὰ τοῦ κροτάφου ἀνεῖλε· καὶ τὸ πλῆθος ἐπελ‐ θὸν τόν τε νεκρὸν διέσπασε, καὶ τὰ μέλη ἐπὶ κόντῳ φέρων ἐπαιωνίζετο. Ταύτης μὲν οὖν ἐκεῖνος ἔτυχε τῆς | 614 | |
120 | τοῦ βίου καταστροφῆς· ἐπὶ τῇ τυραννίδι μηνῶν αὐτῷ διαγενομένων τριῶν. Ἐν τούτῳ δὲ καὶ Γιζέριχος ἐς τὴν Ῥώμην ἐσέβαλε. | |
202 | Ibid.: Ὅτι Ἀβίτου βασιλεύσαντος τῆς Ῥώ‐ μης, καὶ λιμοῦ κατὰ τὸν αὐτὸν καιρὸν γενομένου, ἐν αἰτίᾳ τὸν Ἄβιτον ὁ δῆμος ποιησάμενος, ἠνάγκασε τοὺς ἐκ Γαλατίας αὐτῷ συνεισφρήσαντας συμμάχους ἀπά‐ | |
5 | γειν τῆς Ῥωμαίων πόλεως. Ἀπέπεμπε δὲ καὶ τοὺς Γότθους, οὓς ἐπὶ τῇ σφετέρᾳ ἐπήγετο φυλακῇ, χρημά‐ των αὐτοῖ ποιησάμενος διανομὴν ἐκ τῶν δημοσίων ἔρ‐ γων, τοῖς ἐμπόροις χαλκὸν ἀποδόμενος· οὐ γὰρ χρυσίον ἐν τοῖς βασιλικοῖς ταμείοις ἔτυχεν ὄν· ὅπερ τοὺς Ῥω‐ | |
10 | μαίους πρὸς στάσιν διανέστησεν, ἀφῃρημένους τοῦ τῆς πόλεως κόσμου. Περιφανῶς δὲ καὶ ὁ Μαιουρῖνος καὶ ὁ Ῥεκίμερ ἐπα‐ νίσταντο, τοῦ ἐκ τῶν Γότθων ἀπηλλαγμένοι δέους, ὥστε αὐτὸν, πῇ μὲν τὰς ἐμφυλίους ταραχὰς, πῇ δὲ τοὺς | |
15 | τῶν Βανδήλων πολέμους ὑφοραθέντα, ὑπεξελθεῖν τῆς Ῥώμης, καὶ ἔχεσθαι τῆς ἐπὶ Γαλατίαν ὁδοῦ. Ἐπιθέ‐ μενοι δὲ αὐτῷ κατὰ τὴν ὁδὸν, Μαιουρῖνός τε καὶ Ῥεκί‐ μερ, εἰς τέμενος φυγεῖν κατηνάγκασαν, ἀπαγορεύοντα τῇ ἀρχῇ, καὶ τὴν βασίλειον ἀποδυσάμενον στολήν. | |
20 | Ἔνθα οἱ περὶ τὸν Μαιουρῖνον οὐ πρότερον τῆς πολιορ‐ κίας ἀπέστησαν, πρὶν ἢ λιμῷ πιεσθεὶς τὸν βίον ἀπέ‐ λιπε, ὀκτὼ ἐπὶ τῆς βασιλείας διαγενομένων μηνῶν· οἱ δέ φασι ὅτι ἀπεπνίγη. Καὶ τοῦτο μὲν Ἀβίτῳ τοῦ βίου τέλος καὶ τῆς βασιλείας ἐγένετο. | |
203(t) | ΛΕΩΝ. | |
1 | Ibid.: Ὅτι Μαιουρῖνος, ὁ τῶν Ἑσπερίων βα‐ σιλεὺς, ὡς αὐτῷ οἱ ἐν Γαλατίᾳ Γότθοι σύμμαχοι κα‐ τέστησαν, καὶ τὰ παροικοῦντα τῇ ἑαυτοῦ ἐπικρατείᾳ ἔθνη τὰ μὲν λόγοις, τὰ δὲ ὅπλοις παρεστήσατο· καὶ ἐπὶ | |
5 | τὴν Λιβύην σὺν πολλῇ διαβαίνειν ἐπειρᾶτο δυνάμει, νηῶν ἀμφὶ τὰς τʹ αὐτῷ ἠθροισμένων· καὶ ἐπὶ συνθή‐ καις αἰσχραῖς καταλύσας τὸν πόλεμον, ἐπανεζεύγνυεν. Ἤδη δὲ ἐς τὴν Ἰταλίαν διαβεβηκότι ὁ Ῥεκίμερ θά‐ νατον ἐπεβούλευσεν. Ὁ μὲν γὰρ τοὺς συμμάχους μετὰ | |
10 | τὴν ἐπάνοδον ἀποπέμψας, σὺν τοῖς οἰκείοις ἐπὶ τὴν Ῥώμην ἐπανήρχετο. Οἱ δὲ περὶ τὸν Ῥεκίμερα συλλα‐ βόντες αὐτὸν, τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος ἐγύ‐ μνωσαν, πληγάς τε ἐντείναντες, τῆς κεφαλῆς ἀπετέ‐ μνοντο. Τοῦτο μὲν τῷ Μαιουρίνῳ τῆς τοῦ βίου κατα‐ | |
15 | στροφῆς γίνεται τὸ τέλος. | |
204 | Ibid.: Ὅτι ὁ Γιζέριχος ἐπόρθει τὰς Ἰταλίας, βουλόμενος βασιλεῦσαι τῶν Ἑσπερίων Ὀλύβριον διὰ τὴν ἐξ ἐπιγαμίας συγγένειαν. Οὐκ ἐποιεῖτο δὲ προφανῆ τοῦ πολέμου αἰτίαν, τὸ μὴ τὸν Ὀλύβριον ἐς τὰ τῆς | |
5 | Ἑσπερίας διαβῆναι βασίλεια, ἀλλὰ τὸ μὴ τὴν Βαλεν‐ τινιανοῦ καὶ Ἀετίου δεδόσθαι αὐτῷ περιουσίαν, τὴν μὲν, ὀνόματι Εὐδοκίας, ἣν ὁ τούτου παῖς εἶχε, τὴν δὲ, ὡς Γαυδεντίου παιδὸς διάγοντος παρ’ αὐτῷ. | |
205 | Ibid.: Ὅτι ἐπὶ Ἀνθεμίου καὶ Λέοντος τῶν βασιλέων Οὔλλιβος ὑπὸ Ἀναγάστου ἀνῃρέθη κατὰ τὴν Θρᾴκην, ἀμφότεροι τοῦ Σκυθικοῦ γένους, καὶ πρὸς τὸ νεωτερίζειν ἐπιτήδειοι. | |
206 | Ibid.: Ὅτι τῶν Ἰσαύρων ἐν τῇ Ῥοδίων νήσῳ πρὸς ἁρπαγὴν τραπέντων καὶ φόνους ἐργασαμένων, οἱ στρατιῶται τούτους διεχειρίσαντο. Καὶ οἱ μὲν ἐπὶ τὰς ναῦς φυγόντες ἐπὶ τὴν Κωνσταντίνου ἅμα Ζήνωνι τῷ | |
5 | ἐπὶ θυγατρὶ τοῦ βασιλέως γαμβρῷ παραγενόμενοι, καὶ τοὺς τὴν ἀγορὰν προτιθέντας διαθορυβοῦντες, τὸν δῆμον εἰς λιθοβολίας διανέστησαν. Ἐμφυλίου δὲ ἐντεῦθεν κι‐ νηθέντος πολέμου, νὺξ ἐπιλαβοῦσα τὴν στάσιν διέλυσεν. 2. Καὶ κατὰ τοῦτον τὸν χρόνον Ἀναγάστης, ὁ τῶν | |
10 | Θρᾳκίων τελῶν ἔξαρχος, πρὸς τὸ νεωτερίζειν ἀρθεὶς, τὰ Ῥωμαίων ἐπέτρεχε φρούρια. Αἰτία δὲ τῆς αὐτοῦ | |
διαφορᾶς ἐλέγετο, ὡς Ἰορδάνου τοῦ Ἰωάννου παιδὸς, ὅνπερ Ἀνεγίσκλος ὁ Ἀναγάστου πατὴρ ἀνῃρήκει, ἐς τὴν ὕπατον ἀνιέντος τιμὴν, τὴν (γὰρ) ἐπ’ αὐτῷ γενομένην | 615 | |
15 | ὁ Ἀναγάστης οὐκ ἐδέξατο ψῆφον, ὡς ἐπιληψίαν νοσῶν τε καὶ δεδιὼς (φησὶ) μήποτε ἐν τῷ τῆς γερουσίας αἶ‐ σχος ἀπενέγκοιτο τῷ πάθει, ἂν οὕτω τύχοι. Ἄλλοι δέ φασι αὐτὸν χρημάτων ἐφιέμενον, ἐς τὴν ἐπανάστασιν χωρεῖν. Πολλῆς δὲ τῆς περὶ αὐτοῦ γενομένης ὑποψίας, | |
20 | τέλος ἐκ τῆς βασιλικῆς αὐλῆς σταλέντες τινὲς, ἔπεισαν αὐτὸν παύσασθαι τῆς ἐπιχειρήσεως. Ὁ μὲν οὖν Ἀρδα‐ βούριον, τὸν Ἄσπαρος, αἴτιον τῆς τυραννίδος ἀπέφηνε, καὶ τὰ τούτου γράμματα παρὰ τὸν βασιλεύοντα ἔπεμ‐ πεν. —Ὁ δὲ τοῦ βασιλέως γαμβρὸς Ζήνων, τὴν | |
25 | ὕπατον ἔχων ἀρχὴν, ἔστελλε τοὺς τὸν Ἰνδακὸν ἀποστή‐ σοντας ἀπὸ τοῦ λεγομένου Παπιρίου λόφου. Τοῦτον γὰρ πρῶτος Νέων ἐφώλευε· μεθ’ ὃν Παπίριος καὶ ὁ τοῦδε παῖς Ἰνδακὸς, τοὺς προσοίκους ἅπαντας βια‐ ζόμενοι, καὶ τοὺς διοδεύοντας ἀναιροῦντες. Ἐστέλλετο | |
30 | δὲ καὶ κατὰ Ζάνων βοήθεια, ληιζομένων τὰ περὶ τὴν Τραπεζοῦντα χωρία. Διανέστη δὲ τότε πρὸς πόλεμον καὶ τὸ Γότθων ἔθνος, Γαλατίαν τὴν πρὸς Ἑσπέρας νε‐ μόμενον· οἵπερ πάλαι μὲν Ἀλλαρίχου ὠνομάζοντο· ἔτι γε μὴν καὶ τὸ ἐν Παιονίᾳ βαρβαρικὸν πλῆθος, πρότε‐ | |
35 | ρον μὲν ὑπὸ Βαλίμερι, μετὰ δὲ τὴν ἐκείνου ἀναίρεσιν ὑπὸ Θευδόμερι ταττόμενον, τῷ Βαλίμερος ἀδελφῷ. | |
207 | Ibid.: Ὅτι ὁ τῶν Ἑσπερίων βασιλεὺς Ἀνθέ‐ μιος, νόσῳ περιπεσὼν ὑπὸ μαγγανείας χαλεπῇ, πολ‐ λοὺς ἐπὶ τούτῳ ἁλόντας ἐκόλασε· μάλιστα Ῥωμανὸν, ἐν τῇ τοῦ μαγίστρου ἀρχῇ τελέσαντα καὶ ἐν τοῖς πατρι‐ | |
5 | κίοις ἐγγεγραμμένον, ἐπιτήδειόν τε ἐς τὰ μάλιστα ὄντα τῷ Ῥεκίμερι· δι’ ὃ ἀνιαθεὶς τῆς τε Ῥώμης ἐξῆλθε, καὶ ἑξακισχιλίους ἄνδρας ἐς τὸν κατὰ Βανδήλων πόλεμον ὑπ’ αὐτὸν ταττομένους ἀνεκαλέσατο. | |
208 | Ibid.: Ὅτι ἐπὶ Λέοντος τοῦ βασιλέως Ἰορδά‐ νης ὁ τῆς ἑῴας στρατηγὸς καὶ ὕπατος, εἰς ἔσχατον ἦλθε κινδύνου· ἅμα δὲ αὐτῷ Μισαὴλ (Μιχαὴλ?) καὶ Κοσμὰς τῶν βασιλείων ὄντες θαλαμηπόλοι, ὅτι τὰ βασίλεια | |
5 | φυλάττειν καταλελησμένοι, τοῦ βασιλέως ἔξω διαιτωμέ‐ νου, Ἰορδάνῃ τὰ ἔνδον ἱστορῆσαι βουληθέντι ἐφῆκαν. | |
209 | Ibid.: Ὅτι ὁ Ῥεκίμερ εἰς διαφορὰν πρὸς τὸν Ἀνθέμιον καταστὰς, τὸν βασιλέα τῶν Ἑσπερίων, καὶ ταῦτα θυγατέρα αὐτοῦ κατεγγυηθεὶς Ἀλυπίαν, ἐμφύλιον ἔνδον τῆς πόλεως συνεκρότησε πόλεμον, ἐπὶ μῆνας θʹ | |
5 | (l. εʹ)· καὶ Ἀνθεμίῳ μὲν συνεμάχουν οἵ τε ἐν τέλει καὶ ὁ δῆμος, τῷ δὲ Ῥεκίμερι τὸ τῶν οἰκείων βαρβάρων πλῆθος. Συνῆν δὲ καὶ Ὀδόακρος, γένος ὢν τῶν προσα‐ γορευομένων Σκίρων, πατρὸς δὲ Ἰδικῶνος, καὶ ἀδελ‐ φὸς Ὀνοούλφου καὶ Ἁρματίου, σωματοφύλακός τε καὶ | |
10 | σφαγέως γενομένου. Καὶ ὁ μὲν Ἀνθέμιος κατῴκει ἐν τοῖς βασιλείοις· ὁ δὲ Ῥεκίμερ τὰ περὶ τὸν Τίβεριν δια‐ φράξας, λιμῷ τοὺς ἔνδον ἐβιάζετο. Ἐντεῦθεν αὐτοῖς συμβολῆς γενομένης, πολὺ τῆς Ἀνθεμίου κατέπεσε μοίρας· τοὺς δὲ λοιποὺς ὁ Ῥεκίμερ παραστησάμενος | |
15 | δόλῳ, βασιλέα τὸν Ὀλύβριον ἀποδείκνυσιν. Πέντε γοῦν διόλου μῆνας ἐμφύλιος τῆς Ῥώμης ἐπεκράτει πόλεμος· ἄχρις οὗ τῶν περὶ τὸν Ἀνθέμιον ἐνδόντων τοῖς βαρβά‐ ροις καὶ τὸν βασιλεύοντα γυμνὸν καταλιπόντων, αὐτοῖς τοῖς πτωχεύουσιν ἀναμιχθεὶς, ἐν τοῖς πρόσφυξι τοῦ μάρ‐ | |
20 | τυρος Χρυσογόνου γίνεται. Ἐκεῖ τε τῆς κεφαλῆς ἀπο‐ τέμνεται ὑπὸ Γονδουβάνδου τοῦ Ῥεκίμερος ἀδελφοῦ, βασιλεύσας ἔτη πέντε, μῆνας γʹ, ἡμέρας ὀκτωκαίδεκα. 2. Ὁ δὲ Ῥεκίμερ αὐτὸν μὲν βασιλικῆς ἠξίωσε τα‐ φῆς, τὸν δὲ Ὀλύβριον ἐπὶ τὴν βασιλείαν ἀνήγαγεν (αὐ‐ | |
25 | τόν). Ὀλυβρίου δὲ κατὰ τὸν εἰρημένον τρόπον τὴν Ῥω‐ μαίων παρειληφότος ἀρχὴν, Ῥεκίμερ ἡμερῶν εἴσω λʹ καταλύει τὸν βίον, αἵματος αὐτῷ πλείστου ἐξεμεθέντος. Ὀλύβριος δὲ μετὰ τοῦτον ιγʹ μόνας ἐπιβιοὺς ἡμέρας, ὑδέρῳ συσχεθεὶς μεταλλάττει τοῖς βασιλεῦσιν [ἐν]αρι‐ | 616 |
30 | θμηθεὶς εἰς μῆνας ἕξ. Τὴν δὲ τοῦ Ῥεκίμερος ὑπεισελθὼν Γουνδουβάλης, ἀνεψιὸς ὢν αὐτοῦ, Γλυκέριον, τὴν τοῦ Κόμητος τῶν δομεστίκων ἀξίαν ἔχοντα, ἐπὶ τὴν βασι‐ λείαν ἄγει. Γνοὺς δὲ Λέων ὁ τῶν Ἑῴων βασιλεὺς τὴν τοῦ Γλυκερίου ἀναγόρευσιν, ἐπιστρατεύει κατ’ αὐτοῦ, Νέ‐ | |
35 | πωτα στρατηγὸν ἀποδείξας. Ὃς ἐπειδὴ τὴν Ῥώμην κατέλαβεν, ἀμαχεὶ τὸν Γλυκέριον ἐχειρώσατο, καὶ τῶν βασιλείων ἐξώσας ἐπίσκοπον Σάλωνος προχειρίζεται, ηʹ μῆνας ἐντρυφήσαντα τῇ ἀρχῇ. Εὐθὺς γοῦν ὁ Νέπως βασιλεὺς ἀναδειχθεὶς, ἦρχε τῆς Ῥώμης. | |
210(t) | ΖΕΝΩΝ. | |
1 | Ibid.: Ὅτι ἐπὶ Ζήνωνος τοῦ βασιλέως Θευ‐ δέριχος ὁ Τριαρίου, τὴν στρατηγίδα τῶν Θρᾳκίων διέ‐ πων, Ἡράκλειον τὸν Φλώρου πρὸς τὸ Χερρονήσου τεῖ‐ χος ἀνεῖλεν, καὶ τῆς πρὸς Ῥωμαίους ὑπακοῆς κατα‐ | |
5 | φρονήσας, ἐμφανῶς εἰς πόλεμον ὥρμησεν. Βοηθήσων τοίνυν τοῖς ἐκεῖσε ὁ Ἰλλοῦς σταλεὶς ὑπὸ Ζήνωνος, πολ‐ λὴν ὠφέλειαν ἐπεδείξατο. Ἀναμιχθεὶς δὲ Βασιλίσκῳ καὶ συνδιατρίψας αὐτῷ, κοινωνὸν τῆς κατὰ τοῦ βασι‐ λέως ποιεῖται βουλῆς. Καὶ δὴ καὶ Ἁρμάτιον προστε‐ | |
10 | θῆναι αὐτοῖς ὑποσχομένου Βασιλίσκου, γράμματα λα‐ βὼν ὁ Ἰλλοῦς πρὸς τὸν Ἁρμάτιον, ἐς τὴν Κωνσταντίνου πόλιν ἐπανῆκεν. Ὁ δὲ αὐτίκα εἰσηγεῖτο Βηρίνῃ ἄνδρα ποιησαμένῃ Πατρίκιον, τὸν ἀπὸ τῆς ἀρχῆς τοῦ μαγί‐ στρου, τῆς αὐτοκράτορος ἐπιλαβέσθαι ἐξουσίας, μηδὲ | |
15 | ἑτέρῳ ταύτην προεῖσθαι. Ἥδε καὶ ἐξ αὐτῆς τούτου ἐφιε‐ μένη ῥᾷστά τε ἐπέκλινε πρὸς τὰ εἰρημένα, καὶ τὴν πρώτην τῆς ἱπποδρομίας θέαν τοῦ Ζήνωνος συντελοῦν‐ τος, στέλλει τινὰ πρὸς αὐτὸν, ἥκειν θᾶττον αὐτὸν πα‐ ρακελευσαμένη. Ὡς δὲ καταλιπὼν ἅπαντα Ζήνων πρὸς | |
20 | αὐτὴν ἐγένετο, ἔφη ταχεῖαν αὐτοῖς δεῖν φυγὴν, ἢ γενέ‐ σθαι ὑπὸ τοῖς ἀναιροῦσιν· ἁπάντων γὰρ εἰς τοῦτο συν‐ εληλυθέναι τὴν γνώμην. Ὁ μὲν οὖν Ζήνων εἰς οὐδὲν ἀναβαλλόμενος, [ὡς] ἤκουσεν ὡς δέον αὐτοὺς ἀπο‐ δρᾶναι, νύκτωρ ἅμα τῇ γαμετῇ Ἀριάδνῃ καὶ τῇ αὐτοῦ | |
25 | μητρὶ Λαλλίδι ἀναλαβὼν πάντα ὁπόσα τοῖς βασιλείοις κειμήλια ἦν ἔν τε ἐσθῆτι καὶ τῷ ἄλλῳ κόσμῳ, ἐνάτῃ τῆς ὑπατείας ἡμέρᾳ, περαιωθεὶς κατὰ Χαλκηδόνα σὺν πολ‐ λοῖς τῶν Ἰσαύρων ᾤχετο, ἡμιόνοις καὶ ἵπποις χρώμενος. | |
211 | Ibid.: Ὅτι μετὰ τὴν ἐπάνοδον Ζήνωνος, φωραθέντες τινὲς ἐπὶ προφάσει τυραννίδος ἀπώλοντο. Οὔπω δὲ τοῦ πρώτου διαγενομένου ἐνιαυτοῦ ἐκ τῆς ἐπανόδου Ζήνωνος, μικροῦ πρὸς διαφορὰν ἤλασαν Ἰλ‐ | |
5 | λοῦς τε καὶ αὐτὸς, ἐκ τοῦ κρατηθῆναι Παῦλον, τὸν τοῦ βασιλέως οἰκέτην, πρόκωπον ἔχοντα ξίφος εἰς ἐπιβου‐ λὴν Ἰλλοῦ. Ἀλλὰ τότε μὲν ὁ Ζήνων ἐθεράπευσε τὸ δει‐ νὸν, ἐκδοὺς εἰς τιμωρίαν τὸν παῖδα. Τῷ δὲ ἐπιόντι ἐνιαυ‐ τῷ (478), ὑπάτου μὲν ἀποδεδειγμένου Ἰλλοῦ, καὶ πρὸς | |
10 | τὴν ἐπανόρθωσιν τῆς βασιλικῆς ἐσπουδακότος στοᾶς, ἑτέρα τις κατ’ αὐτοῦ γίνεται ἐπιβουλὴ, ἐξ αἰτίας τοι‐ ᾶσδε. Βάρβαρός τις Ἀλανὸς τὸ γένος, κατὰ τὴν τοῦ μα‐ γίστρου σχολὴν ἐπελθὼν τῷ Ἰλλοῦ ξιφήρης συνέχεται, καὶ βασάνοις ὑποπεσὼν, ἐξ ὑποθήκης Ἐπινίκου τὸ | |
15 | πραχθὲν ὡμολόγησεν. Οὗτος δὲ ἦν γένος μὲν Φρὺξ, ἐν δὲ τοῖς τὰ συμβόλαια τελοῦσι τεταγμένος, Οὐρβικίῳ δὲ τῷ τῶν θείων αὐλῶν προκοίτῳ ἐκ τινος περιπετείας γνω‐ ρισθεὶς, καὶ τὴν ὅλην αὐτῷ περιουσίαν διῳκηκὼς, καὶ πρός γε τῇ Βηρίνῃ ᾠκειωμένος ἐπὶ τὴν τῶν πριβάτων ἀνέ‐ | |
20 | δραμεν ἀρχὴν, ἐκεῖθέν τε καὶ τῶν βασιλείων θησαυρῶν, καὶ πρὸς τὸν ὕπαρχον ἀνέβη θρόνον. Οὗ δὴ διελεγχθέν‐ τος, ὁ Ἰλλοῦς, ὡς ἦν πρὸς τὸ θησαυρίζειν τὰς ὀργὰς ἐπι‐ τήδειος, καὶ τοῦτο διαφῆκεν, οὐδὲ τὸν ἁλόντα κρατήσας. 2. Τότε μὲν οὖν ὁ Ζήνων τὸν Ἐπίνικον ἐξ αὐτοῦ κα‐ | |
25 | θελὼν τοῦ θρόνου, καὶ τῆς οὐσίας καὶ τῆς ἀξίας ἐγύ‐ | |
μνωσε, θεραπεῦσαι τὸν Ἰλλοῦν ἐσπουδακὼς, καὶ τὸν Θευδέριχον προχειρίζεται, τὸν ἐπιλεγόμενον Στραβὸν, δωρεαῖς τε αὐτὸν πολλαῖς σύμμαχον καὶ φίλον ἐποιή‐ σατο. Ὁ δὲ Ἰλλοῦς τὸν μὲν Ἐπίνικον κατὰ τὴν Ἰσαύ‐ | 617 | |
30 | ρων ἔπεμψε φυλάττεσθαι, αὐτὸς δὲ λαβόμενος τοῦ τεθνάναι οἱ τὸν ἀδελφὸν Ἀσπάλιον, ἔξοδον αἰτήσας παρὰ τοῦ βασιλέως, ἀφορμήθη. Καὶ κατὰ τὴν ἐνεγ‐ καμένην γενόμενος, καὶ τῷ Ἐπινίκῳ ἐντυχὼν, καὶ γνοὺς ἐξ αὐτοῦ τὰ τῆς ἐπιβουλῆς αὐτῷ ὑπὸ Βηρίνης | |
35 | συνταγέντα, προσεποιήσατο ἄχρις οὗ Ζήνων, μετα‐ πεμψάμενος αὐτὸν, ἐκ τῆς συμβάσης ὑπὸ σεισμῶν συμ‐ φορᾶς *. Ὡς δὲ τὸν Παμπρέπιον ἐπαγόμενος Ἰλ‐ λοῦς, ἄνδρα ἐκ τῆς Πανὸς ὡρμημένον πόλεως Αἰγύ‐ πτου, γραμματικὴν δὲ μετιόντα, καὶ ἐκ πολλοῦ κατὰ | |
40 | τὴν Ἑλλήνων οἰκήσαντα, ἧκεν· πρῶτα μὲν αὐτὸν Ζή‐ νων ἀποδέχεται σὺν πᾶσι τοῖς τέλεσι πρὸ πεντήκοντά που σταδίων τῆς Χαλκηδόνος· ἔπειτα [τὰ] ἐκ τοῦ Ἐπι‐ νίκου λεχθέντα ἀπαγγείλας, καὶ διαλογισάμενος οὐκ ἀσφαλὲς εἶναι αὐτῷ ἐπιβαίνειν τῇ Κωνσταντίνου, ἐξαι‐ | |
45 | τεῖ τὴν Βηρίναν· καὶ λαβὼν αὐτὴν παρὰ τοῦ Ζήνωνος ἔκδοτον, Ματρωνιανῷ κατατίθεται τῷ τῆς ἑαυτοῦ γα‐ μετῆς ἀδελφῷ· ὃς ἐπὶ τὴν Ἰσαυρίαν σὺν πλήθει πολλῷ ταύτην ἀγαγὼν, ἐν τῇ κατὰ Ταρσὸν ἐκκλησίᾳ καθιεροῖ, ἐκεῖθέν τε ἐς Δαλίσανδον ἐφρούρει. | |
211(50) | 3. Καὶ ὁ Ἰλλοῦς ἅμα Ζήνωνι καὶ τῇ βασιλίδι ἐς τὴν Κωνσταντίνου πόλιν παραγενόμενος, παραυτίκα τῷ Ἐπινίκῳ τὴν κάθοδον διεπράξατο, τῆς καταμηνύ‐ σεως χάριν. Τῷ δὲ Παμπρεπίῳ τὸ λοιπὸν ἐν πάσῃ εὐ‐ ροίᾳ τὰ πράγματα ἦν, τιμηθέντι καὶ τῇ τοῦ κοιαίστο‐ | |
55 | ρος ἀξίᾳ. Συνέστη δὲ καὶ πόλεμος ἐμφύλιος πρὸς τῷ τέλει τῆς Ζήνωνος ὑπατείας (479), ὑπὸ Μαρκιανοῦ καὶ Προκοπίου τῶν ἀδελφῶν, διὰ τὴν πρόφασιν Βηρίνης. Καὶ πλῆθος ἀθροίσαντες βαρβάρων ἅμα πολλοῖς τῶν πολιτῶν πρὸς τὴν Καισαρίου λεγομένην οἰκίαν στρα‐ | |
60 | τοπεδεύουσιν· ἐκεῖθέν τε ὁ μὲν ἐν τοῖς βασιλείοις κατὰ τοῦ Ζήνωνος ἐπανίσταται, ὁ δὲ ἕτερος κατὰ Ἰλλοῦ ἐν τοῖς λεγομένοις Οὐαράνου. Ἄρτι τε τῆς ἡμέρας μεσού‐ σης, καὶ τῶν βασιλείων ἠρεμούντων, ἐφίσταται κατὰ τὴν τοῦ Δέλφακος στοὰν, ἐν ᾗ οἱ Δελφικοὶ κίονες ἑστή‐ | |
65 | κασι, ποικίλου χρώματος ὄντες. Καὶ συμπεσόντες τοῖς φρουροῖς, πολλοὺς διεχειρίσαντο τῶν ἔνδον, καὶ αὐτοῦ δὲ τοῦ βασιλέως ἐκράτησαν ἂν, εἰ μὴ μικρὸν ἀποδρὰς διεσώθη. Συνεμάχουν δὲ τούτοις Βουσαλβός τις ἡγού‐ μενος στρατιωτικοῦ τάγματος, καὶ Νικήτας καὶ ὁ Τρια‐ | |
70 | ρίου Θευδέριχος. Καὶ ὁ τῆς πόλεως ὅμιλος ἐκ τῶν δω‐ μάτων διὰ πάσης ὕλης ἐχώρει κατὰ τῶν ὑπὲρ τοῦ βα‐ σιλέως ἀγωνιζομένων. Ἄχρι μὲν οὖν φῶς ἦν, οἱ περὶ τὸν Μαρκιανὸν ἐνίκων· ἐπιλαβομένης δὲ τῆς νυκτὸς, Ἰλ‐ λοῦς διὰ προνοίας τοὺς ἐκ τῆς Χαλκηδόνος Ἰσαύρους | |
75 | πωλιανοῖς διεβίβασε πλοίοις, τῶν ἐκεῖσε διαπορθμευόν‐ των ὑπὸ τοῦ Μαρκιανοῦ προκαταλελημμένων, ἅτε καὶ κυρίου ὄντος τοῦ ἐκεῖσε λιμένος. Καὶ τῇ ὑστεραίᾳ τοῦ βασιλέως τοὺς ἐν τέλει πάντας συναγαγόντος, καὶ ἐπι‐ σχόντος ἐν ταῖς βασιλείοις αὐλαῖς, εἶτα καὶ στρατιωτι‐ | |
80 | κὴν ἐπαφέντος χεῖρα, τρέπεται τὸ τοῦ Μαρκιανοῦ μέ‐ ρος, καὶ φεύγει, πολλῶν ἐξ ἑκατέρων ἀναιρεθέντων. Ὀλίγοι δέ τινες τῶν φυγάδων καὶ τὴν Ἰλλοῦ ἐπίμπρα‐ σαν οἰκίαν. 4. Ὁ μὲν οὖν Ζήνων, τῆς ἐμφυλίου ταραχῆς πεπαυ‐ | |
85 | μένης, τὸν Μαρκιανὸν ἐν τοῖς λεγομένοις πρεσβυτέροις κατατάττει, καὶ εἰς τὴν Καππαδοκῶν Καισάρειαν ἐλαύ‐ νει, καὶ τὴν τούτου γυναῖκα Λεοντίαν ἐν τοῖς λεγομένοις Ἀκοιμήτοις φυγοῦσαν καταλιμπάνει, τοὺς δὲ λοιποὺς πρὸς Θευδέριχον ἀποδράντας ἀφαιρεῖται τῶν ὑπαρχόν‐ | |
90 | των. Κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ ὁ ἕτερος Θευδέρι‐ χος, ὁ Οὐαλίμερος ἐπὶ τὴν νέαν Ἤπειρον ἐκδραμὼν, ἐγκρατὴς γίνεται πόλεως Δυρραχίου, Ἴσαυροί τε Κώ‐ ρυκον καὶ Σεβαστὴν τῆς Κιλικίας εἷλον. Καὶ Μαρκια‐ νὸς δὲ ἀποδρὰς τοὺς φρουροῦντας, καὶ σὺν πολλῷ πλή‐ | |
95 | θει γεωργικῷ ἐπελθὼν τῇ κατὰ Γαλατίαν Ἀγκύρᾳ, ἀπεκρούσθη, Τροκούνδου προκαταλαβόντος [τὸ] χωρίον, καὶ διὰ τῶν αὐτοῦ δορυφόρων κρατηθέντα τοῦτον ἅμα γυναικὶ καὶ παισὶν εἴς τι φρούριον τῶν ἐν Ἰσαυρίᾳ κα‐ ταστῆσαι *. Ὅθεν ὁ βασιλεὺς Θευδέριχον τὸν Τριαρίου | |
211(100) | παραλύσας τῆς ἀρχῆς, Τροκούνδην προχειρίζεται, καὶ Ἀέτιον τῶν ἐν Ἰσαυρίᾳ τελῶν προκαθίζει. Ἐν ᾧ χρόνῳ συνωμοσίαν ποιησάμενοι Ἐπίνικός τε καὶ Διονύσιος ὕπαρχος τῆς αὐλῆς ὢν, καὶ Θραυστήλας στρατηγικὴν ἀξίωσιν ἔχων, ἁλόντες ὑπὸ τοῦ βασιλέως ἐτιμωρήθη‐ | |
105 | σαν. Καὶ ἡ τῶν Θευδερίχων συζυγία αὖθις τὰ Ῥω‐ μαίων ἐτάραττε, καὶ τὰς περὶ τὴν Θρᾴκην πόλεις ἐξε‐ πόρθει, ὡς ἀναγκασθῆναι τὸν Ζήνωνα τότε πρῶτον τοὺς καλουμένους Βουλγάρους εἰς συμμαχίαν προτρέψασθαι. 5. Ἐπειδὴ δὲ Θευδέριχος ὁ Τριαρίου ἐπιτυχὼν πρὸς | |
110 | τοὺς Οὔνους ἔπραξε πολέμῳ, καὶ ἐπ’ αὐτὴν τὴν Κων‐ σταντίνου πόλιν ὥρμησεν· καὶ ταύτην ῥᾳδίως ἂν ἐπη‐ γάγετο, εἰ μὴ ὁ Ἰλλοῦς προκαταλαβὼν τὰς πύλας ἐφύ‐ λαττεν· ἐκεῖθέν τε ἐπὶ τὰς λεγομένας Συκὰς διαδρα‐ μὼν, αὖθις τῆς ἐγχειρήσεως ἥμαρτεν· ὡς λοιπὸν ἐπὶ | |
115 | τὸν Πρὸς Ἑστίαις τόπον καὶ τὸ καλούμενον Λωσθένιον διελθεῖν, καὶ διαπορθμεύσασθαι κατὰ τὴν Βιθυνίαν ἐγχειρεῖν. Ἀλλὰ καὶ κατὰ ναυμαχίαν ἡττηθεὶς, ᾤχετο | |
πρὸς τὴν Θρᾴκην· ἐκεῖθέν τε ἐπὶ τὴν Ἑλλάδα ἀφορ‐ μηθεὶς σὺν τῷ παιδὶ Ῥεκιτὰχ, καὶ ἀδελφοῖς δύο καὶ | 618 | |
120 | γαμετῇ, Σκυθῶν τε ἀμφὶ τὰς λʹ χιλιάδας, γενόμενός τε κατὰ τὸν Διομήδους καλούμενον στάβλον ἀναιρεῖται, ἐξ ἑωθινοῦ ἀναβὰς τὸν ἵππον, καὶ καταβληθεὶς ὑπ’ αὐ‐ τοῦ ἐπὶ δόρατος ὀρθοῦ παρὰ τὸν τῆς σκηνῆς τοῖχον ἱστα‐ μένου. Οἱ δὲ καὶ τὴν πληγὴν αὐτῷ ἐπενεχθῆναι ἰσχυ‐ | |
125 | ρίσαντο ὑπὸ τοῦ παιδὸς Ῥεκιτὰχ, μαστιγωθέντος πρὸς αὐτοῦ. Παροῦσα δὲ ἡ γαμετὴ Σίγιλδα, νύκτωρ κατα‐ θάπτει τοῦτον. Καὶ τὴν μὲν τοῦ πλήθους ἐπικράτειαν διαδέχεται Ῥεκιτὰχ Θευδερίχου παῖς· παρεδυνάστευον δὲ αὐτῷ οἱ ἐκ τοῦ πατρὸς θεῖοι, οὓς ἀνελὼν μικρὸν | |
130 | ὕστερον, μόνος τῆς Θρᾳκῶν ἐδυνάστευεν, ἀτοπώτερα τοῦ πατρὸς ἀπεργαζόμενος. | |
212 | Ibid.: Ὅτι ἐπὶ Ζήνωνος Θεοσέβιός τις Προ‐ κοπίῳ τῷ Μαρκιανοῦ ἐμφερὴς, πλείστας περινοστήσας τῶν τῆς ἀνατολῆς πόλεων, πολλοὺς τῇ περὶ αὐτοῦ ἀπα‐ τῆσαι (ἠπάτησε?) δόξῃ. | |
213 | Ibid.: Ὅτι [πρὸς] Θευδέριχον τὸν ἕτερον αὖθις νεωτερίσαντα, καὶ τὴν Ῥωμαίων ἀρχὴν καὶ τὰ πρόσοικα τῆς Ἑλλάδος ληιζόμενον, Ἰωάννην τὸν Σκύ‐ θην πέμπει καὶ Μοσχιανὸν στρατηγοὺς, δολοφονήσας | |
5 | πρότερον Σαβινιανὸν τὸν ἐν Ἰλλυριοῖς ἄρχοντα. | |
214 | Ibid.: Ὅτι Ζήνων τῆς πρὸς Ἰλλοῦν ἔχθρας κατάρχεται, πρῶτα μὲν Λογγῖνον λαβεῖν ἐξαιτούμενος, ἔπειτα Ἰωάννην τὸν Σκύθην διάδοχον αὐτῷ τῆς ἀρχῆς ἀποστείλας. Δημηγορεῖ δὲ καὶ πρὸς τὸν δῆμον ὅσα | |
5 | ἐχθρὸς κατὰ τοῦ Ἰλλοῦ, καὶ κελεύει τοὺς οἰκειοτάτους αὐτοῦ τῆς πόλεως ἀπελαύνεσθαι, καὶ τὰς περιουσίας τούτων δωρεῖται ταῖς Ἰσαύρων πόλεσιν. 2. Ὁ δὲ Ἰλλοῦς ἐς φανερὰν ἀποστασίαν ἐλθὼν, τότε Μαρκιανὸν ἀναζώννυσι, καὶ πρὸς τὸν Ὀδόακρον | |
10 | ἔστελλε, τὸν τῆς ἑσπερίας Ῥώμης τύραννον, καὶ πρὸς τοὺς τῶν Περσῶν καὶ Ἀρμενίων ἄρχοντας· παρεσκεύα‐ ζεν δὲ καὶ πλοῖα. Καὶ ὁ μὲν Ὀδόακρος τὸ μὴ δύνα‐ σθαι συμμαχεῖν ἀπεκρίνατο, οἱ δὲ ἄλλοι τὴν συμμα‐ χίαν ὑπέσχοντο, ἐπιδάν τις πρὸς αὐτοὺς ἥξει. Ζήνων | |
15 | δὲ Κόνωνα τὸν Φουσκιανοῦ, ἐν ἱερεῦσι καταλεγόμε‐ νον, ἀναλαβεῖν αὖθις τὰ ὅπλα παρασκευάζει κατ’ Ἰλ‐ λοῦ, Λίγγην δὲ τὸν νόθον αὐτοῦ ἀδελφὸν στρατηγὸν ἀναδείκνυσιν. Πρὸς ἅπερ Ἰλλοῦς ἐν Ταρσῷ ἀγαγὼν τὴν Βηρίναν, στολῇ χρήσασθαι βασιλικῇ παρεσκεύασε, καὶ | |
20 | οἷα κυρίαν οὖσαν τῆς βασιλείας, Λεόντιον ἀναγορεῦσαι βασιλέα, στᾶσαν ἐν βήματι. Ἦν δὲ οὗτος γόνεών τε ἀφανῶν, καὶ πόλεως Δαλισάνδου. Ὡς οὖν ἐπὶ τὴν ἡγε‐ μονίαν προῆλθεν, αὐτίκα τὰς ἀρχὰς διῳκήσατο, καθ’ ὃν ἐδοκίμασε τρόπον· καὶ χρημάτων διανομὰς ποιησάμε‐ | |
25 | νος, ἐπὶ τὴν Ἀντιόχειαν ἀφίκετο. 3. Ὁ δὲ Ζήνων τὸν Ῥεκιτὰχ, ἐπειδὴ ᾔσθετο φθόνῳ πρὸς Θευδέριχον ἀφιστάμενον, ἀναιρεθῆναι διεπράξατο πρὸς τοῦ Οὐαλίμερος παιδὸς, ἀνεψιοῦ ὄντος τοῦ Ῥεκι‐ τὰχ, ἔχοντος καὶ παλαιὰν ὀργὴν πρὸς αὐτὸν οἷα τὸν * | |
30 | αὐτοῦ ἀποκτείναντα. Ἔπραττε δὲ τὴν ἀναίρεσιν ἐν προαστείῳ Βονοφατιαναῖς προσαγορευομένῳ, ἡνίκα πρὸς τὴν ἑστίασιν ἐκ βαλανείου ᾔει ὁ Ῥεκιτὰχ, διε‐ λάσας αὐτοῦ τὴν πλευράν. 4. Ἐπὶ δὲ τὸν Ἰλλοῦ πόλεμον στέλλει Θευδέριχον | |
35 | ὕπατον· καὶ γενόμενον κατὰ τὴν Νικομήδειαν ἐπανά‐ γει, ἔννοιαν λαβὼν ἀπιστίας· πέμπει δὲ ἀντ’ αὐτοῦ τι‐ νὰς τῶν καλουμένων Ῥόγων σὺν Ἀρμεναρίχῳ τῷ Ἄσπαρος παιδί. Καὶ στόλον δὲ διὰ θαλάσσης ἠφίει, ναυάρχους ἐπιστήσας Ἰωάννην τὸν κατὰ Βασιλίσκον, | |
40 | καὶ Παῦλον τὸν ἐκ δούλων γενόμενον αὐτοῦ σακελ‐ λάριον. 5. Ἐν δὲ τούτῳ παραγίνονται ἐκ τῶν Ἰλλοῦ ἀπο‐ σταλέντες Ἀρτεμίδωρος ὁ Τροκούνδου ὑπασπιστὴς, καὶ Πάπιμος, ὃς ἦν ἵππαρχος τῷ Ἰλλοῦ. Ἐξ ἑκατέρων | |
45 | τοίνυν βασιλέων παρασκευῆς γενομένης, ἐμειονεκτεῖτο τὸ Ἰλλοῦ στράτευμα, ὡς εὐλαβηθὲν σφόδρα ἐπὶ τὸ Χέρ‐ ρεως ἰδεῖν φρούριον· καὶ πρῶτα μὲν τά τε πρὸς ἀποστρο‐ φὴν ἀρκοῦντα ἔπεμψεν αὐτῷ, καὶ τὴν γαμετὴν Ἀστε‐ ρίαν· καὶ ἄλλοι καὶ Βηρίνῃ τῇ βασιλίσσῃ ἐπέστελλε, | |
214(50) | καὶ Λεοντίῳ, ἐκλιπόντι τὴν Ἀντιοχέων θᾶττον ἥκειν πρὸς αὐτόν. Ὡς δὲ ταῦτα οἱ στρατηγοῦντες αὐτῶν | |
ἔμαθον, ἕκαστος τοῖς πλησιάζουσι φρουρίοις κατέφευγεν· αὐτὸς δὲ Ἰλλοῦς ἅμα Λεοντίῳ διανυκτερεύσας, ἀνῆλ‐ θεν εἰς τὸ Χέρρεως φρούριον, τῶν Ἰσαύρων αὐτοὺς | 619 | |
55 | κατὰ μικρὸν ἀπολιμπανόντων, καὶ τὰ τοῦ βασιλέως Ζή‐ νωνος αἱρουμένων, ξʹ καὶ * μόνας ἡμέρας τοῦ Λεοντίου ἐν εἰκόνι βασιλείας διαγενομένου. Ἑπομένων δὲ αὐτοῖς οὐ μεῖον ἢ δισχιλίων ἀνδρῶν, τοὺς μάλιστα αὐτῶν εὔ‐ νους ἐπιλεξάμενοι, τοὺς λοιποὺς ἐν τοῖς ἄντροις ἀπε‐ | |
60 | χώρησαν *, ἃ πολλαχοῦ τῇ φύσει τῶν τόπων εἴργαστο. 6. Ἀγγελθείσης δὲ τῆς Ἰλλοῦ καὶ Λεοντίου φυγῆς, ὁ Ζήνων Κοττομένην στρατηγὸν ἑκατέρων ποιεῖται δυ‐ νάμεων, Λογγῖνον δὲ τὸν ἐκ Καρδάμων μάγιστρον. Καὶ τὸ μὲν Θευδερίχου πλῆθος ἀνεκαλέσατο, τοὺς δὲ τῶν | |
65 | Ῥόγων μένειν [ἐν] τῇ χώρᾳ προσέταξεν. Ἐν δὲ τῇ τοῦ φρουρίου προσεδρίᾳ πολλάκις συμβολαὶ διηγωνίσθησαν. Βηρίνα δὲ μετ’ ἐνάτην ἡμέραν τῆς ἐν φρουρίῳ καταφυ‐ γῆς παρεθεῖσα ἐτελεύτησε, καὶ ἐν μολιβδίνῃ ἐταρι‐ χεύθη λάρνακι. Ἀλλὰ μὴν καὶ Μάρσος μετὰ λʹ ἡμέρας | |
70 | ἀποθανὼν, τῇ ἴσῃ παρεδόθη ταφῇ. Ὁ δὲ Ἰλλοῦς, τὴν τοῦ φρουρίου φυλακὴν ἐπιτρέψας Ἰνδακῷ Κοττούνῃ, τὸ λοιπὸν ἐσχόλαζεν ἐν ἀναγνώσει βιβλίων. Καὶ ὁ Λεόν‐ τιος ἐν νηστείᾳ τε καὶ θρήνοις διετέλει. Ἐμειονεκτεῖτο δὲ ἐκ τούτου τὰ περὶ τὸν Ἰλλοῦν· καὶ ὁ ἀντικάστελλος | |
75 | δὲ ὑπὸ τῶν ἔνδον Ῥωμαίοις προεδόθη, ὡς ἐν ἀπογνώ‐ σει τοὺς περὶ τὸν Ἰλλοῦν γενέσθαι. 7. Ὑπάτου δὲ τοῦ Λογγίνου κατὰ τὸν ἑξῆς ἀποδε‐ δειγμένου χρόνον (an. 486), ὅτε Θευδέριχος πάλιν εἰς ἀπόστασιν εἶδε, καὶ τὰ περὶ τὴν Θρᾴκην ἐλυμαίνετο | |
80 | χωρία, (καὶ) ὁ Ζήνων πρὸς τὸ Ὀδόακρον τὸν τῶν Ῥό‐ γων ἐπανέστησε γένος, ὡς ἔγνω τοῦτον πρὸς τὴν Ἰλλοῦ συμμαχίαν παρασκευαζόμενον. Λαμπρὰν δὲ ἀναδησα‐ μένων νίκην τῶν περὶ τὸν Ὀδόακρον, πρὸς δὲ καὶ πεμ‐ ψάντων δῶρα τῷ Ζήνωνι τῶν λαφύρων, ἀποπροσποιη‐ | |
85 | σάμενος συνήδετο τοῖς πραχθεῖσιν. Οἱ δὲ τῇ Ἰλλοῦ καὶ Λεοντίου προεδρεύοντες πολιορκίᾳ, μετὰ τὸ ἐπιτυχεῖν τοῦ ἀντιφρουρίου πολλοῖς μηχανήμασιν ἐχρῶντο. Ἀν‐ τικαθεζομένων δὲ τῶν στρατευμάτων, καὶ ἐς λόγους φιλίους ἀνῆλθον Ἰλλοῦς τε καὶ Ἰωάννης ὁ Σκύθης, | |
90 | καὶ γραμμάτιον πρὸς τὸν Ζήνωνα διεπέμψαντο, ὑπο‐ μιμνῆσκον αὐτὸν ***. | |
215 | Exc. De virt.: Ὅτι ὁ βασιλεὺς Ἀναστά‐ σιος ἐπὶ τὸ χεῖρον τραπεὶς πᾶσαν ὁμοῦ τὴν τῆς πολι‐ τείας ἀριστοκρατείαν μετέστησε, τὰς μὲν ἀρχὰς ἁπά‐ σας ἀπεμπολῶν καὶ τοῖς ἀδικοῦσι συγχωρῶν, καὶ πρός | |
5 | γε χρημάτων ἀκόρεστον ἐπιθυμίαν τραπείς· ὡς κενὰς ἐντεῦθεν γενέσθαι καταλόγων τὰς ἐπαρχίας, καὶ πρὸς τὸ ἄηθες καὶ ξένον καταπεπλῆχθαι τοὺς ἄνδρας. Οὐδὲ γὰρ ὅπλοις τοὺς ἐπιόντας βαρβάρους ἠμύνετο, ἀλλὰ χρήμασι τὴν εἰρήνην ἐξωνούμενος διετέλει. Πρὸς δέ γε | |
10 | τούτοις καὶ τὰς τῶν τελευτώντων οὐσίας ἐπολυπρα‐ γμόνει, κοινὴν ἅπασι δωρούμενος τὴν πενίαν. Ὧν γὰρ αὐτὸς ἐλάμβανε τὰς οὐσίας, τούτοις μετ’ ὀλίγον διεδίδου τῷ τῆς εὐσεβείας τρόπῳ· καὶ ὧν ἐγύμνου πόλεων τοὺς ἐνοικοῦντας, τὰς οἰκοδομὰς ἀνενέου· ὡς καὶ τὴν ἐνεγ‐ | |
15 | καμένην [ἐπιμελῶς] κοσμῆσαι, καὶ τρισὶ περιβαλεῖν στεφάνοις. | |
216 | Ibid.: Ὅτι ἐπὶ τοῦ Ἀναστασίου τοῦ βασι‐ λέως δειναὶ ταῖς κατὰ Λιβύην πόλεσιν ἐπέσκηψαν θλί‐ ψεις ὑπὸ τῶν καλουμένων Μαζικῶν. Ἐδέδοντο γὰρ θυ‐ γατριδῷ Μαρίνου ἐς ἡγεμονίαν, ἀνδρὶ νέῳ καὶ πολὺ τὸ | |
5 | κοῦφον κεκτημένῳ· καὶ μετ’ ἐκεῖνον αὖθις Βασσιανῷ τῷ παιδί. Ὁ δὲ οἷς ἔπραξε παντοίως τὰς τοῦ πρὸ αὐ‐ τοῦ ἄρξαντος ὑπερβαλλόμενος ἀσελγείας, ἔδωκε Λίβυ‐ σιν αἱρεῖσθαι τὰ πρότερα, καὶ ταῦτα τοῖς μὲν πενίας, τοῖς δὲ θανάτου μνήμην καταλείψαντα. Οὕτως, εἰ δέοι | |
10 | εἰπεῖν, οἵ τε ἀφ’ αἵματος καὶ ἁπλῶς [οἱ] τὴν Μαρίνου παρευτυχήσαντες εὔνοιαν, τοῖς Λιβύων διαφερόντως καὶ Αἰγυπτίων ἐνεφορήθησαν κτήμασιν. | |
217 | (Cod. Vatican.): Λογισάμενος Ἰουστινιανὸς τὴν δαπάνην τῶν τοσούτων χιλιάδων δεῖν ἔκρινε μᾶλλον δι’ ὀλίγων δώρων συμβάλλειν ἀλλήλοις τοὺς τῶν ἐθνῶν ἄρχοντας, ἵνα τοὺς μὲν μήτε τοσαῦτα δαπανᾷ εἰς τὸν | |
5 | στρατὸν μήτ’ ὀχλεῖται πέμπων κατ’ αὐτῶν, ἐκεῖνοι δὲ ἀλλήλοις αἰτία φθορᾶς γίνοιντο, ὃ δῆτα τέως ἐπὶ τοῖς | |
ἐκεῖθεν τοῦ Ἴστρου Οὔννοις ἐποίησεν. Ἔγραψε γὰρ πρὸς ἕνα τῶν ἀρχόντων, ὅτι «Τῷ κρείττονι ὑμῶν πέπομφα δῶρα· καὶ ἐγὼ μὲν σὲ οἰόμενος εἶναι τὸν κρείττονα διὰ | 620 | |
10 | σὲ τοῦτο ἔγραψα, ἕτερος δέ τις ἀφείλετο ταῦτα βίᾳ λέ‐ γων ἐκεῖνος εἶναι κρείττων. Σπούδασον οὖν ὅτι σὺ πάν‐ των ὑπερέχεις, καὶ λάβε τὰ ἀφαιρεθέντα τιμωρησάμε‐ νος αὐτὸν κατὰ λόγον. Εἰ δὲ μὴ τοῦτο ποιήσῃς, εὔδηλον ὅτι ἔστιν ὁ μείζων, καὶ πάντως ἡμεῖς ἐκείνῳ προσκει‐ | |
15 | σόμεθα, καὶ σὺ στερηθήσῃ τοσούτων.» Ταῦτα μαθὼν ὁ Οὖννος ἐκρότησε πόλεμον κατὰ τῶν ὁμοεθνῶν. Καὶ οὕτως ἐπὶ πολὺ μαχόμενα ταῦτα τὰ ἔθνη ὑπ’ ἀλλήλων ἀπώλοντο. | |
218 | Ibid.: Ἐπὶ Ἰουστινιανοῦ τοῦ βασιλέως σὺν Οὔννοις ἑπτακισχιλίοις διαβὰς τὸν Ἴστρον Ζαβεργὰν ἐγγὺς γῆς βασιλίδος ἔφθασε λεηλατῶν τὰ μεταξὺ, ἅτε μὴ στρα‐ τιᾶς που φρουρούσης· ἐπὶ μὲν γὰρ τῶν πρὸ αὐτοῦ | |
5 | βασιλέων [εἰς] ἑξακοσίας καὶ τεσσαράκοντα πέντε χι‐ λιάδας μαχίμων ἀνδρῶν ὁ τῶν Ῥωμαίων ἐκορυφοῦτο στρατός· Ἰουστινιανὸς δὲ μόλις εἰς ἑκατὸν καὶ πεντή‐ κοντα περιέστησεν. Ὥστε μηδὲ δύνασθαι ἐξαρκεῖν ἐν τῇ Λαζικῇ καὶ Ἀρμενίᾳ καὶ Λιβύῃ καὶ Γότθοις | |
10 | καὶ Ἰταλίᾳ. | |
219 | Exc. De virt.: Ὅτι εἶχε φίλην ὁ Φωκᾶς Καλλινίκην ἀπὸ προϊσταμένων. Ὁ αὐτὸς Φωκᾶς ὑπῆρ‐ χεν αἱμοπότης. | |
Τέλος τῆς ἱστορίας Ἰωάννου μοναχοῦ. | 621 |